καταπαῖξαι, ἀλλὰ καὶ ἡμᾶς ἐπ' αὐτοῦ ἐπιθεῖναι· ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ, ἀλλὰ καὶ τὸν δουλώ σαντα ἡμᾶς καταργήσῃ· μήποτε πάλιν ἰσχύσας ἀπα τήσῃ ἡμᾶς, καὶ εἰς ἀργὸν αὐτοῦ τὸ κατόρθωμα γένη ται. Ὅθεν αὐτὸς, καταπαίξας τοῦ θανάτου, λοιπὸν ἔκδοτον καὶ ἡμῖν αὐτὸν εἰς τὸ πατεῖσθαι δίδωσι λέ γων· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ·» καὶ πάλιν· «Καταπατήσει λέοντα καὶ δράκοντα.» Πάλαι μὲν γὰρ ὁ ὄφις ἠπάτησε τὴν Εὔαν, καὶ τῷ φθόνῳ τούτου ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· ἄρτι δὲ πατεῖται, καὶ θέλων ἀπατᾷν, ἀκούει· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ.» Καὶ πάλαι μὲν ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων περιεπάτει, διψῶν τὴν ἡμετέραν ψυχήν· ἄρτι δὲ καταπατεῖται σὺν τῷ δράκοντι, καὶ λοιπὸν ὁ Θεὸς ἐν τάχει συντρί ψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν. Καὶ τοσοῦτον καταφρονεῖται καὶ παίζεται, ὡς καὶ ἐπὶ τρώγλην ἀσπίδων, ἐκβάλλοντά τινα τὴν χεῖρα, μὴ φοβεῖσθαι. Ταῦτα γὰρ Ἡσαΐας προεφήτευσε· καὶ ἔστιν ὁ λόγος ἀληθής. Παιδία γοῦν τὴν πάλαι καὶ γέροντας ἀπατῶ σαν ἡδονὴν ἄρτι χλευάζουσι· καὶ μήπω νομίμης ἡλι κίας ἐπιβάντες, τὴν ὑπὲρ τὸν νόμον περιζώννυν ται σωφροσύνην· καὶ παρθένοι μένοντες, τῷ λόγῳ πατοῦσι τῆς ὀφιώδους ἡδονῆς τὰς ἀπάτας, μὴ φοβούμενοι ταύτης τὰ θανατηφόρα δήγματα. Ἤδη δέ τινες καὶ αὐτὸ τὸ κέντρον τοῦ διαβόλου πατοῦντες, οὐκ ἐδειλίασαν τὸν θάνατον· ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν ἤλλαξαν τῷ θανάτῳ, μάρτυρες γενόμενοι τοῦ Λόγου· διὰ τοῦτο γὰρ ἀπέθανεν ὁ Κύριος. Πολλοὶ δὲ τὰ ἐπὶ γῆς καταλιπόντες, ἐλευθέρῳ τῷ βαδίσματι τὸν ἀέρα διαβαίνουσι, καὶ ἐν οὐρανῷ πολιτεύονται· οὐκέτι φοβούμενοι τὸν ἄρχοντα τοῦ ἀέρος, ἀλλὰ καὶ ἐπι πλήττοντες καὶ λέγοντες, εἰ θέλοι κωλύειν· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ·» ὅτι Κύριον τὸν Θεόν μου σπεύ δω προσκυνῆσαι· διὰ τοῦτο γὰρ ἐσταυρώθη εἰς τὸν ἀέρα ὁ Σωτήρ. Ἡ δὲ ὁδὸς τοῦ παραδείσου, ἡ πάλαι 28.236 δι' ἁμαρτίας κλεισθεῖσα, ἄρτι τοῖς βουλομένοις ἀνέῳ γεν, ὡς Παῦλος μαρτυρεῖ, ἁρπαζόμενος ἐκεῖ, καὶ ἀπερχόμενος εἰς τοὺς οὐρανούς. ∆ιὰ τοῦτο γὰρ ἔπαι ξεν ὁ Κύριος τὸν ὄφιν. Καὶ ὁ μὲν ᾅδης κατήργηται, οὐκέτι τοῦ θανάτου κρατοῦντος, ἀλλὰ πάντων ἐγειρο μένων· ὁ δὲ διάβολος οὐκ ἔτι ἐξανίσταται καθ' ἡμῶν· πέπτωκε γὰρ, καὶ πεσὼν ἀληθῶς ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύεται· διὰ τοῦτο γὰρ ἀνέστη ὁ Κύριος. Καὶ οἱ μὲν ἄνθρωποι μεμαθήκασι καταφρονεῖν σω ματικοῦ πλούτου, καὶ πλουτοῦσι τῷ λόγῳ καὶ τῇ γνώσει· ὁ δὲ καυχώμενος εἶναι πλούσιος δράκων γεγύμνωται, καὶ νῦν γυμνὸς Ἶρος καὶ πένης ἐστὶ, κατεσκυλευμένος ὑπὸ πάντων. Καὶ γὰρ πάλαι τῶν χερουβὶμ ἀνὰ μέσον ὢν, καὶ πάντα λίθον χρηστὸν ἐνδεδυμένος, τὸν σάρδιον, τὸν ἴασπιν, τὸν ἀχάτην, ἄρτι λοιπὸν ἐπὶ πάπυρον, καὶ κάλαμον, καὶ χάλικα κοιμᾶται, ὡς ἐν τῷ Ἰὼβ περὶ αὐτοῦ λέγεται. ∆ιὰ τοῦτο γὰρ ὁ Κύριος ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ πτωχείᾳ αὐτοῦ πλουτήσωμεν, καὶ ὁ διάβολος ἐγυ μνώθη. Καὶ τὸ παράδοξον καὶ μέγα γενόμενον ἐν τῇ κτίσει· ἄνθρωποι μὲν γὰρ σπεύδουσιν ἀποθνήσκειν εὐχόμενοι τὴν ἐπιδημίαν τοῦ Σωτῆρος· ὁ δὲ δείλαιος διάβολος, ὁ πάλαι τοῦ θανάτου τὸ κράτος ἔχων, νῦν φοβεῖται τὸν ἐρχόμενον, καὶ τὴν κρίσιν καταπτήσ σει. Οἶδε γὰρ τὸ ἡτοιμασμένον αὐτῷ πῦρ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ∆ιὰ τοῦτο γὰρ καὶ ἐκρίθη μου ὁ Κύριος, ἵνα ἡμᾶς ἀπὸ τῆς κρίσεως ἐλευθερώσῃ, κἀκεῖνον κατακρίνῃ. Περὶ γὰρ τῆς γενομένης εἰς πάντας πανταχοῦ θεογνωσίας τί δεῖ καὶ λέγειν, τῶν γιγνομένων ἀφ' ἑαυτῶν ἐχόντων τὴν πίστιν; Οὐκ ἔστι γὰρ ἡμέραν παρ ελθεῖν, ἐν ᾗ ὅτε τὰ μὲν εἴδωλα οὐ καταλιμπάνουσιν ἄνθρωποι, καὶ τοὺς ἰδίους καὶ πατρικοὺς ἀρνοῦνται νόμους, πρὸς δὲ Θεὸν καταφεύγουσι, καὶ τοὺς Χρι στοῦ λαμβάνειν νόμους ἀξιοῦσι, παραδόξῳ θαύματι πιστεύοντες εἰς αὐτόν. Ἔτι γὰρ εἰδωλολατροῦντες καὶ ὡς ἄνθρωπον διαβάλλοντες τὸν Χριστὸν, τοῦτον ὕστε ρον Θεὸν γινώσκοντες, καταλιμπάνουσι τὰ εἴδωλα· καὶ
17