οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφο βοῦντο, ταύτης ἐν Χριστῷ καταφρονοῦσι, καὶ τὴν τότε νικῶσαν αὐτοὺς ἁμαρτίαν ἄρτι τῷ σημείῳ τοῦ σταυροῦ νικῶντες παίζουσι. Καὶ γὰρ ἀπιστοῦντες ὅλως τῇ παρθενίᾳ, καὶ ἀδύνατον εἶναι λέγοντες ἐν ἀνθρώποις ταύτην εὑρίσκεσθαι τὴν ἀρετὴν, πιστεύσαντες τῷ ἐκ Παρθένου Σωτῆρι, οὐ μόνον ἐπιγινώσκουσιν, ἀλλὰ καὶ αὐτοὶ ταύτην πολιτευόμενοι, ἀπιστοῦνται παρὰ τοῖς ἔτι ἔθνεσιν εἰδωλολάτραις. Ἐπὶ τούτοις δὲ ἤργησε πᾶσα μὲν φαρμακεία, πᾶσα δὲ μαγεία κατήργηται, καὶ πᾶσα τῶν Ἑλλήνων μεμώραται σοφία. Ἐν γὰρ τοῖς θείοις, οὐ λόγων, ἀλλ' ἔργων ἐστὶ χρεία· καὶ οὐχ ἡ προφορὰ τῆς γλώττης, ἀλλ' ἡ τῆς ψυχῆς διάθεσις ὠφελεῖ. Οἱ γοῦν Ἕλληνες οὐ καταλαμβάνουσι λόγοις ταῦτα, ἃ τῇ πίστει Χριστιανοὶ ἐπιδείκνυνται· καὶ ἃ ἐνεργοῦσι λόγοις οἱ μάγοι, ταῦτα, σιωπών 28.237 των ἡμῶν, τῷ σημείῳ τοῦ σταυροῦ καταργεῖται· καὶ ἂ ἀμφιβάλλουσι περὶ ἀθανασίας, ταῦτα οἱ μάρτυρες τοῦ Χριστοῦ οὐ λόγοις, ἀλλ' ἔργοις ἐπιδείκνυνται· καὶ περὶ ἧς διστάζουσι παρθενίας οἱ μάγοι, καὶ τῶν Ἑλλήνων φιλόσοφοι, ταύτην ἐν Χριστῷ καὶ γυναῖκες ἐπιδείκνυνται· καὶ οἷς εὔχονται δαίμοσιν, ὡς θεοῖς, τούτους καὶ παιδία ἐν Χριστῷ διώκουσι. Καὶ ὅλως ὁ χριστοφόρος ἀνὴρ ὡς Θεός ἐστιν ἐπὶ γῆς, τοῖς μὲν ἀνθρώποις ἀνεξίκακος γενόμενος, πᾶσι δὲ, ὡς σὺν ἡλίῳ περιπολῶν, τὸν οὐράνιον ἐπιδεικνύμενος βίον. Ἰδοὺ ἓν τοῦτο τοῦ σταυροῦ κατόρθωμα· ἰδοὺ ταῦτα πεποίηκεν ὁ θάνατος τοῦ Σωτῆρος. Οὐ γὰρ ἀν θρώπου ἐστὶ τὸ ἔργον, ἀλλὰ Θεοῦ. Καὶ διὰ τοῦτο πέ πονθεν ὡς ἄνθρωπος, ἵνα τοῖς ἀνθρώποις τὰ ὑπὲρ ἄνθρωπον καὶ θεῖα χαρίσηται. Αὐτοῦ γοῦν ἐστι τὰ νῦν ἐν ἀνθρώποις κατορθώματα. Κἂν γὰρ Παῦλος λαλῇ, ἀλλὰ Χριστός ἐστιν ἐν αὐτῷ λαλῶν· κἂν μεγάλα καὶ θαυμαστὰ ποιῇ, ἀλλ' ἡ τοῦ Χριστοῦ χάρις ἐστὶν ἡ ταῦτα ἐνεργοῦσα· καὶ ἐὰν εἰς πάντας ἔφθασεν ἡ περὶ Θεοῦ γνῶσις, ἀλλ' οὐκ ἀνθρώπων ἐστὶν ἡ διδασκαλία, ἀλλ' αὐτοῦ τοῦ Λόγου καταβάντος μεσίτου Θεοῦ καὶ ἀν θρώπων. Τοῦτο γὰρ γέγραπται, ὃ οἱ Ἰουδαῖοι μὲν ἐσιώ πησαν πάλαι, ἄρτι δὲ πληρούμενον ὁρῶσι· γέγραπται γὰρ, ὅτι «Ἔσονται πάντες διδακτοὶ Θεοῦ,» καθάπερ καὶ ὁ Ἱερεμίας λέγει· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος·» καὶ ἐπιφέρει λέγων· «Καὶ οὐ μὴ διδάξει ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελ φὸν αὐτῷ λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδή σουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν.» Τίς γάρ ἐστιν ὁ ἐν τοῖς εἰδώλοις κατανύττων, εἰ μὴ ὁ Κύριος; καὶ τίς ὁ ἀν άγων αὐτοὺς ἐκεῖθεν ἔτι δουλεύοντας εἰδώλοις, εἰ μὴ αὐτὸς ὁ Χριστὸς, ὁ λέγων· «Ὅταν ὑψωθῶ, πάν τας ἑλκύσω πρὸς ἐμαυτόν;» Τὸ γὰρ παράδοξόν ἐστι τοῦτο, ὅτι, ἔτι δουλευόντων αὐτῶν εἰδώλοις, δι ανοίγεται τούτων ὁ νοῦς τῆς ψυχῆς ὡς τὸ νοεῖν, ὅτι οὓς μὲν ἐνόμιζον πάλαι θεοὺς, ξύλα καὶ λίθους εἶναι· ὃν δὲ ἐχλεύαζον ἐσταυρωμένον, τοῦτον οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν ἐπιγινώσκειν. Νοῦ δὲ διδάσκαλος οὐκ ἄνθρωπός ἐστιν, ἀλλ' ὁ τὸν νοῦν μόνος ὁρῶν Θεός. Μακάριε ἀληθῶς καὶ ζωοποιὲ σταυρὲ τοῦ Σωτῆρος· τὸν μὲν θάνατον ἐθριάμβευσας, τὸν δὲ τοῦτον κατέ χοντα διάβολον ἀνεῖλες. Θεῖε Λόγε, καὶ ἀληθῶς σοφία τοῦ Πατρός· σὺ καὶ τοῦ πανούργου τὸ πρόσωπον ἔδει ξας, καὶ τὴν πτύξιν τοῦ θώρακος αὐτοῦ ἐγύμνωσας· ὥστε καὶ ἡμᾶς λέγειν· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» Φιλάνθρωπε καὶ ἀγαθὲ ∆έσποτα· σὺ καὶ αἰχμαλώτους ἡμᾶς ὄντας ἐλυτρώσω, καὶ δουλεύοντας τῇ ἁμαρτίᾳ, διὰ τοῦ θανάτου ἰδίου, Κύριε, ἠλευθέ ρωσας. Οἴδαμεν γὰρ, ὅτι ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας. Εἰρηνοποιὲ ἀληθῶς Υἱὲ τοῦ Θεοῦ· σὺ καὶ τὴν υἱοθεσίαν ἡμῖν ἀποδέδωκας, καὶ ἀποκαταλλά 28.240 ξας ἡμᾶς τῷ σαυτοῦ Πατρὶ, τὴν ἔχθραν ἐν τῇ σαρκὶ κατήργησας. Πλούσιε Σωτὴρ καὶ ἀληθῶς βασιλεῦ· σὺ γὰρ ἐπτώχευσας, ἵνα τῇ σῇ πτωχείᾳ πλουτήσω μεν· σὺ καὶ τὴν βασιλείαν
18