λόγου καὶ προαιρέσεως αὐτῆς φθάνει. Οὐδὲ γὰρ εἴ τίς ἐστι πένης χρημάτων, οὗτος καὶ προαιρέσεως. Ἀμέλει τὸ μέγα ὄντως καὶ θεῖον μυστήριον ἡμῶν οὐκ ἐπὶ χρήμασιν ἔχει τὴν ὑπόσχεσιν, ἀλλ' ἐπὶ προαιρέσει τελείᾳ, καὶ τῇ κατὰ Θεὸν πίστει. Πάντες γοῦν ἐπηγ γειλάμεθα, καὶ πάντες ἐσμὲν ἐπαγγελίας χρεῶ σται· ὥστε ἀνάγκη ἀποδιδόναι τὴν μὲν παρθένον, τὴν παρθενίαν ὁποίαν καὶ ἐπηγγείλατο· τὸν δὲ ἐγκρατῆ, τὴν ἐγκράτειαν· τοὺς δὲ ἐν γάμῳ, τὴν σω φροσύνην, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην καὶ τι μήν· καὶ τέλος πάντας τὴν εἰς Θεὸν πίστιν καὶ εὐλά βειαν καὶ δικαιοσύνην, καὶ ἀνδρίαν· ἵνα μὴ ὡς ἀγνώμονας ἡμᾶς τὸ παράδειγμα τῶν περὶ Ἀνα νίαν καὶ Σάπφειραν καταλάβῃ. Τούτου γὰρ χάριν καὶ ὁ ἀποστολικὸς προασφαλίζεται λόγος· ὅτι «Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον· τῷ τὴν τιμὴν τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν.» Τοῦτο πεποίηκεν αὐ τὸς ὁ ταῦτα κηρύττων. Ὥσπερ οὖν παῤῥη σιάζεται γράφων· «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι· τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀπο δώσει μοι ὁ δίκαιος κριτής.» Μὴ ψευσάμενος γὰρ ἐφ' οἷς ἐπηγγείλατο, ἀλλὰ καὶ τηρήσας τὴν πρὸς τὸν Θεὸν ὑπόσχεσιν, ἔσχε καὶ αὐτὸς ἀδιάπτωτον τὴν ἐπαγγελίαν παρὰ τοῦ ἀληθινοῦ Θεοῦ. Οὐκοῦν διὰ τοῦτο ἡμῖν συμβουλεύει λέγων· «Μὴ ψεύδεσθε εἰς ἀλλήλους·» καὶ πάλιν· «Πᾶν ψεῦδος ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.» Θέλει γὰρ ἡμᾶς μιμητὰς ἑαυτοῦ γενέσθαι γράφων· «Ἀλήθειαν λέγω, οὐ ψεύδομαι.» Ἐπειδὴ καὶ εὐαγγελικόν ἐστι τοῦ Κυρίου ῥητὸν εἶναι ἡμῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ. Μέχρι τούτου οἱ ἐν Χριστῷ βεβαιούτωσαν ἑαυτῶν τοὺς λόγους, καὶ μὴ, περαιτέρω βαίνοντες, εἰς ὅρκους καταφεύγωμεν· ὥστε καὶ φθαρτῶν χάριν χρημάτων ὀμνύναι τὸν Θεὸν, μάλιστα Μωσέως νομοθετοῦντος· «Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ.» Εἰ γὰρ ὅλως ἄξιος τυγχάνει τις ὀνομάσαι τὸν Θεὸν, ἀξιόπιστός ἐστι καὶ χωρὶς ὅρκου πιστευθῆναι· ὁ γὰρ πρὸς τὸ μεῖζον ἱκανὸς γενόμενος πολλῷ πλέον πρὸς τὸ ἔλαττον γέ νοιτ' ἂν ἱκανός. Εἰ δὲ μή ἐστιν ἀξιόπιστος χωρὶς ὅρκου πιστευθῆναι, οὐκ ἔστιν ἄρα ἄξιος οὐδὲ ὀνομάσαι τὸ ὄνομα Κυρίου, οὐκ ἔστι πιστὸς ἐν λό γῳ. Πῶς γὰρ ὅλως τούτῳ μαρτυρήσει ὁ Θεὸς ὀμνύ οντι, μὴ ἔχοντι πίστιν, εἰς ἣν ὁ Κύριος ἐπιβλέπει; Ἡ δὲ Σοφία τούτου μάρτυς ἐστὶν ἡ λέγουσα· «Ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, καὶ οὐ κατοι 28.192 κήσει ἐν σώματι καταχρέῳ ἁμαρτίαις.» ∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς ἐπικαλουμέ νους αὐτὸν πίστιν ἀπαιτεῖ πρῶτον, ὡς ἐπὶ τοῦ τυφλοῦ λέγων· «Πιστεύεις, ὅτι δύναμαί σοι τοῦτο ποιῆ σαι;» καὶ ἐπὶ τοῦ σεληνιαζομένου δέ φησιν, ὅτι «Ἐὰν πιστεύῃς, γίνεται.» Ἀπαιτεῖ δὲ τοῦτο ὁ Σωτὴρ, οὐκ ἐπειδήπερ ἔχρῃζε τῆς παρ' ἑτέρων συνεργίας· αὐτὸς γὰρ καὶ τῆς πίστεως Κύριος καὶ χορηγός ἐστιν· ἀλλ' ἵνα μὴ ὡς προσώποις χαριζόμενος φανῇ, ἀλλ' ὅτι τοῖς πιστεύουσιν ἐπινεύει· καὶ ἵνα μὴ χωρὶς πίστεως δέξωνται τὰς εὐεργεσίας, καὶ τῇ ἀπιστίᾳ ταύτας ἀπ ολέσωσι. Θέλει γὰρ χαριζόμενος παραμένειν τὴν χά ριν, καὶ θεραπεύων ἀδιάπτωτον εἶναι τὴν θεραπείαν. Ἠσφαλίζετο γοῦν τὸν παραλυτικὸν λέγων· «Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.» Καὶ ὥσπερ ἄν τις ἰατρὸς εἰσιὼν πρὸς τοὺς κάμνοντας, πυνθάνοιτο πρῶτον εἰ βούλοιντο θεραπεύ εσθαι, ἵνα μὴ αὐτοῦ φροντίζοντος, κἀκείνων μὴ βου λομένων, ἀνωφελὴς ἡ θεραπεία γένηται, ἐναντιου μένων τῶν καμνόντων πρὸς τὴν τοῦ ἰατροῦ τέχνην· οὕτω καὶ ὁ Κύριος τῶν θεραπευομένων ἐπυνθάνετο, καὶ τοῖς πιστεύουσιν ἐχαρίζετο, ἵνα τῇ πίστει καὶ τὴν χάριν κατασχεῖν δυνηθῶσι. Γνώρισμα γὰρ τῆς ψυχῆς τῆς προαιρέσεως ἡ πίστις ἐστίν. Τί τοίνυν τὸν Θεὸν καλοῦσι μάρτυρα οἱ μὴ πί στιν κατὰ ἀλήθειαν ἔχοντες; Τὸ Πνεῦμα μαρτυρεῖ ἐν Ψαλμοῖς· «Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμέ νοις αὐτὸν ἐν
2