πάλιν ὡς ὑποπίπτων σχηματίζεται, ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται. Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον, οὐδὲ κρεμάμε νον ἐπὶ ξύλον· καὶ ἤθελε μὲν καταβῆναι τὸν Κύριον ἀπὸ τοῦ σταυροῦ καὶ μὴ ἀποθανεῖν· εἰ δὲ μὴ κατέβαινε, κἂν μένειν αὐτὸν ἁπλῶς ἐπὶ τοῦ ξύλου, καὶ μόνον μὴ ἀποθανεῖν. Ἐφοβεῖτο γὰρ μὴ τὸ γε γραμμένον γένηται· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, καὶ κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνά βλεψιν.» Καὶ διὰ τοῦτο ἐφοβήθη, μὴ οὗτός ἐστιν ὁ χρισθεὶς καὶ ἀποσταλεὶς, καὶ λοιπὸν τῶν ἁπάντων ἐλευθερία γένηται. Γυμνωθεὶς οὖν ἀπὸ τοῦ παντὸς, ηὔχετο κἂν τοῦ ᾅδου κρατεῖν. Πάλιν γὰρ ἐφοβεῖτο, μὴ οὗτός ἐστιν ὁ καὶ τὸ σκότος καταλάμπων, περὶ οὗ γέγραπται· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκό τει, φῶς εἶδε μέγα.» Καὶ γὰρ καὶ ἤκουεν αὐτοῦ λέγοντος· «Ἐγώ εἰμι τὸ φῶς.» Ὅθεν ἐδειλία μὴ ἀποθάνῃ, καὶ πάντων ἐκβληθῇ. Ὁ δὲ Κύριος, ὁρῶν αὐτὸν φεύγοντα, ἵνα μὴ τοῦτο γένηται καὶ φυγὰς ἀπέλθῃ ὁ ἐχθρὸς, φωνὰς ἀφίησιν ἀνθρωπίνας, καὶ φωνὰς ἀσθενείας λέγων· «Ἐλωῒ, Ἐλωῒ, λημὰ σαβαχθανί·» τουτέστι, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Καὶ τοῦτο ἐποίει, ἵνα ὁ διάβολος, ὃν κατεπλάγη Θεὸν, τοῦτον ὡς ἄνθρωπον ἀσθενῆ νομί σας, μὴ φυγὰς ἀπέλθοι. Ταύταις γοῦν ταῖς φωναῖς ὑπαχθεὶς ὁ πάγκακος, πάλιν ὡς ἀνθρώπῳ προσῆλθε καὶ κατεῤῥάγη. Ἔπεισε γὰρ τοὺς Ἰουδαίους εἰς σφαγὴν αὐτὸν αἰτήσασθαι, καὶ γέγονεν ὅπερ οὐ προσ εδόκησεν· ἐσφάγη γὰρ οὐκ εἰς ἄλλο μέρος, ἀλλ' εἰς τὴν πλευρὰν, ἀφ' ἧς ἔῤῥευσεν ὕδωρ καὶ αἷμα· ἵνα, ἐπειδὴ πρότερον διὰ τῆς ἐκ πλευρᾶς πλασθείσης γυ ναικὸς ἦλθεν ἀπάτη, οὕτως διὰ τῆς πλευρᾶς τοῦ δευ τέρου Ἀδὰμ λύτρον καὶ καθάρσιον τῆς προτέρας 28.229 γένηται· λύτρον μὲν διὰ τοῦ αἵματος, καθάρσιον δὲ διὰ τοῦ ὕδατος. Τοῦτο δὲ οὐ κατὰ γνώμην ἀπέβαινε τῷ διαβόλῳ· καὶ γὰρ ὃν ἐφοβεῖτο γενέσθαι θάνατον, τοῦτον ἀπέθανεν ὁ Κύριος, κἀκεῖνος ἐσκύλευται· καὶ νομίσας κρατεῖν τὸν Χριστὸν ἐν τῷ θανάτῳ, αὐ τὸς μᾶλλον ἐδείχθη νεκρός· καὶ καυχησάμενος ἄν θρωπον ἐνεδρεύειν, πεποίηκε γνωσθῆναι Θεόν. Ἅμα γὰρ ἀπέθανεν, ἡ μὲν κτίσις ἀνήλιος γέγονε, τὸ δὲ καταπέτασμα τοῦ ναοῦ ἐῤῥάγη, ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, οἱ στρατιῶται, σὺν τοῖς πυλω ροῖς τοῦ ᾅδου κατέπτηξαν. Ἀφ' ὧν ἦν ἰδεῖν μηκέτι ἄνθρωπον, ἀλλὰ Θεὸν ἀληθῶς ἐν σώματι, ὡς καὶ οἱ θεωροῦντες ἔλεγον· «Ἀληθῶς οὗτός ἐστι Θεοῦ Υἱός.» Καὶ γὰρ πολλὰ μνημεῖα ἠνεῴχθησαν, καὶ ἠγέρθησαν τούτων οἱ νεκροί. Τυφλὸν ἀληθῶς ἡ κακία· νομίσας γὰρ ἀπο κτείνειν ἕνα, τῶν πάντων ἐστέρηται· καὶ νομίσας εἰς ᾅδην καταφέρειν, ἐκβέβληται τοῦ ᾅδου. Καὶ ἀπ εδείχθη πᾶσιν, ὅτι οὐκ ἀσθενείᾳ φύσεως τέθνηκεν ὁ Σωτὴρ, ἀλλὰ τὸν θάνατον εἰς ἀναίρεσιν ἐδίωξεν, ἵνα καταργήσῃ τοῦτον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ πολὺ γοῦν διέστη, καὶ τὰς ὠδῖνας ἔλυσε τοῦ ᾅδου, καὶ τοὺς μὲν ἄλλους ἤγειρε λέγων· «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν·» αὐτὸς δὲ ἐξανέστη καὶ κατ έζησε τοῦ θανάτου, χλεύην αὐτοῦ τὴν τόλμαν ἡγησάμενος· ὡς καὶ ἐν ὕμνοις προανεφωνεῖτο. λέ γοντος τοῦ Πνεύματος· «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐ τούς.» Χλευάζεται γὰρ ἀληθῶς οὕτω παιχθεὶς, καὶ παρὰ γνώμην αὐτῷ τῶν πραγμάτων ἀποβάντων. ∆ίκην γὰρ τοῦ ζωϋφίου τοῦ καλουμένου σφηκὸς, προσβάλλοντος πέτρᾳ, καὶ τῇ προσβολῇ μὴ βλάπτον τος, ἀλλὰ καὶ τὸ κέντρον μᾶλλον ἀπολλύοντος· οὕτω καὶ ὁ θάνατος ἐσφάλη πολὺ, προσβαλὼν τῇ ζωῇ, ἥτις ἐστὶν ὁ Χριστός· οὐ γὰρ ἠδυνήθη κρατῆσαι αὐ τὸν τῷ θανάτῳ, ἀλλὰ μᾶλλον καὶ τὸ κέντρον ἀπώ λεσεν· ὥστε καὶ οὓς πρότερον ἐφόβει τὸ κέντρον, νῦν αὐτοῦ κατακερτομεῖν, καὶ λέγειν· «Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» καὶ πάλιν· «Κατέπιεν ὁ θάνατος ἰσχύσας·» καὶ πά λιν· «Ἀφεῖλεν ὁ Θεὸς πᾶν
15