τὸν Ἐμμανουήλ· αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμε νος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπον, ἐν ᾧ μέλλει ὁ Χριστὸς γεννᾶσθαι· αὐτὸς δὲ Κύριος, ἐν Βηθλεὲμ ἐπὶ φάτνης ἀνακείμενος, ἐδείκνυε τὸν προφήτην ἀληθῆ. Καὶ ὁ μὲν Ζαχαρίας εὐηγγελίζετο τῇ Ἱερουσαλὴμ τὴν εἴσ οδον τοῦ Σωτῆρος· αὐτὸς δὲ ὁ Κύριος, ἀποστέλλων ἐπὶ τὸν ὄνον καὶ εἰσερχόμενος, ἐφ' ἑαυτοῦ τὴν προφη τείαν ἀνεπλήρου. Καὶ ὅλως, ἵνα μὴ τὸ καθέκαστον ὀνομάζω τῶν γεγραμμένων, αὐτὸς πλήρωμα τοῦ νό μου καὶ τῶν προφητῶν γέγονεν. Ἃ γὰρ δι' αὐτῶν προαπήγγελλε, ταῦτα παρὼν αὐτὸς ἐτελείου πληρῶν καὶ λέγων· «Αὐτὸς ὁ λαλῶν πάρειμι.» Ἰδοὺ οὖν καὶ νῦν τὰ πάλαι ἀναφωνούμενα περὶ τοῦ Σωτῆρος ἐν τοῖς Ψαλμοῖς, ἄρτι πάλιν πληροῦται διὰ τῆς τῶν στρατιωτῶν τόλμης. Ἃ γὰρ προεσήμανε παθεῖν αὐτὸν, ταῦτα νῦν οἱ δῆμοι Ἰουδαίων ἐνεργοῦσι, δια μεριζόμενοι τὰ ἱμάτια τοῦ Σωτῆρος, καὶ ποτίζοντες αὐτὸν ὄξος μετὰ χολῆς. «Ταῦτα γὰρ,» φησὶν, «ἐγί 28.200 νετο, ἵνα πληρωθῶσιν αἱ Γραφαί·» ἡ μὲν λέγουσα· «∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·» ἡ δὲ πάλιν· «Ἔδω καν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Πολλοὶ, τοῖς Εὐαγγελίοις ἐντυγχάνοντες, καὶ ἀκούοντες τὸ, «Ἵνα πληρωθῇ τὸ γεγραμμένον,» ἐνόμισαν τὰ γινόμενα δι' οὐδὲν ἕτερον γίνεσθαι, ἢ ἵνα πληρωθῇ τὰ γεγραμμένα· καὶ ἐκ τούτων ᾠήθη σαν μὴ μόνον ἀναιτίους εἶναι τοὺς πράττοντας, ἀλλὰ καὶ μᾶλλον ἀξίους ἐπαίνου, ὅτι οὐχ ὡς ἁμαρτάνοντες, ἀλλ' ὡς διακονοῦντες τοῖς γεγραμμένοις ἐνεργοῦσι· μὴ γὰρ ἂν ἀληθεῖς γεγενῆσθαι τῶν προφητῶν τοὺς λόγους, εἰ μὴ τούτων ἦσαν αἱ πράξεις. Μάλιστα δὲ ταῦτα ὑπέλαβον ἐκ τῶν εἰς τὸ κατὰ Ἰωάν νην ῥητῶν κινηθέντες, ἔνθα, τῶν Ἰουδαίων τὴν ἀπι στίαν διηγούμενος, κατὰ τὴν Ἡσαΐου προφητείαν φησί· «Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμ προσθεν αὐτῶν, οὐκ ἐπίστευσαν· ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Εἰ γὰρ, ἵνα ὁ λόγος Ἡσαΐου πλη ρωθῇ, οὐκ ἐπίστευον οἱ Ἰουδαῖοι, οὐκ αὐτοὶ τῆς ἀπι στίας αἴτιοι, ἀλλ' ὁ ταῦτα εἰρηκὼς, δι' ὃν καὶ ταῦτα πεπλήρωται. Ἆρον γὰρ, φήσουσι, τὸν λόγον τοῦ προφήτου, καὶ πάντως ἐκεῖνοι πιστεύσουσιν. Ἀλλὰ ταῦτα καὶ ἡ τοιαύτη διάνοια πολὺ τῆς ἀληθείας ἀπο δέει· οὔτε γὰρ ὁ προφήτης αἴτιος τούτοις, οὔτε οἱ Ἰουδαῖοι τῆς ἀπιστίας ἑαυτῶν ἀναίτιοι τυγχάνου σιν· ἀλλ' ὁ μὲν προφήτης, προβλέπων ἃ μέλλουσι πράττειν, ἀπήγγειλεν· αὐτοὶ δὲ μετὰ ταῦτα πράτ τοντες, ἐδείκνυον τοῦ προφήτου τὸν λόγον ἀληθῆ· καὶ οὐχ ὡς διακονοῦντες τοῖς προφητικοῖς, ἐτόλμων κατὰ τοῦ Σωτῆρος, ἀλλὰ τῇ προαιρέσει θέλοντες ἔπραττον τὰ πράγματα· ὥστε τὸν μὲν προφήτην μὴ αἴτιον αὐτοῖς γεγενῆσθαι, ἀλλὰ τὴν προαίρεσιν αὐτῶν· αὐτοὺς δὲ μᾶλλον αἰτίους γεγενῆσθαι τῷ προφήτῃ τοῦ ταῦτα αὐτὸν περὶ αὐτῶν εἰπεῖν. Τοῦ μὲν γὰρ προφήτου ἴδιόν ἐστιν ὁρᾷν τὰ μέλλοντα, καὶ μὴ σφάλλεσθαι· τῶν δὲ πράξεων ἕκαστος τὴν ἰδίαν προαίρεσιν αἰτίαν ἔχει. Καὶ ὥσπερ ἡμεῖς τὰ ἐν ὀφθαλμοῖς ὁρῶντες, οὐ σφαλλόμεθα βλέποντες, οὐδὲ ἄλλως μὲν βλέπομεν, ἄλλως δὲ γίνεται· ἀλλ' ὡς γίνε ται, βλέπομεν, καὶ ὡς βλέπομεν, γίνεται· οὕτω καὶ οἱ προφῆται τὰ μέλλοντα ὡς παρόντα ἔβλεπον· καὶ ἃ ἔβλεπον, ἔδει γενέσθαι, καὶ τὰ γινόμενα πάντως ὁρᾷν ἔδει. Καὶ πάλιν, ὥσπερ ἡμεῖς ἃ βλέπομεν ἐν ὀφθαλμοῖς, ἀνάγκη πάντως εἶναι, τὰ γὰρ ὄντα βλέ πομεν, καὶ οὐκ ἔστιν ἄλλως γενέσθαι ἢ ὡς ὁρῶμεν· οὕτω καὶ οἱ προφῆται, ἃ προέβλεπον, ἔδει πάντως εἶναι, καὶ μὴ ἄλλως γίνεσθαι ἢ ὡς προεωράκασιν. 28.201 Ἐπεὶ εἰ τὰ γενησόμενα μὴ προέβλεπον, οὐκέτι ἂν ἦσαν προφῆται. Καὶ καθόλου δὲ τοῦτο εἰδέναι δεῖ, ὅτι οἱ προφῆται οὐ νόμων εἰσὶ διδάσκαλοι, ἵνα μό νον, ἃ προστάττουσι, γίγνηται, ἀλλὰ τῶν μελ λόντων εἰσὶ προσημάντορες. Οὐ γὰρ ἐπειδὴ λέγουσι, διὰ τοῦτο καὶ γίνεται
5