κατάραν τεθάφθαι διαβε βαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκείνῳ τῷ τόπῳ παθεῖν, ἵνα, ἐκείνου λύων τὴν ἁμαρτίαν, ἀπὸ παντὸς αὐτὴν ἄρῃ τοῦ γένους· καὶ ἐπειδὴ ἤκουσεν ὁ Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» διὰ τοῦτο πάλιν ἐκεῖ τέ θειται, ἵνα τὸν Ἀδὰμ εὑρὼν ἐκεῖ, λύσῃ μὲν τὴν κατά ραν, ἀντὶ δὲ τοῦ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» λοιπὸν εἴπῃ· «Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός·» καὶ πάλιν· «Ἀνάστα, καὶ δεῦρο, ἀκολούθει μοι,» ἵνα μηκέτι τεθῇς ἐπὶ γῆς, ἀλλ' ἐν οὐρανοῖς ἀνέλθῃς. Ἀνάγκη γὰρ, ἐγειρομένου τοῦ Σωτῆρος, συνεγεί ρεσθαι τούτῳ καὶ τὸν Ἀδὰμ, καὶ πάντας τοὺς ἐκ τοῦ Ἀδὰμ γενομένους. Καὶ ὥσπερ, ἀποθνήσκοντος τοῦ Ἀδὰμ, ἐμένομεν καὶ ἡμεῖς δι' αὐτὸν νεκροὶ, οὕ τως ἐγειρομένου τοῦ κυριακοῦ σώματος, ἀνάγκη λοι πὸν πάντας συνεγείρεσθαι αὐτῷ. Αὕτη τοῦ Παύ λου ἡ διάνοια τυγχάνει· γράφει γὰρ Κορινθίοις λέ γων· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Πῶς δὲ ἄγουσιν αὐτὸν ἐπὶ τὸν σταυρὸν, ἀναγ καῖον ἰδεῖν τὰ γεγραμμένα· πάντως γὰρ καὶ ταῦτα οὐκ ἀνωφελῆ, οὐδὲ ἁπλῶς ἐν τοῖς Εὐαγγελίοις γέγραπται. Μετὰ τὸ κριθῆναι τὸν Κύριον· ἐκρίθη γὰρ, καὶ ἔμπροσθεν ἐστάθη τοῦ ἡγεμόνος. Καὶ μή τις αἰσχυνέσθω ταῦτα· ὑπέμεινε γὰρ καὶ τοῦτο δι' ἡμᾶς, ἵνα μὴ, κατὰ τὸ σιωπώμενον ἐνεδρευθέντος αὐτοῦ, κρύπτηται τῶν Ἰουδαίων ἡ ἐπιβουλή· ἀλλ' ἵνα καὶ ἐκ κρίσεως φανερὰ τῶν ἐπιβουλευσάν των ἡ συκοφαντία γένηται. Μὴ κριθέντος γὰρ τοῦ Σωτῆρος, ἄδηλος ὑπενοεῖτο τῶν Ἰουδαίων ὁ κατ' αὐτοῦ φθόνος· κριθέντος δὲ αὐτοῦ, λοιπὸν οὐδένα λα θεῖν οὕτως ἠδυνήθη. Καὶ Πιλᾶτος μὲν αὐτὸς, τῷ μὲν Σωτῆρι ἐμαρτύρει τὸ ἀναίτιον καὶ καθαρόν· τῶν δὲ Ἰουδαίων τὴν ἐπιβουλὴν ἐξῆγεν. «Ἤδει γὰρ,» φησὶν, «ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.» Οὐκ ἂν δὲ Πι λᾶτος ἔγνω τὸν φθόνον τῷ Ἰουδαίων, εἰ μὴ ἐστάθη κρινόμενος ὁ Σωτήρ. Μέγα πρᾶγμα καὶ παράδοξον ἀληθῶς πεποίηκεν ὁ Σωτήρ· σιωπῶν ἐνήργει, καὶ μὴ ἀπολογούμενος ἐποίει τὸν δικαστὴν ὁμολογεῖν τὴν 28.209 συσκευὴν, καὶ ὅτι μᾶλλον τοῖς ὄχλοις ἢ τῷ δικαίῳ πέπεισται. Ἀπολογουμένου μὲν γὰρ, ἦν ὑπονοῆσαι δειλίαν τοῦ θανάτου· σιωπῶντος δὲ, τὸ στεῤῥὸν καὶ τὴν ἀνδρείαν θαυμάσαι. Καὶ τὸ οὕτως δὲ τὸν Πιλᾶ τον ἀπολογεῖσθαι, οὐδὲν ἦν ἕτερον, ἢ πιστεῦσαι τὸν κρινόμενον εἶναι Θεόν. Ἀμέλει, κρινόμενος ὑπὸ Πι λάτου, ἐχρημάτιζε τῇ τούτου γυναικί· ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρίαν καταπλαγῇ· τῷ δὲ χρημα τισμῷ γινώσκῃ, ὅτι οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν κρίνει. Ἐφοβήθη οὖν ὁ κρίνων τὸν κρινόμενον, καὶ μᾶλλον αὐτὸς ἐκρίνετο τῷ φόβῳ τοῦ κρινομένου ἢ κρίνων αὐτὸς κατέπληττε τὸν Κύριον. ∆ιὸ καὶ ἐνίψατο τὰς χεῖρας λέγων· «Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τού του·» εἰ καὶ ὕστερον, κινηθεὶς τῇ τῶν Ἰουδαίων φιλίᾳ συνέδραμεν αὐτοῖς ἐπιβουλεύουσιν· ὥστε καὶ εἰς σταυρὸν αὐτὸν παραδοῦναι. Παραδίδοται τοίνυν ὁ Σωτὴρ, καὶ παραδοθεὶς, οὐ κατέπτηξε τὸν θάνατον, ἀλλὰ καὶ μᾶλλον ἀπεδύσατο πρὸς αὐτὸν, καὶ ἐδίωκε φεύγοντα τὸν ὄφιν. Οὐ γὰρ ὡς ἀποθνή σκων ἦν ὁ Κύριος, ἀλλ' ὡς τὸν θάνατον εἰς τοῦτο διώκων. Ἔνθα δὴ ὁ δείλαιος διάβολος, θεωρήσας τὸ κατὰ Πιλᾶτον θαῦμα, ὅτι μᾶλλον ὁ κρίνων ἢ ὁ κρινόμενος κατέπτηξεν· ὁρῶν δὲ καὶ τὴν μετὰ πεποιθήσεως αὐτοῦ νῦν ἀπόδυσιν, πάντα πειράζειν ἐσπούδαζε, βουλόμενος γνῶναι, ὃ πρότερον οὐκ ἠδυ νήθη, πειράζων αὐτὸν ἐν τῷ ὄρει, μαθεῖν, εἰ οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Τότε καταισχυνθεὶς, ἐτήρει τὸν τοῦ θανάτου καιρόν· νομίζων, ὅτι ἐν ᾧ πάντας καταδεδουλώκει, δύνασθαι καὶ ἐν τῷ θανάτῳ τοῦτον πειράσαι. Γέγραπται γὰρ παρὰ τῷ Λουκᾷ, ὅτι συν τελέσας πάντα πειρασμὸν ὁ διάβολος, ἀπέστη ἀπ' αὐ τοῦ ἄχρι καιροῦ. Οὗτος δέ ἐστιν ἐκεῖνος ὁ καιρὸς, ἐν ᾧ καὶ αὐτὸς ὁ πολέμιος ἐγίνωσκεν ἑαυτὸν καταπα τηθήσεσθαι ὑπὸ πάντων, εἰ καὶ τούτου διαπέσοι· μόνον γὰρ τοῦτο
8