Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς ∆αβιτικῆς τιμῆς. Αὐτῷ γὰρ ἀπέκειτο τοῦ ∆αβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἔφθανεν αὐτὴ, ἐπὶ μάρ τυρι τῷ Ἰακὼβ λέγοντι· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Καὶ γυμνοῦντες δὲ τὸν Κύριον, καὶ τύπτοντες αὐτὸν, οὐκ ᾔδεισαν ἐκδιδυσκόμενοι παρ' αὐτοῦ, καὶ κοπετὸν καθ' ἑαυτῶν παροξύνοντες· λέγει γὰρ αὐτὸς ὁ Κύ ριος· «Ἀφελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνια, τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς·» καὶ πάλιν· «Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδητος, καὶ γυμνή· ποιήσεται κοπετὸν ὡς δρα κόντων, καὶ πένθος ὡς θυγατέρων σειρήνων.» Καὶ ποιοῦντες ἐπιβληθῆναι χλαμύδα κοκκίνην, οὐκ ἔβλε πον καθ' ἑαυτῶν τὴν κατηγορίαν τοῦ Πνεύματος πληροῦντες, ὅτι «Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Χαίροντες δὲ καὶ ἐπὶ τῷ περικεῖσθαι ἀκάνθας τὸν Σωτῆρα, ἐτύφλωττον, καθ' ἑαυτῶν αὐτὰς περι τιθέντες. Γέγραπται γάρ· «Ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μασθῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος, καὶ ἀπὸ ἀμπέλου γενήματος. Ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα, καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται.» Ἐχλεύα 28.244 ζον τὸν Κύριον, ὡς Υἱὸν Θεοῦ, καὶ οὐκ ἔβλεπον ἀπο βαλλόμενοι τὴν υἱοθεσίαν, ὡς αὐτὸς διαμαρτύρεται λέγων· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν·» καὶ, «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Ἐπότιζον αὐτὸν ὄξος καὶ χολὴν, ἀλλὰ καὶ τοῦτο σφό δρα τυφλὸν κατ' αὐτῶν. Ὁ μὲν γὰρ Θεὸς ἄμπελον ἐξ Αἰγύπτου μετῆρε, καὶ κατεφύτευσεν αὐτὴν, καὶ περιέμενε τοῦ λαβεῖν παρ' αὐτῶν τὸν καρπὸν, στα φυλὴν καὶ οἶνον· οἱ δὲ ἄφρονες, ἀντὶ οἴνου ὄξος, ἀντὶ δὲ σταφυλῆς χολὴν ἐπεδίδουν, γνώρισμα τῆς κατὰ Σοδομίτας αὐτῶν κακίας ἐμφαίνοντες· καὶ γὰρ αὐ τῶν ἡ σταφυλὴ χολή ἐστι, κατὰ τὰ ἐν τῷ ∆ευτερονο μίῳ γεγραμμένα. ∆ιὰ τοῦτο γὰρ ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν, εἰδὼς τὸν παρ' αὐτῶν ἐσόμενον τοιοῦτον καρ πὸν, προέλεγεν αὐτοῖς τὴν παραβολὴν τοῦ ἀμπελῶ νος, καὶ ὅτι ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Πρὸς τούτοις διήρουν τὰ ἱμάτια τοῖς δημίοις, οὐχ ὁρῶντες τὸν κατ' αὐτῶν ἐν τοῖς ἔθνεσι γιγνόμενον μερισμόν· φησὶ γὰρ ὁ προφήτης· «Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσεται τὰ σκύλα σου ἐν σοί. Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη εἰς πόλεμον εἰς Ἱερουσαλὴμ, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται·» καὶ πάλιν· «Νῦν καταφάγεται ἡ ἐρυσίβη τοὺς κλήρους αὐτῶν·» καὶ καθὼς ὁ Μι χαίας φησί· «Τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ' ὑμᾶς παραβολὴ, καὶ θρηνήσεται θρῆνος ἐμμεεὶ λέ γων· Ταλαιπωρίᾳ ἐταλαιπώρησε μερὶς λαοῦ μου, κατε μετρήθη ἐν σχοινίῳ, οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ὑμῶν διεμετρήθησαν.» Καὶ συνελόντι φράσαι, τολμήσαντες κατὰ τοῦ Κυρίου, καθ' ἑαυτῶν τὴν ἡμέραν προσεκαλέσαντο, ἣν προ έλεγε καὶ ὁ προφήτης· «Ἡμέρα γὰρ κρίσεως Κυ ρίου, ἀνταποδόσεως κρίσεως Σιών. Καὶ στραφήσον ται αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον. Καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη νυ κτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω. Αὕτη εἰς γενεὰν ἐρημωθήσεται, καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις, καὶ κόρακες. Καὶ ἐπι βληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. Οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· καὶ οἱ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. Καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῆς ἀκάνθινα ξύλα, καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς. Καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν, καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις, καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον. Ἐκεῖ ἀναπαύσονται
20