τὰ γινόμενα, ἀλλ' ὅτι γίνεσθαι μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ γὰρ καθ' ὑπόθεσιν μὴ προαπήγγελλον οἱ προ φῆται, ἀλλὰ τῶν Ἰουδαίων ἦν ἡ προαίρεσις, ὥστε πράττειν ταῦτα. Καὶ ὅλως οἱ ἅγιοι οὐκ ἀναγκαστικοὶ τῶν γιγνομένων εἰσίν· ἀλλὰ τὴν προαίρεσιν τῶν πραττόντων προβλέποντες σημαίνουσι. Καὶ ὥσπερ οἱ ἀνασκευάζοντες ἔλεγον· Ἆρον τὸν λόγον τοῦ προ φήτου, καὶ πάντως οἱ Ἰουδαῖοι πιστεύσουσιν· οὕτως φαίην ἂν κἀγώ· Ἆρον τὰς πράξεις τῶν Ἰουδαίων, καὶ πάντως οὐ προεφήτευε ἂν περὶ αὐτῶν ὁ Ἡσαΐας τοιαῦτα. Ἐὰν τοίνυν ὁ Ἰωάννης λέγῃ· «Οὐκ ἐπίστευον εἰς αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα πληρωθῇ ὁ λόγος Ἡσαΐου,» μὴ τῷ λόγῳ τοῦ προφήτου τὴν αἰτίαν δῷς τῆς ἀπι στίας αὐτῶν, ἀλλὰ τῇ πράξει αὐτῶν τῶν Ἰουδαίων. Ἃ γὰρ οὗτοι νῦν ἔπραττον, ταῦτα προέβλεπεν ὁ προ φήτης ἐκ πολλοῦ· καὶ ἔδει τοῦτον μὴ ψεύσασθαι, ἀλλὰ γνωσθῆναι, ὅτι τὰ νῦν γινόμενα προεώρακεν ἀληθῶς. Ἵνα γὰρ ὁ λόγος αὐτοῦ ἀληθὴς τοῖς μετὰ ταῦτα φανῇ, ἠλέγχθησαν ἄπιστοι καὶ κρυπτόμενοι. Ἦσαν μὲν γὰρ τῇ προαιρέσει φαῦλοι· ἐπειδὴ δὲ ἔκρυπτον αὐτῶν τὴν ἀπιστίαν, ὁ λόγος ἔλεγχος γέ γονεν αὐτῶν. ∆ιὰ τοῦτο γοῦν οὐκ ἐπίστευον, ὅτι ἤλεγχεν αὐτοὺς ὁ λόγος κρυπτομένους; Καὶ ἐὰν λέγῃ πάλιν· Οὐκ ἠδύναντο πιστεύειν οἱ Ἰουδαῖοι, ὅτι γέγραπται τὰ κατ' αὐτῶν· μὴ τὸ ἀδύνατον τῇ προαιρέσει τῶν πραττόντων δῷς. Ἐδύναντο γὰρ καὶ μεταβάλλεσθαι· ἀλλὰ τὸ ἀδύνατον τὸ μὴ ψεύσα σθαι τὸν προφήτην. Ἐπειδὴ γὰρ ἀληθῶς ἑώρακε, διὰ τοῦτο ἀδύνατον ἦν σφαλῆναι αὐτόν. Οὐ γὰρ ἄλλως ἑώρακεν, ἢ ὡς γέγονε, καὶ ἐφάνησαν ἄπιστοι. Οὕτως καὶ τὸ κατὰ τὴν Παρθένον πεπλήρωται θαῦμα, καὶ τὸ κατὰ Ἰωάννην ἀπέβη σήμερον, καὶ πάντα τὰ προγεγραμμένα πεπλήρωται. Οὐδὲ γὰρ ἐπειδὴ γέ γραπται, διὰ τοῦτο καὶ ἀπέβαινον, ἀλλ' ὅτι ἐγίγνετο πάντως, διὰ τοῦτο καὶ προελέχθη. Οὕτως καὶ τὸ κατὰ τὸν μερισμὸν νῦν τῶν ἱματίων γέγονε· καὶ ὡς γέγο νεν, οὕτως καὶ προεωρᾶτο· καὶ ὡς προεσημάνθη καὶ προαπηγγέλθη, οὕτως καὶ πεπλήρωται καὶ πέ πρακται. Γέγραπται δὲ οὕτω· «Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ματθαῖος μὲν οὖν μετὰ τῶν ἄλλων εὐαγγελιστῶν ἁπλούστερον τὸν με ρισμὸν γεγενῆσθαί φησι· ὁ δὲ Ἰωάννης καὶ τὴν 28.204 ποιότητα τοῦ μερισμοῦ, καὶ τὴν αἰτίαν τοῦ γεγενη μένου κλήρου διηγεῖται λέγων οὕτως· «Οἱ οὖν στρα τιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμά τια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρα τιώτῃ μέρος. Τὸν δὲ χιτῶνα, ἐπεὶ ἦν ἄῤῥαφος ἐκ τῶν ἄνω ὑφαντὸς διόλου, εἶπον πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ Γραφὴ πληρωθῇ· ∆ιεμερίσαντο τὰ ἱμά τιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἴσως τις τούτων ἀκούων ἐρυθριᾷ· ἴσως τις ὁρῶν τὸν Κύριον παιζόμενον, καὶ ἀπαγόμενον, καὶ τυπτόμενον, αἰσχύνεται· ἴσως νῦν τις ὁρῶν τὸν Κύ ριον, καὶ Σωτῆρα, καὶ βασιλέα τοῦ παντὸς κρινό μενον ὑπὸ Πιλάτου, καὶ σταυρούμενον ὑπὸ Ἰουδαίων, δυσωπεῖται, καὶ κάτω τὸν ὀφθαλμὸν ἔχει. Οὐδὲ γὰρ οὐδὲ ἥλιος ἤνεγκε τὴν θέαν ἰδεῖν, ἀλλ' ἐσκοτί ζετο ὅλος, ἵνα καὶ τοὺς ἄλλων ὀφθαλμοὺς ἀπο στρέψῃ· καὶ οὐκ ἐφρόντιζεν ἔτι τῆς ἐντολῆς τοῦ φαίνειν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ παραβαίνειν ἐτόλμα λοιπὸν, ὁρῶν τὸν ἐντειλάμενον αὐτῷ ∆εσπό την ὑπὸ ἀνθρώπων πάσχοντα. Ἀλλ' ἐὰν τὴν αἰτίαν μάθωμεν, καὶ διὰ τί πέπονθεν ἴδωμεν, οὐκέτι ἐρυ θριῶμεν, ἀλλὰ θαυμάζομεν τὴν ἀγαθότητα καὶ τὴν φιλανθρωπίαν αὐτοῦ· καὶ καυχησόμεθα δὲ καὶ ἡμεῖς, ὡς ὁ Παῦλος, ἐν τῷ σταυρῷ· ὅτι οὐκ αὐτὸς ὁ Κύριος δι' ἑαυτὸν, ἀλλ' ἡμεῖς ἐν ἐκείνῳ πάσχοντες ἦμεν. Τῶν μὲν γὰρ ἀνθρώπων ἡ ἁμαρτία πολλή τις ἦν, καὶ πᾶσαν τὴν οἰκουμένην προκατειλήφει τοῦτο τὸ κακὸν, μέγα μὲν
6