μετὰ τριήμερον κατασκαφῆναι τὴν Νινευΐ· ἀλλ' ὅτι τρεῖς ἡμέρας ὑμῶν ἀνέξομαι· ἵνα ἐν τῇ ἀνοχῇ τῶν τριῶν ἡμερῶν, ἐξουσίαν ἔχωσι μετα νοῆσαι, ἢ τὴν μετὰ ταῦτα ὀργὴν ἐκλέξασθαι. Τί γάρ φησιν ὁ προφήτης; «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται.» Οὐκ εἶπε· Μετὰ τρεῖς ἡμέρας καταστραφήσεται· εἰ γὰρ ἂν, ἐγεγόνει πάντως· ἀλλ' «Ἔτι τρεῖς ἡμέραι, καὶ καταστραφήσεται·» ἵν' ἐν μὲν τῷ, «ἔτι,» λέγεσθαι, τὴν ἀνοχὴν ἐννοῶμεν τοῦ Θεοῦ, ἐν δὲ τῇ κατασκαφῇ τὴν μετὰ τὴν ἀνοχὴν, εἰ μὴ μετανοήσαιεν, γενησομένην ὀργήν. Ἐπεὶ εἰ μὴ τοῦτον εἶχε τὸν τρόπον, καὶ μετανοίας χάριν τῶν ἀνθρώπων ὑπερέθετο τὰς τρεῖς ἡμέρας, τί τὸν Θεὸν ἐκώλυε καὶ παραυτὰ τὴν Νινευῒ ἀπολέσαι; Ἀσθένεια; Ἄπαγε! μηδὲ εἰς νοῦν ποτε τοῦτο τὸν ἡμέτερον ἔλ θοι. Κύριος γὰρ τῶν δυνάμεων καὶ ἰσχυρὸς καὶ δυνα τός ἐστιν ὁ Θεός. Ἀλλ' ἄγνοια τῶν πράξεων ἐκείνων; μηδὲ τοῦτο λεγέσθω· οἶδε γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Τί οὖν ὑπολείπεται νοεῖν ἢ μακροθυμίαν καὶ φιλανθρωπίαν τοῦ ∆εσπότου; ἣν καὶ ὁ προφήτης ἐπ ιστάμενος, ἔφευγε μὲν ἀποστελλόμενος τὸ πρῶτον, τὸ δεύτερον δὲ ἀπολογούμενός φησιν· «Ὦ Κύριε, οὐχ οὗ τοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ἔγνων, ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυ έλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.» Ἔφυγε δὲ Ἰωνᾶς, οὐχ ὡς ἀντιλέγων τῷ Θεῷ· καὶ ἐλυπεῖτο, οὐχ ὡς ἐπὶ τῇ ἀπωλείᾳ τῶν Νινευϊτῶν χαίρων· ἀλλὰ τοῦτο ἐποίει διὰ τὴν Νινευϊτῶν κηδεμονίαν. Ἐφοβεῖτο γὰρ μὴ ἀβέβαιος παρ' αὐτοῖς νομισθῇ, καὶ λοιπὸν ἄρξων ται μηκέτι προφήταις πιστεύειν, ἀλλὰ ἄπιστος παρ' αὐτοῖς ὁ προφητικὸς λόγος γένηται. ∆ιὰ τοῦτο γοῦν καὶ ἠθύμησεν, ἵνα ἐλεγχθῇ παρὰ τοῦ ∆εσπότου, καὶ φανερὸν τοῖς Νινευΐταις ἐκεῖ πᾶσι γένηται, ὅτι οὐ διὰ τὸ ψεύσασθαι τὸν προφήτην, ἀλλὰ διὰ φιλαν θρωπίαν τοῦ Θεοῦ συγκεχώρηται τοῖς Νινευΐταις. Ἤδει γὰρ ἐν τῇ «ἔτι» λέξει σημαινομένην μακροθυμίαν. Καὶ τοῦτο τῆς θείας Γραφῆς ἐστι τὸ ἔθος. Ὅταν γὰρ τὴν ἑαυτοῦ μακροθυμίαν σημαίνειν ἐθέλῃ ὁ Θεὸς, διὰ τῆς λέξεως τῆς, «ἔτι,» ταύτην ἀπαγγέλλει· ὡς ἐὰν λέγῃ διὰ μὲν τοῦ Ἡσαΐου· «Τί ἔτι ποιήσω τῷ ἀμ πελῶνί μου, καὶ οὐκ ἐποίησα;» διὰ δὲ τοῦ Ἱε ρεμίου· «∆ιὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος.» Ἐν δὲ τῷ λέγειν, «ἔτι,» δείκνυσι τὴν ἑαυ 28.197 τοῦ ἀγαθότητα καὶ ἀνοχήν. Λέγει γάρ· «∆ιέλθετε νήσους Χετιεὶμ, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ ἴδετε.» Εἰ τοίνυν μὴ μακροθυμεῖν ἤθελεν, οὐδὲ παρ αινέσεις αὐτοῖς ἐδίδου· ὥστε διελθεῖν, καὶ διελθόντας μαθεῖν ἐκ τῶν ἐναντίων τὴν πρὸς τὸ καλὸν σύγκρισιν. Ἀμέλει ὅταν μηκέτι μακροθυμίαν, ἀλλ' ὀργὴν ἡ πρᾶξις ἑκάστου προσκαλεῖται, λοιπὸν ἀπο φαίνεται λέγων· «Οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας ὑμῶν.» ∆ιὰ δὲ τοῦ ὧδε, «οὐκέτι,» ῥήματος σημαι νομένου, δείκνυσι φανερῶς τὴν περὶ τῶν Νινευϊτῶν δηλουμένην διὰ τοῦ, «ἔτι,» μακροθυμίαν, καὶ τοῦ λόγου τὴν ἀλήθειαν. Ἀδύνατον γὰρ ἦν μὴ ἀλη θεῦσαι τὸν Θεὸν λέγοντα, καὶ μόνον βουλόμενον. ∆ιὰ τοῦτο τῷ Ἀβραὰμ ἐπαγγειλάμενος, οὐκ ἐψεύσατο, ἀλλὰ καὶ τὸν υἱὸν ἐχαρίζετο· καὶ τὸν λαὸν ἐξήγαγεν ἐκ τῆς Αἰγύπτου διὰ τοῦ ἱεροφάντου Μωσέως. Καὶ τὸν μὲν Ἰσαὰκ ἐπληροφόρει τῇ ὑποσχέσει, καὶ πατέρα τοῦ τον ἐποίει τῶν δύο λαῶν· τῷ δὲ Ἰακὼβ ἐπαγγειλά μενος ἐδείκνυε τὸν Ἰωσήφ. Καὶ τῷ μὲν πιστοτάτῳ Μωσεῖ ἐδίδου τῶν λεγομένων τὴν πίστιν διὰ τῶν συμ βαινόντων τῷ Φαραώ· τῷ δὲ ∆αβὶδ ἐπαγγει λάμενος, ἀπεδίδου τὴν ὑπόσχεσιν διὰ Σολομῶντος· λέγω δὴ τὴν τοῦ ναοῦ οἰκοδομήν. Καὶ τί μοι χρεία πολλῶν; Οὐδέν ἐστιν, ὃ λέγει ὁ Θεὸς, καὶ ἀπλήρωτον τοῦτο μένει. Κἂν παραυτίκα τις ὀλιγωρῇ ζητῶν τὸν λόγον, ἀλλὰ τῷ χρόνῳ τὴν ἀπόδοσιν ἡ ὑπόσχεσις ἔχει, καὶ τῷ χρόνῳ πάντως ἡ ἐπαγγελία πληροῦται. Ἰδοὺ γὰρ καὶ τὰ πρὸ πολλοῦ λεχθέντα ὑπὸ τοῦ Κυρίου καὶ τὰ πρὸ πολλῶν εἰρη μένα χρόνων νῦν ἐν τοῖς Εὐαγγελίοις ὁρῶμεν πληρού μενα. Ἡσαΐας μὲν γὰρ προεφήτευσεν ἐξ ἀπειρογά μου γυναικὸς τεχθήσεσθαι
4