αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. ∆ιὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως περὶ αὐτοῦ μάθῃ, μηδὲ τολμήσῃ προσελθεῖν, εἰδὼς τὴν ἀπρόσιτον καὶ θείαν αὐτοῦ δύναμιν. Ὁ δὲ Κύριος, θεωρῶν αὐτοῦ τὴν πανουρ γίαν, ὅτι οὐ τιμῇ τῇ πρὸς αὐτὸν, ἀλλὰ τῆς τῶν ἀνθρώπων χάριν δουλείας ἐθήρευε τοῦτο, ἵνα τυραννεύῃ κατὰ πάντων, ὑπέκρυπτε τὴν ἑαυτοῦ θεότητα, καὶ ὡς ἄνθρωπος ἐπολιτεύετο· ἵνα, ὡς Θεῷ μὴ προσελθὼν, ἀπαθὴς ἀπέλθῃ, ἀλλ' ὡς ἀνθρώπου κα ταφρονήσας, προσέλθῃ, καὶ λοιπὸν ὑπὸ ἀνθρώπων ἄρξηται καταπαίζεσθαι. Καὶ ὥσπερ ἄν τις, τὸν ἀν τίπαλον αὐτοῦ θεωρῶν καταπτήσσοντα, καὶ διὰ τοῦτο ἀποφεύγοντα λοιπὸν, ἀσθένειαν σχηματίζοιτο 28.212 πρὸς τὴν ἐκείνου πρόσκλησιν· εἶτα ἐκεῖνος ὁ φεύ γων, πρὸς τὴν σχηματισθεῖσαν ἀσθένειαν ἀποβλέ πων, θαῤῥήσας προσέλθοι, καὶ ὁ γενναῖος παλαιστὴς τῇ ἀσθενείᾳ προσκαλεσάμενος, τῇ ἑαυτοῦ δυνάμει νικήσει· οὕτω καὶ ὁ Κύριος ἀνθρωπίνῃ ἀσθενείᾳ προσκαλεσάμενος, τῇ ἑαυτοῦ δυνάμει ἐνίσχυσε τὸν ἄνθρωπον κατὰ τοῦ ἐχθροῦ. ∆ιὰ τοῦτο παρὰ τὸν καιρὸν τοῦ θανάτου καὶ ἀδημονεῖ, καὶ περίλυπος ἤρξατο γίνεσθαι· καὶ ἐδέετο παρελθεῖν ἐκεῖνο τὸ πο τήριον, καὶ ἐβόα· «Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής·» ἵνα ὁ ἀντίδικος ἡμῶν, ὡς ἀνθρώπῳ προσελθὼν, πειραθῇ θείας δυνάμεως. Τούτοις γοῦν ὑπαχθεὶς ὁ ἄθλιος, ἐπαίχθη καὶ προσῆλθε τῷ Κυρίῳ, Εἶτα, θεωρῶν τὴν ἀνδρείαν αὐ τοῦ, κατέπτησσε· θεωρῶν δὲ καὶ τὴν τοῦ σώματος ἀσθένειαν, πάλιν ἐτόλμα· καὶ λοιπὸν ἦν ἰδεῖν τὸν μὲν διάβολον σὺν ὅλῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ ταῖς ἀρχαῖς, καὶ ταῖς ἐξουσίαις αὐτοῦ φεύγοντα· τὸν δὲ Κύριον ἀνθρωπίνοις ὅπλοις διώκοντα τὴν διαβολικὴν φά λαγγα. Οὐ γὰρ πολὺ γέγονε τὸ διάστημα, καὶ πάντων ἐσκύλευσε τὸν ἐχθρόν· ὅτε καταισχυνθεὶς λοιπὸν δι' ἑαυτοῦ ἐκίνει πάντα κατὰ τοῦ Κυρίου· Ἰουδαίους μὲν, ἵνα συσκευάσωνται, Πιλᾶτον δὲ ἵνα κατακρίνῃ· τοὺς δὲ στρατιώτας, ἵνα παίζωσι κατ' αὐτοῦ· ἀλλὰ καὶ τοῦτο ἠγνόει καθ' ἑαυτοῦ ποιῶν· τυφλὸν γὰρ ἡ κακία, καὶ ἀπροόρατον ἡ πονηρία· καθ' ἑαυτῆς τὰς χεῖρας ἀκονῶσα ἠγνόει. Οἷον γὰρ εἴ τις ὄφεως τῇ χειρὶ ἐπιλάβοιτο, καὶ θέλων καὶ ἑτέρῳ ῥῖψαι, πάντως αὐτὸς ἐδάχθη· ἢ καὶ πῦρ τῇ χειρὶ κρατῶν, καὶ θέλων τὸν ἐχθρὸν ἀδικῆσαι, οὐκ οἶδεν, ὅτι πάντως αὐτὸς κα τακαίεται· οὕτως ἡ κακία κατὰ τῶν χρωμένων αὐτῇ στρατεύεται, καὶ μᾶλλον ἀδικεῖ τοὺς κατέχοντας ἢ πρὸς οὓς ἂν αὐτὴν ἀποστεῖλαι θέλωσιν. Οὕτως ὁ Φαραὼ, θέλων καταλαβεῖν, κατελήφθη· καὶ ἀρξάμε νος διώκειν, κατεδιώχθη· καὶ ἀποκτεῖναι θελήσας, κατεποντίσθη. Οὕτως ὁ Γολιὰθ, ἐν οἷς ἐπῄρετο, ἐν τούτοις ἀπετμήθη, καὶ σκυλεῦσαι θέλων, ἐσκυλεύθη. Τοῦτον τὸν τρόπον πέπονθε καὶ ὁ ἄθλιος διάβολος· πειράσαι γὰρ θέλων, ἐπειράσθη, καὶ κινῶν τοὺς στρα τιώτας, μᾶλλον δὲ αὐτὸς ἐν τοῖς δημίοις κινούμενος, καθ' ἑαυτοῦ πάντα ἐνήργει. Ἄρτι γὰρ ἐσκυλεύετο, καὶ ἀφανὴς ἦν τοῖς ἀνθρώποις ἡ νίκη· ἀλλ' εἰς φανερὸν αὐτὴν ἤνεγκε, καὶ ἄκων ὁ ἄθλιος· ὡς γὰρ ἀπεδύσατο ὁ Κύριος, καὶ γέγονε τὸ γενόμενον ἀοράτως κατὰ τοῦ διαβόλου τρόπαιον, ἵνα καὶ τοῦτο φανερὸν γένηται, εὐθέως μὲν ἐνέδυσαν αὐτὸν, ὡς μὲν Ἰωάννης λέγει, πορφύραν, ὡς δὲ Ματθαῖος καὶ Μάρκος, χλα μύδα κοκκίνην, καὶ στέφανον ἐξ ἀκανθῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ χεῖρα ἐδίδουν· καὶ οὕτω προσάγοντες, ἐγονυπέτουν αὐτῷ. Θαῦμα καινὸν καὶ παράδοξον, καὶ νίκης ἀλη 28.213 θῶς μεγάλης γνώρισμα! ὃν γὰρ ὡς ἄνθρωπον ἔκριναν, τοῦτον ἀποθνήσκοντα λοιπὸν ὡς Θεὸν προσεκύ νουν· καὶ ὃν ἐξουθένουν ὡς εὐτελῆ, τοῦτον ὁμολόγουν βασιλέα· καὶ ἀφ' οὗ τὰ τυχόντα ἱμάτια ἦραν, τούτῳ πορφύραν περιετίθουν· καὶ ὃν οὐκ εἰδότες ὕβριζον, τοῦτον προφήτην καὶ ἄκοντες προσηγόρευον· καὶ ὃν ἔπαιζον τύπτοντες, τούτῳ τὰ νικητήρια ἀπεδίδουν, τὴν κοκκίνην χλαμύδα, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον, καὶ τὸν κάλαμον. Εἰ γὰρ καὶ ὡς ὑβρίζοντες ἐποίουν ταῦτα, ἀλλ' ἠγνόουν, ὅτι καὶ ἄκοντες
9