Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθηταῖς. ἀλλὰ πῶς, φησίν, οὐκ ἐπιγινώσκετε ὅτι ἐν ὑμῖν ὁ Χριστός, ὃς καὶ χαρίσμασι διαφόροις ἐπλούτισεν ὑμᾶς; ἢ διὰ τῶν πράξεων ὑμῶν ἀδοκίμους ἑαυτοὺς παραστήσαντες καὶ τούτων ἐξεπέσετε; τοῦτο δὲ ἵνα εἴπῃ ὅτι, εἰ ὑμεῖς χαρίσματα καὶ ἰσχὺν κατὰ πνευμάτων ἀκαθάρτων ἐλάβετε καὶ 604 ἔχετε, εἰ μὴ ἀδοκίμους ἑαυτοὺς παρασκευάσαντες τούτων ἐστερήθητε, οὐχὶ ἐγὼ πολλῷ μᾶλλον ἐξουσίαν ἔχω κατὰ τῶν τὰ θελήματα τῶν ἀκαθάρτων δαιμόνων ἐπιτελεῖν αἱρουμένων, οἵτινές ἐστε ὑμεῖς; Ἢ καὶ οὕτως· ἐν ἐμοὶ δοκιμὴν ζητεῖτε; ἑαυτοὺς πειράζετε ἐπιπληκτικῶς , ἑαυτοὺς δοκιμάζετε εἰ ἐστὲ ἐν τῇ πίστει. ὡς γὰρ ἔοικεν, καὶ ταύτης ἐξέστητε, ἐπεὶ οὐκ ἂν δοκιμὴν ἐπεζητεῖτε. εἶτα ὥσπερ λεαίνων τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως· ἢ οὐκ ἐπιγινώσκετε, φησίν, ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν; ἀντὶ τοῦ ἐγὼ οὕτως ὑμᾶς ἐπιγινώσκω ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ δὲ αὐτοὶ τοῦτο ἀγνοεῖτε, ὑμῶν ἄρα τὸ ἔγκλημα. οὐκοῦν ἀδοκίμους ἑαυτοὺς ἀπειργάσασθε. ἅμα δὲ καὶ ἐντρέπει ὡς εἰ ἐγὼ τὸν Χριστὸν ἐν ὑμῖν εἶναι γινώσκω, εἰ μὴ ἀδόκιμοι γεγόνατε, πῶς αὐτοὶ ἔτι δοκιμὴν αὐτοῦ ἐν ἐμοὶ ζητεῖτε; καὶ δῆλον ὅτι τριχῶς ἐστιν ἐκλαβεῖν τὸ χωρίον· κατὰ συμβουλὴν καὶ παραίνεσιν ὥσπερ ἕτεροι, κατὰ ἐπαπόρησιν καὶ ἔλεγχον, κατὰ ἐπιτίμησιν καὶ ἐπίπληξιν ὡς νῦν ἔκκειται. 2 Kor 13,7 Εὔχομαι δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν. πῶς οὖν καὶ ἐλπίζεις δόκιμος ὀφθῆναι, καὶ πάλιν εὔχεσαι μὴ γενέσθαι; εὔχομαι μὲν βελτιωθῆναι ὑμᾶς καὶ μὴ δεηθῆναί με τῆς ἐφ' ὑμᾶς τιμωρίας μηδὲ δόκιμον ἐν ταύτῃ δειχθῆναι. τοῦτο εὔχομαι, ἐν τούτῳ χαίρω. εἰ δὲ ἐπιμένετε τῇ ἁμαρτίᾳ καταφρονοῦντες τῆς τιμωρίας, ἀνιώμενος μὲν καὶ βαρυθυμῶν ὅμως τιμωρήσομαι· ῥᾴδιον γάρ μοι τὸ ἐλπίζειν τοῦτο. 2 Kor 13,11 Χαίρετε μαθόντες ὅτι ἅπερ ἠπείλησα, οὐχ ἵνα ποιήσω ἠπείλησα, οὐδὲ θέλω τοῦτο, ἀλλὰ καὶ ἀπεύχομαι γενέσθαι. ἠπείλησα δὲ ἵνα διορθωθέντες μηδὲν ἀνιαρὸν πάθητε. διὸ χαίρετε. Καταρτίζεσθε, οἱονεὶ ἐν ἀρετῇ τελειοῦσθε καὶ τἄλλα πράττετε· ταῦτα γὰρ ὑμῶν κατορθούντων οὐ μόνον οὐδὲν δεινὸν πείσεσθε, ἀλλὰ καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.