Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς αὐτῆς ἁρπαγῆς ἐτίθει, οὐκ ἂν ἦν τοῦτο περιττολογία· παράδοξον γὰρ καὶ ὑπερφυὲς ἀναγγέλλων πρᾶγμα τὸν τρόπον ἀγνοεῖν διατείνεται μετ' ἐπιμονῆς. Ἁρπαγέντα τὸν τοιοῦτον, οὐχὶ ἕως τοῦ τρίτου τοῦ ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρος, ὥς τινες ἐφαντάσθησαν, ἀλλ' ἕως τρίτου οὐρανοῦ. 2 Kor 12,6-7 Καλῶς φησιν· οὐκ ἔσομαι ἄφρων· οὐ γάρ ἐστιν ἄφρονος τὸ ἐπὶ σωτηρίᾳ καὶ ὠφελείᾳ ψυχῶν καὶ ἀνάγκης ἐπικειμένης τὴν παρὰ θεοῦ 602 παρασχεθεῖσαν αὐτῷ χάριν ἀνακηρύττειν, μᾶλλον δὲ καὶ λίαν ἔμφρονος καὶ φιλανθρώπου τὸ παριδεῖν καὶ ὑποψίαν οἰήσεως ἕνεκεν σωτηρίας ἀνθρώπων. Τὸ καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων πρὸς τὸ ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου ἐξακουστέον. Ἄγγελος μὲν σατᾶν ὁ ὑπηρετούμενος τῷ ἀντικειμένῳ δαίμονι ἄνθρωπος, σκόλοψ δὲ οὓς οἱ τοιοῦτοι πειρασμοὺς αὐτῷ καὶ θλίψεις ἐπέφερον. Καὶ τοῦτο ταπεινοφροσύνης τὸ ὁμολογῆσαι, ὅτι οὐκ ἔφερε ῥᾳδίως τὰς ἐπιβουλάς, καὶ ὅτι πολλάκις παρακαλέσας οὐκ ἤνυσεν· τὸ γὰρ τρὶς πολλάκις δηλοῖ. 2 Kor 12,11 Γέγονα ἄφρων ταῦτα εἰπών, φησίν. οὐ κατ' ἀπόφασιν δὲ τοῦτο λέγει οἶδεν γὰρ αὐτὸς μηδὲν ἄφρονος εἰπών ἀλλὰ τοῦτό φησιν ὡς κατ' ἐρώτησιν καὶ ἐπαπόρησιν πρὸς αὐτούς, οἷον· ἆρα ταῦτα διεξελθὼν ἄφρων ὑμῖν ἔδοξα; καὶ τούτου, φησίν, ἡ αἰτία εἰς ὑμᾶς ἀνατρέχει· αὐτοὶ γάρ με ἠναγκάσατε ψευδαποστόλους οἰκειούμενοι. Εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν. εἰ μὴ ὅτι αὐτὸς οὐκ ἐνέδωκα πάντα πράττων χάριν ὑμῶν, οὐδὲ κατωλιγώρησα ὑμῶν. μὴ τοῦτο ἡττηθῆτε; μὴ τοῦτο ἀδικίαν νομίσητε; χαρίσασθε δέ μοι τὴν ἀδικίαν ταύτην. 2 Kor 13,3 Καὶ αὐτὸ τὸ δοκιμὴν ζητεῖν ἁμάρτημα ἦν· τὸ γὰρ ἐκπειράζειν, καὶ μάλιστα μετὰ τοσαῦτα, ἀχαρίστων ἦν καὶ ἀγνωμόνων καὶ ἀβεβαίων. 2 Kor 13,4α ∆ιὰ γὰρ τὰς ἡμῶν ἁμαρτίας καὶ ἀσθενείας ὁ ἰσχυρὸς καὶ ἀναμάρτητος ἐσταύρωται. ἢ ἐξ ἀσθενείας, ὡς οἱ ἄπιστοι ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι; ἢ ἐξ ἀσθενείας, ὡς ὑμῖν ἀκόλουθον νομίσαι· εἰ γὰρ δοκιμὴν ἔτι ζητεῖτε, καὶ τὸν σταυρὸν ἄρα ἐξ ἀσθενείας νομιεῖται ὑπομεῖναι. 603 Ἐκ δυνάμεως θεοῦ, ἀντὶ τοῦ ὡς θεός, ὡς δυνατός, ὡς ἑκουσίως καὶ ἃ ἔπαθε παθών. ἢ οὕτως· εἰ καὶ ἐσταυρώθη, φησίν, ὡς τὴν παθητὴν φύσιν καὶ ἀσθενῆ ἀναλαβών, ἀλλὰ ζῇ ἐκ νεκρῶν ἀναστάς, ὡς τὴν παντοδύναμον καὶ θείαν φύσιν φέρων ἐν ἑαυτῷ. 2 Kor 13,4β Τὸ καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἢ ὅτι ἃ πάσχομεν δι' αὐτὸν πάσχομεν, ἢ ὅτι δοκοῦμεν ὑμῖν ἀσθενεῖν ἐκ τοῦ μὴ κολάζειν καὶ τιμωρεῖν ὑμᾶς. ἀλλὰ καὶ τοῦτο ἐν Χριστῷ ποιοῦμεν· αὐτὸς γὰρ ἡμᾶς ἐδίδαξεν ἀνέχεσθαι καὶ μακροθυμεῖν, ἀλλ' ὥσπερ ἀνέχεσθαι καὶ μακροθυμεῖν οὕτως ἐπὶ τῶν ἀναλγήτως ἐχόντων καὶ μὴ μεταμελομένων τὴν τιμωρητικὴν καὶ κολαστικὴν δύναμιν ἐπιδείκνυσθαι· οὕτω γὰρ καὶ αὐτὸς ποιεῖ. Ἀλλὰ ζησόμεθα σὺν αὐτῷ, τοῦτ' ἔστι δειχθησόμεθα ὑμῖν ζῶντες, οὐχ ἁπλῶς ἀλλὰ σὺν αὐτῷ τῷ Χριστῷ· καὶ οὐδὲ τοῦτο ἁπλῶς ζῶντες, ἀλλ' ἐκ τῆς δυνάμεως αὐτοῦ τὴν ζωὴν ἔχοντες, δι' ἧς καὶ αὐτὸς θάνατον πατήσας καὶ ᾅδην σκυλεύσας καὶ ἀνέστη καὶ ζῇ. αὕτη δὲ ἡ ζωὴ καὶ ἡ δύναμις δηλονότι τιμωρητική ἐστι τῶν τὰ ἔργα τοῦ πονηροῦ πραττόντων, ὥσπερ σωστικὴ τῶν μετάνοιαν ἐπιτελούντων. διὰ τοῦτο δὲ λέγει ὅτι μὴ καταφρονεῖτε ἡμῶν ὡς ὁρῶντες ἡμᾶς διωκομένους καὶ μυρία πάσχοντας· οὕτω καὶ ὁ Χριστὸς κατεφρονήθη σταυρούμενος, ἀλλ' ἀναστὰς πάντα ὅσα ἠθέλησεν ἐποίησεν. καὶ ἡμεῖς δὲ ἃ πάσχομεν δι' αὐτὸν πάσχομεν ὥστε καὶ εἰ πάσχομεν, ἐκεῖνος δὲ ζῇ καὶ δύναται, καὶ ἡμεῖς σὺν αὐτῷ, οἷον· αὐτοῦ θέλοντος καὶ ζῶμεν καὶ δυνατοί ἐσμεν ποιῆσαι ὃ βουλόμεθα εἰς ὑμᾶς, καὶ μάλιστα εἰς ὑμᾶς, ὅτι πολλὰ ἔχομεν ἀπειθούντων ὑμῶν δικαιώματα καθ' ὑμῶν. 2 Kor 13,5 Ἆρα μὴ ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει; ἆρα μὴ ἑαυτοὺς δοκιμάζετε; τὸ γὰρ ἔτι δοκιμὴν ζητεῖν τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ καὶ οὔπω ἀκριβῶς πεπεῖσθαι ὡς ἐν τῷ διδασκάλῳ λαλεῖ ὁ Χριστός, τί ἕτερόν ἐστιν ἢ καὶ ἑαυτοὺς πειράζειν εἴ ἐστε πιστοί, καὶ