Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸς συνεργεῖ, οὐδὲν ἀδύνατον. ὅρα δὲ πῶς χάριν αὐτὸ καὶ κοινωνίαν καλῶν ἐπὶ τέλει ἀνεῖπεν ὅτι ὅλους ἑαυτοὺς ἐπέδωκαν. 2 Kor 8,8 Καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων. ἀγάπης γὰρ τῆς εἰς θεόν, εἰ βούλει δὲ καὶ τῆς εἰς Παῦλον, ἐναργὴς ἀπόδειξις καὶ δοκιμὴ ἡ εἰς τοὺς πλησίον ἐλεημοσύνη. πέπεισμαι γάρ, φησί, καὶ τὸν θεὸν καὶ ἡμᾶς δι' αὐτὸν ὑφ' ὑμῶν ἀγαπᾶσθαι, ἀλλ' ἡ τελειοτέρα τῆς γνησίας ἀγάπης παράστασις καὶ βεβαίωσις διὰ τῆς εἰς τοὺς πλησίον ἐλεημοσύνης ἐμφανίζεται. 2 Kor 8,14 Ἐν τῷ νῦν καιρῷ, φησίν· ἐν γὰρ ἐκείνῳ οὐδὲν τούτων ἐπιδείκνυσθαι δύνασαι. καὶ ἄλλως δὲ ἐν τῷ νῦν καιρῷ ἐπιτέλεσον τὴν ἰσότητα· ἐν γὰρ τῷ μέλλοντι πολλαπλασίονα ἀπολήψῃ. καὶ πρόσκαιρος μὲν ἡ δοκοῦσα ζημία ἐν τῷ νῦν γὰρ καιρῷ, φησίν , διαιωνίζων δὲ ὁ ἄφατος πλοῦτος. Ἵνα καὶ τὸ ἐκείνων περίσσευμα. ἐπαινετὸν μὲν γὰρ τὸ ἐξ ἑαυτῶν ἄρξασθαι ποιεῖν νουθετηθέντας μόνον πρὸς τὸ θελῆσαι, μεῖζον δὲ τὸ καὶ αὐτὸ τὸ θελῆσαι ἐξ οἰκείας βλαστῆσαι γνώμης καὶ αὐθαίρετον ἐπιδείξασθαι. εἰ οὖν τὸ μεῖζον, φησίν, ἐπεδείξατε, καὶ τὸ ἔλαττον ἐπιτελέσατε. 2 Kor 8,18-20 Οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ. λείπει τὸ ἐστίν, ὃ δεῖ ἐπινοήσαντας κατὰ κοινοῦ ἐξακούειν καὶ ἐπὶ τῶν ἑξῆς, οἷον· οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ ἐστίν. οὐ μόνον δὲ θαυμασίως καὶ ἐπαίνου ἀξίως εὐαγγελίζεται καὶ κηρύσσει, ἀλλὰ καὶ χειροτονηθείς ἐστιν, ἀντὶ τοῦ ἀλλὰ καὶ κεχειροτονημένος ἐστίν. ὑπὸ τίνων; ὑπὸ τῶν ἐκκλησιῶν. εἰς τί; εἰς τὸ εἶναι συνέκδημος ἡμῶν ἐν τῷ κηρύγματι. εἶτα οὐ μόνον ἐν τῷ κηρύγματι κεχειροτονημένος ἐστίν δεῖ γὰρ ἀπὸ κοινοῦ καὶ τὸ οὐ μόνον ἐκλαβεῖν , ἀλλὰ καὶ ἐν τῇ χάριτι ταύτῃ καὶ ἑξῆς, τοῦτ' ἔστιν ὅτι κεχειροτονημένος ἐστὶν ὥσπερ εἰς τὸ συνέκδημος εἶναι ἡμῶν καὶ κηρύσσειν τὸ εὐαγγέλιον, οὕτως καὶ τὸ διακονεῖν τῇ ἐλεημοσύνῃ. διὰ τοῦτο ἄρα καὶ ἀπέσταλται νῦν ἐπὶ τοιαύτῃ ὑποθέσει, οἷον ἄνωθέν φησιν· εἰς τοῦτο κεχειροτόνηται ὑπὸ τῶν 597 ἐκκλησιῶν, καὶ οὐ νῦν ὑφ' ἡμῶν αὐτοσχεδιάζεται, ἀλλὰ χειροτονηθεὶς συνέκδημος ἡμῶν συνεχειροτονήθη καὶ ἐν ταύτῃ τῇ διακονουμένῃ χάριτι λειτουργεῖν καὶ ὑπηρετεῖν. 2 Kor 10,12-13 Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν. οὐ τολμῶμεν, φησίν, οὐδὲ συναριθμῆσαι ἑαυτοὺς τοῖς ἑαυτοὺς συνιστάνουσιν, οὔτε ἐν συγκρίσει τῇ πρὸς αὐτοὺς μικρόν τι διαφέρειν αὐτῶν. τολμᾶν δὲ καλεῖ καὶ τὸ γενέσθαι ὡς ἕνα ἐξ αὐτῶν καὶ τὸ ἔχειν ὅλως ὁμοιότητα πρὸς αὐτούς, τοῦ πράγματος τὸ ἄτοπον καὶ τὸ ἐβδελυγμένον αὐτῶν δεικνὺς τῷ θεῷ. διὸ οὐ τολμῶμεν, φησίν, ὅτι μεγάλη τιμωρία τοῖς τοιούτοις ἀπόκειται. τοῦτο δὲ λέγει ἅμα καὶ τοὺς Korινθίους ἐκφεύγειν παραινῶν τὸ τοιοῦτον νόσημα, καὶ ἀπὸ τούτων διασχίζων καὶ διϊστῶν αὐτούς. εἰ δὲ ἐτολμῶμεν ἑαυτοὺς συνιστάνειν ὡς κἀκεῖνοι, οὐκ ἂν οἷοι ἦμεν τῷ λόγῳ δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι ἐτυγχάνομεν καὶ παρόντες, ἀλλὰ μετεβαλλόμεθα ἂν ὧδε κἀκεῖσε, καὶ ταῖς ἐπιστολαῖς ἄλλοι καὶ ἄλλοι γινόμενοι καὶ αὐτοὶ παρόντες καὶ ταῖς χρείαις καὶ τοῖς καιροῖς συναλλοιούμενοι, καὶ νῦν μὲν κόλακες, νῦν δὲ φοβεροί, καὶ τῶν μὲν δυναστευόντων δοῦλοι ὡς τοῦ θελήματος ὑπηρέται, τῶν δὲ ταπεινῶν δεσπόται καὶ νομοθέται· ὁ γὰρ συνιστῶν ἑαυτὸν πάντα εἰς τὸ οἰκεῖον κέρδος ἀφορῶν ποιεῖ, ἀεὶ πρὸς τὸ ἑαυτοῦ συμφέρον συναλλοιούμενος καὶ συμμεταμορφούμενος. ἀλλ' οὔτε ὡς εἷς ἐξ αὐτῶν ἐσμεν, οὔτε πρὸς αὐτοὺς ἔχομεν κοινωνίαν ἢ ὁμοιότητά τινα· οὐ γὰρ τολμῶμεν τοιοῦτοι γενέσθαι. πῶς οὖν ἄλλοι ἐσμὲν ταῖς ἐπιστολαῖς ἀπόντες, ἄλλοι δὲ παρόντες; οὐ γάρ ἐστιν ἡμέτερον τοῦτο, ἀλλὰ τῶν ἑαυτοὺς συνιστανόντων. ἡμεῖς δέ τι οὐ συνιστῶμεν, ἀλλ' αὐτοὶ ἑαυτοὺς μετροῦμεν, οἷον ἀκριβολογοῦμεν, ἐξετάζομεν, αὐτὸ τὸ συνειδὸς ἐξεταστὴν ποιοῦντες, μή τι πέπρακται ὧν οὐ δεῖ, μή τι διανενόηται ἀπρεπές. καὶ αὐτοὺς συγκρίνομεν, μή τι ἄρα ἐναντίον ὧν κηρύσσομεν, ὧν ἐπηγγειλάμεθα πράττωμεν, μή τι ἀσύμφωνον τῷ προτέρῳ βίῳ. καὶ συγκρίνομεν δὲ ἑαυτοὺς οὐχὶ τοῖς συνιοῦσιν,