Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον ἐναντία τοῦ πνεύματος, τὰ δὲ οὐκ ἐναντία τοῦ πνεύματος, ἕτερα δὲ μόνον καὶ οὐχὶ τὰ αὐτὰ τοῖς πνευματικοῖς. ἐναντία μὲν οἷον δυσσέβεια, 587 ἀπιστία, κλοπή, μοιχεία καὶ τὰ ὅμοια, ἕτερα δὲ μόνον καὶ οὐκ ἐναντία, τροφή, ὕπνος, ἐγρήγορσις καὶ τὰ ὅμοια. ἐπιδεδειγμένων τοίνυν τῶν διαφορῶν τῶν κατὰ τὸ προκείμενον τέως χρησιμευουσῶν, τῶν τε πνευματικῶν καὶ τῶν σαρκικῶν, δεῖ καὶ τοῦτο προσεπιλογίσασθαι, ὅτι ὥσπερ οἷον ἀπὸ τῶν ἐπαγγελτῶν καὶ βουλευτῶν πολλὴ ἀνακύπτει διαφορά, οὕτως καὶ ἀπὸ τῶν ἐπαγγελλομένων καὶ βουλευομένων ἀνακύψουσι διαφοραί. οὗτοι γὰρ περὶ ἑνὸς ἑκάστου τῶν εἰρημένων βουλευόμενοι καὶ ἐπαγγελλόμενοι ἢ κατὰ σάρκα ἢ κατὰ πνεῦμα τὴν βουλὴν καὶ τὴν ἐπαγγελίαν ποιήσονται. ἀλλὰ περὶ μὲν τοῦ κηρύγματος ὁ Παῦλος οὔτε βουλεύσεται οὔτε ἐπαγγελίαν ποιήσεται· κηρύξει δὲ μόνον καὶ διακονήσει καθὼς καὶ ἀφώρισται καὶ ἀπέσταλται. οἱ δὲ ψευδαπόστολοι καὶ βουλεύσονται καὶ ὑποσχέσεις δώσουσιν· καὶ γὰρ δολοῦσι καὶ καπηλεύουσι τὸν λόγον τοῦ κυρίου. περὶ μέντοι τῶν ἁρμοζόντων μὲν τοῖς πιστοῖς, μὴ νομοθετηθέντων δὲ ὑπὸ Χριστοῦ, ἃ καὶ αὐτά ἐστι πνευματικά, καὶ βουλεύσεται καὶ γνωματεύσει, καθὼς καὶ προέφημεν. καὶ δῆλον ὅτι καὶ ἐκ τούτου μόνου τὸ ἄπορον λέλυται· εὕρηται γὰρ ἃ καὶ βουλεύσεται καὶ γνωματεύσει καὶ νομοθετήσει. ὅμως δὲ καὶ ἔτι ῥητέον· περὶ μὲν γὰρ τῶν σαρκικῶν ἃ καὶ ἐναντία ἐστὶ τοῦ πνεύματος βουλεύσεται, ἀλλὰ πνευματικῶς ἐπ' ἀναιρέσει καὶ φυγῇ αὐτῶν, οἱ δὲ ψευδαπόστολοι βουλεύσονται, ἀλλὰ κατὰ σάρκα ἤτοι ἀντικειμένως τῷ πνεύματι. περὶ μέντοι τῶν μὴ ἐναντίων τῷ πνεύματι σαρκικῶν, καὶ περὶ τούτων Παῦλος βουλεύσεται, ἀλλ' ὑποπιέζων ἑαυτόν, ἀλλὰ λιμῷ καὶ δίψει μαχόμενος, καὶ δηλονότι πνευματικῶς· τοὐναντίον δὲ οἱ ψευδαπόστολοι. συνελόντι δέ· κατὰ σάρκα μὲν οἷον ἐναντίως τοῦ πνεύματος οὐδαμοῦ ὁ Παῦλος βουλεύσεται, οὐδ' ἐν τισίν, κατὰ σάρκα δὲ οἷον ἑτέρως μόνον παρὰ τὴν τοῦ πνεύματος βούλησιν πολλάκις ἐβουλεύσατο, ἀλλ' οὐκ ἐν τῷ κηρύγματι ἄπαγε οὐκ ἐν τοῖς ἄλλοις πνευματικοῖς, ἀλλ' ἐν τοῖς μὴ ἐναντίοις τοῦ πνεύματος σαρκικοῖς. οὐκ ἤθελε τύπτεσθαι, καὶ ἐτύπτετο· ἀπελθεῖν ἤθελε, καὶ ἐκωλύετο· οὐκ ἤθελεν ἀσθενεῖν Τιμόθεον, καὶ ἠσθένει, καὶ μυρία ἄλλα. αὐτὸς δὲ νῦν τὸ κατὰ σάρκα ἀντὶ τοῦ αὐτεξουσίως, αὐτοδεσπότως, αὐτοκελεύστως ἐξείληφεν. σκόπει δὲ κἀκεῖνο· ὁ δὲ βεβαιῶν ὑμᾶς. 2 Kor 1,21-22 Τὸ δὲ ὁ βεβαιῶν ἡμᾶς καὶ ἑξῆς ἢ κατ' ἔλλειψίν ἐστιν εἰρημένον ὅλου λείποντος ῥητοῦ, ἢ κατ' ἔλλειψιν μόνης λέξεως τῆς τοῦ ἐστίν, οἷον ὅτι ὁ βεβαιῶν ἡμᾶς καὶ τἄλλα ποιῶν θεός ἐστιν. ἀλλ' εἰ μὲν κατ' ἔλλειψιν λέξεως, εἰς τὸ χρίσας ἡμᾶς ὑποστίζειν δεῖ, ἵνα ᾖ ἑξῆς 588 κατὰ τελείαν στιγμὴν ἐπιφερόμενον τὸ θεός, οἷον· θεός ἐστιν ὁ βεβαιῶν ἡμᾶς καὶ χρίσας ἡμᾶς καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. καὶ δῆλον ὅτι καὶ ταῦτα τὰ κῶλα τὰ ἐφεξῆς τοῦ θεὸς κατὰ τελείαν στιγμὴν ἀναγνωσθήσεται. εἰ δ' ὡς κατ' ἔλλειψιν ὅλου ῥητοῦ ἐκληφθείη, καὶ αὕτη ἡ πρώτη περίοδος ἕως τοῦ θεὸς κατὰ μέσην ἀναγνωσθήσεται, καὶ τὸ ἐφεξῆς. τὸ δὲ ἐπὶ τούτῳ ἀπορίαν ἕξει, ἆρα ὡς συνεπινοουμένου τοῦ λείποντος εἰς τελείαν, ἢ ὡς λείποντος εἰς ὑποστιγμὴν ἀποτελευτήσει. 2 Kor 1,24 Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, τοῦτ' ἔστι ἕνεκα τῆς πίστεως οὐ κυριεύομεν ὑμῶν, οἷον· οὐ διὰ τοῦτο ἐγένεσθε πιστοί, ἵνα κυριεύησθε καὶ τιμωρῆσθε ὑφ' ἡμῶν. εἰ γὰρ καὶ τοῦτο ἦν, αὐτοί, φησίν, ἐν τῇ πίστει ἑστήκατε, καὶ οὐκ ἔστι χρεία φειδοῦς ἢ τιμωρίας χάριν τῆς πίστεως. τοῦτο δὲ λέγει ἀντίθεσιν λύων δοκοῦσαν ἀνακύπτειν. ὡς γὰρ ἐνίων διαγανακτεῖν μελλόντων καὶ λεγόντων· τί λέγεις ὅτι ἐφείσω ἡμῶν; ἆρα γὰρ διὰ τοῦτο ἐπιστεύσαμεν, ἵνα ἀκούωμεν παρὰ σοῦ ὅτι ἐφείσω ἡμῶν; εἰ γὰρ μὴ ἐφείσω, τί; πάντως ἐκόλασας ἄν; βασάνοις ἐξέδωκας; ἵνα οὖν μὴ ταῦτα διαλογίσωνται, προαπαντῶν λέγει· οὐκ εἶπον τὸ φειδόμενος ὑμῶν, ὡς