Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς προειρημένοις· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι, καὶ οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν, οὐ γὰρ δεόμεθα πρὸς ὑμᾶς, φησί, συστάσεως. ἄν τε γὰρ ἐξεστηκότας τις ἡμᾶς ἐρεῖ, θεῷ ἐστι τοῦτο ἀνακείμενον καὶ τῆς ἐκεῖθεν κρίσεως δεόμενον, οὐχ ὑμῖν. ὃ καὶ ἀλλαχοῦ ἔλεγεν· ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. εἴτε οὖν, φησίν, ἐξέστημεν, θεῷ ἡ τοιαύτη κρίσις ἀνάκειται, οὐχ ὑμῖν. εἴτε τινὶ ὅλως δοκοῦμεν σωφρονεῖν, ὑμῖν μᾶλλον ὑπὲρ τοὺς 591 ἄλλους πάντας νομιστέον ὑμᾶς σωφρονεῖν· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς, φησὶν ἀλλαχοῦ, ὑμεῖς ἐστε ἐν κυρίῳ. δεῖ οὖν ὑμᾶς οὕτως περὶ ἡμῶν φρονεῖν καὶ λογίζεσθαι· οὐ μόνον δέ, ἀλλὰ καὶ πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους τὰ αὐτὰ ὑπὲρ ἡμῶν καὶ λέγειν καὶ διατείνεσθαι. 2 Kor 6,11-13 Τὸ στόμα ἡμῶν ἀνέῳγεν, ἀντὶ τοῦ εὐπορίαν ἡμῖν παρεσχήκατε τοῦ ἀνοίγειν πρὸς ὑμᾶς τὸ στόμα· ὅταν γὰρ ὁ μέν τις ἀγαπᾷ διαπύρως, οἱ δὲ οὐκ ἀνταγαπῶσιν ὁμοίως, πολλῶν δικαιωμάτων εὐπορίαν παρέχουσι πρὸς αὐτοὺς τῷ ἀγαπῶντι. ἀνέῳγεν, φησίν· τῷ γὰρ πλήθει καὶ τῇ ἰσχύϊ τῶν δικαιωμάτων καὶ ἡμῶν σιγᾶν ἐθελόντων, αὐτὸ ὅμως ὑπ' αὐτῶν ἔνδοθεν ἀναβλυζόντων καὶ ὑπερπηδώντων ἀνέῳγεν, καὶ ἀναπετάννυσι τὰ χείλη πρὸς τὸ λέγειν. καὶ λοιπὸν ἄρχεται τῶν δικαιωμάτων· ὑπεραγαπῶμεν, φησί, καὶ ἐγκαρδίους ἔχομεν καὶ πλατυνόμεθα καὶ χαίρομεν ἔχοντες, καὶ αὐτοὶ τῆς ἀγάπης ἠρξάμεθα. ὑμεῖς δὲ ὡς στενοχωρούμενοι ἐὰν δέχησθε ἡμᾶς ἐν τοῖς σπλάγχνοις ὑμῶν, οὐκ ἔχετε ἡμᾶς ἐν αὐτοῖς, ἀλλ' οὐδ' ὡς ἀντιμισθίαν πληροῦντες πρὸς τοὺς κατάρξαντας ἡμᾶς τῆς ἀγάπης στοργὴν ἐπιδείκνυσθε, ἀλλὰ καὶ τὸ βαρύτερον, μᾶλλον τῶν ἀπίστων ἢ τὴν ἡμῶν ἀγάπην τῶν ὑπεραγαπώντων ὑμᾶς προκρίνετε. ἐγὼ δὲ λέγω ὑμῖν ὡς τέκνοις· κἂν ὡς ἀντιμισθίαν καὶ ἀντάμειψιν πληροῦντες, πλατύνθητε καὶ αὐτοί, καὶ δέξασθε ἡμᾶς ὡς καὶ ἡμεῖς ὑμᾶς ἐν τοῖς σπλάγχνοις ἡμῶν, καὶ ἀγαπήσατε τῆς τῶν ἀπίστων στοργῆς ἑαυτοὺς ἐξαιροῦντες καὶ διατειχίζοντες, καθὼς κατὰ φύσιν διέστηκε καὶ διατετείχισται ἀλλήλων ἡ πίστις καὶ ἡ ἀπιστία, ἡ δικαιοσύνη καὶ ἀδικία, τὸ φῶς ἀπὸ τοῦ σκότους, ὁ Χριστὸς ἀπὸ τοῦ ἀντιχρίστου, αὐτὸς ὁ πιστὸς ἀπὸ τοῦ ἀπίστου, ὁ ναὸς τοῦ θεοῦ καὶ ὁ ναὸς τῶν εἰδώλων. εἰ οὖν τῆς δικαιοσύνης ἐστέ, τοῦ φωτός, τοῦ Χριστοῦ, πιστοί, ναὸς τοῦ θεοῦ, διάστητε καὶ διαχωρίσθητε ἀπὸ τοῦ σκότους, ἀπὸ τῆς ἀδικίας, ἀπὸ τοῦ ἀντιχρίστου· τῶν γὰρ ἀπίστων ἐστὶ ταῦτα καὶ τῶν κατασκευασάντων ἑαυτοὺς ναοὺς εἰδώλων, ὧν δεῖ ὑμᾶς κεχωρίσθαι καὶ ἀφωρισμένους εἶναι. τότε γὰρ καὶ ὁ κύριος εἰσδέξεται ὑμᾶς καὶ ἐνοικήσει ἐν ὑμῖν καὶ ἐμπεριπατήσει πάσας κατευθύνων τὰς τρίβους καὶ τὰ διαβήματα. Ἢ καὶ οὕτως· τὸ στόμα ἡμῶν ἀνέῳγεν, ἀντὶ τοῦ ἕτοιμοί ἐσμεν καὶ παρεσκευάσμεθα εἰς τὸ πάντα διδάσκειν ὑμᾶς μετὰ ἁπλότητος καὶ πλάτος καρδίας. διὸ καὶ ὑμεῖς προθύμως εἰσδέχεσθε. 592 Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, κατ' ἔλλειψιν εἴρηται· λείπει γὰρ ἢ ἐπιδείξασθε ἢ εἰσενέγκατε. δύναται ἐκληφθῆναι καὶ χωρὶς ἐλλείψεως, ἵνα ᾖ παρέλκον τὸ δέ. πολλὴ δέ ἐστι παρὰ τῷ θεσπεσίῳ Παύλῳ ἡ παρολκὴ τῶν συνδέσμων ὥσπερ καὶ ἡ ἔλλειψις. εἴη δ' ἂν κατὰ παρολκὴν τοῦ συνδέσμου τὸ ῥητὸν ἐκλαμβανόμενον τοιαύτην διάνοιαν παριστῶν· στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν. καὶ τό τε εἰς τί; εἰς τὴν αὐτὴν ἀντιμισθίαν. ἄδικον δὲ τὸ πρὸς τὴν αὐτὴν ἀντιμισθίαν στενοχωρεῖσθαι, διὸ ὡς τέκνοις λέγω· ἔτι γὰρ ὡς τέκνων τὴν ἀγάπην ἐπιζητῶ. πλατύνθητε καὶ ὑμεῖς εἰς τὴν αὐτὴν ἀντιμισθίαν, καὶ ἀγαπήσατε ἡμᾶς ὡς καὶ ἡμεῖς ὑμᾶς. 2 Kor 7,3-4 Εἰ ἐν ταῖς καρδίαις ἡμᾶς ἔχεις, εἰ οὕτως ἀγαπᾷς ὡς καὶ συναποθνήσκειν καὶ συζῆν, διὰ τί ἐλέγχεις καὶ ἐπιπλήττεις; δι' αὐτὸ τοῦτο, φησίν· ἐκ γὰρ τοῦ ὑπεραγαπᾶν πολλὴν ἔχω τὴν πρὸς ὑμᾶς παρρησίαν καὶ οὐδὲν ὑφορῶμαι σκάνδαλον, μή πως τραχύνω, μή πως εἰς ἀγανάκτησιν περιστήσω, μή πως εἰς ἀπόγνωσιν, ἢ τοὐναντίον εἰς περιφρόνησιν