Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθον ἐγὼ λυπούμενος, οἶδα ὅτι καὶ αὐτοὶ βλέποντές με λυπούμενον ἐλυπήθητε ἄν, ἐγὼ δὲ τοὐναντίον χαρᾶς εἰμι συνεργὸς ὑμῶν πνευματικῆς, ἥτις ἔσται, ἂν τοῦ λυποῦντός με ἔργου ἐξ ὑμῶν ἀρθέντος ἔλθω μετὰ χαρᾶς πρὸς ὑμᾶς· χαρήσεσθε γὰρ καὶ ὑμεῖς δι' ἐμὲ πνευματικῶς. εἶτα ὥσπερ ἐπαποροῦντός τινος· τί οὖν φεύγεις καὶ μισεῖς τὸ λυπεῖν ἡμᾶς; πάλιν ἐπάγει· οὐκ ἀεί, φησίν, ἀλλὰ τοὐναντίον ἐνίοτε καὶ διώκω καὶ στέργω αὐτό, ὅταν διὰ τοῦ λυπῆσαι ἡμᾶς κέρδος εὑρίσκω τὴν σωτηρίαν ὑμῶν. οὐκ ἀεὶ δὲ θέλω λυπεῖσθαι ὑμᾶς, ἀλλὰ διορθωθέντας μᾶλλον ἐν χαρᾷ καὶ ἀγαλλιάσει εἶναι. 2 Kor 2,2 Ἐν τῷ εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς τὸ εἰ ἀντὶ τοῦ εἴθε εἰ ληφθείη, οὐδὲν ἀσαφὲς οὐδὲ ἄπορον ἀπαντᾷ. 589 2 Kor 2,12-13 ∆είκνυσι διὰ τούτου τοῦ Τίτου τὸ χρήσιμον, ὅτι χωρὶς ἐκείνου καίτοι θύρας ἀνεῳγμένης ὅμως οὐκ εἶχεν ἄνεσιν διὰ τὸ μὴ παρεῖναι αὐτόν. τοῦτο δὲ λέγει καὶ τὸν Τίτον τοῖς Korινθίοις συνιστῶν ἔμελλε γὰρ πάλιν ἀποστέλλειν αὐτὸν πρὸς αὐτούς καὶ τὴν οἰκείαν σπουδὴν περὶ αὐτοὺς ἐνδεικνύς, ὅτι καίπερ οὕτω χρησιμεύοντος ἐν τῷ κηρύγματι καὶ ἐν πᾶσι τοῦ Τίτου, ὅμως αὐτὸς ἐκείνων τὸ συμφέρον προκρίνει. διὸ καὶ ἀπέστειλε καὶ ἀποστελεῖ αὐτὸν πολλὰ χρῄζων αὐτοῦ τῆς παρουσίας. 2 Kor 3,14 Ἐδόθη τοῖς ἐν παραδείσῳ ἐντολή, ἀλλ' ἤργησε καὶ πέπαυται καὶ οἱονεὶ κατήργηται. ἐδόθη τοῖς περὶ Νῶε, κἀκείνη ὡσαύτως ἤργησε καὶ κατέπαυσεν. ἐδόθη τοῖς περὶ Ἀβραάμ, ἀλλὰ καὶ τὰ πλεῖστα ταύτης κατήργησεν ὁ νόμος μυρίαις προσθήκαις ἀλλοιώσας καὶ τάξας ἕτερα. ἐδόθη διὰ Μωϋσέως ὁ νόμος, καταργεῖται καὶ παύεται καὶ οὗτος, οὐκ ἐφ' ᾧ ἕτερον εἰσαχθῆναι καὶ πάλιν κἀκεῖνον καταργηθῆναι, ἀλλ' ἐφ' ᾧ ἕτερον εἰσαχθῆναι τὸν εὐαγγελικὸν καὶ εἰς τὸν αἰῶνα διαμενεῖν. πάντες μὲν οὖν οἱ ἔμπροσθεν καταργήθησαν, ἀλλὰ τέλος καταργουμένου μόνος ὁ νόμος, ἐπειδὴ μετ' αὐτὸν οὐκέτι ἕτερος καταργεῖται. εἰ δὲ ὁ νόμος τέλος καταργουμένου καὶ τὸ εἰσάγον αὐτὸν πρόσωπον δηλονότι τέλος καταργουμένου, ὥσπερ καὶ ὁ τοῦ εὐαγγελίου δοτὴρ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος βασιλεύει καὶ κυριεύει. 2 Kor 4,1-2 Καὶ τὰ κρυπτὰ τῆς αἰσχύνης, φησίν, ἀπειπάμεθα, οἷον· οὐδὲν οὐδ' ἐν κρυφῇ αἰσχύνης ἄξιον διαπραττόμεθα, ἀλλὰ μὴ ἐκκακοῦντες ἐν ταῖς θλίψεσιν ὡς καὶ ὑμεῖς ὁρᾶτε, οὐδὲ κατὰ λογισμὸν ἄλλο τι διανοούμεθα αἰσχύνης ἄξιον, οἷον οὐκ ὀλιγωρίαν, οὐκ ἀμφιβολίαν, οὐ δισταγμόν, οὐκ ἀχαριστίαν, οὐκ ἄλλα τι κατὰ διάνοιαν ἀναδεχόμεθα. ἀλλ' ὥσπερ ἐν τῷ φανερῷ οὐκ ἐκκακοῦμεν, οὕτως οὐδ' ἐν τῷ κρυπτῷ αἰσχύνης ἄξιόν τι λογιζόμεθα, ἀλλὰ πάντα τὰ τῆς αἰσχύνης κρυπτὰ ἀπειπάμεθα. εἶτα μὴ περιπατοῦντες ἐν πανουργίᾳ καὶ ἑξῆς· πανουργίας γὰρ ὡς ἀληθῶς καὶ δόλου ἄλλα μὲν ἐπιδείκνυσθαι, ἄλλα δὲ διαλογίζεσθαι. 590 Ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτούς. οἱ γὰρ ψευδαπόστολοι οὐ τῇ φανερώσει τῆς ἀληθείας ἀλλὰ τῷ ὑποδῦναι πρόσωπον ἀληθείας συνίστων ἑαυτούς, οὐδ' ἐνώπιον τοῦ θεοῦ ἀλλ' εἰς ἀρέσκειαν τῶν ἀπατωμένων μόνον. 2 Kor 4,12 Ὥστε ὁ μὲν θάνατος· τὰ πάθη καὶ αἱ θλίψεις καὶ αἱ θανατηφόροι συμφοραί, ταῦτα νῦν ἐν ἡμῖν ἐνεργεῖται, φησίν, ἡ δὲ πίστις καὶ ἡ εὐσέβεια ἥτις ἐστὶν ἡ ἀληθινὴ ζωή ἐν ὑμῖν. ζωὴ δέ ἐστιν ἡ εὐσέβεια, ὅτι τὴν ἀγήρω καὶ ἄλυπον ζωὴν καὶ ἀΐδιον ἐν οὐρανοῖς προξενεῖ. 2 Kor 5,1 Πολλὰ ἐν τοῖς ἄνω διεξῆλθε δεικνὺς τοὺς πειρασμοὺς καὶ τὸ τὸ σῶμα φθείρεσθαι πρὸς ὠφέλειαν ἡμῶν γινόμενον, νῦν τὸ πλέον λέγει ὅτι καὶ ἡ παντελὴς τοῦ σώματος ἡμῶν φθορά, ἡ διὰ τοῦ θανάτου, ὠφέλιμος· ἀπὸ γὰρ φθαρτοῦ, φησίν, ἄφθαρτον αὐτὸ λαμβάνομεν. ὅρα δὲ τῇ παραθέσει πόσον ἔδειξε τὸ διάφορον· τοῦτο ἐπίγειον, ἐκεῖνο οὐράνιον, τοῦτ' ἔστι τὸ ἐξ οὐρανοῦ τὴν ἀφθαρσίαν λαμβάνον. τοῦτο οἰκία σκήνους ὅπερ τὸ εὐδιάλυτον δηλοῖ, ἐκεῖνο αἰώνιον. εἶτα λέγει ἐκεῖνο καὶ ἀχειροποίητον· οὐ τοῦτο δηλονότι τὸ παρὸν σῶμα χειροποίητόν ἐστιν, ἀλλὰ τὰ ἐγκώμια αὔξει ἐκείνου. 2 Kor 5,11 Ἀνθρώπους πείθωμεν, θεῷ δὲ