Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐστὶν ἀδεκάστου κρίσεως. οἱ δὲ ψευδαπόστολοι καὶ ἑαυτοὺς συνιστάνοντες ἅπαν τοὐναντίον πρὸς ἐπίδειξιν καὶ ἀρέσκειαν τοῦ πλήθους πάντα ποιοῦσιν. διὸ οὐδὲ μετροῦσιν ἑαυτοὺς οὐδὲ ἐξετάζουσιν ἑαυτούς, ἀλλ' ἀρκεῖ αὐτοῖς εἰς πᾶσαν εὐδαιμονίαν τῷ πλήθει τῶν συνιόντων αὐτοῖς ἀρέσκειν. διὰ τοῦτο ἡμεῖς οὐδὲ εἰς τὰ ἄμετρα ὥσπερ ἐκεῖνοι οὔτε 598 ἐκαυχησάμεθα οὔτε καυχησόμεθα, ἀλλ' εἴ τι ἐροῦμεν καὶ πράττομεν καὶ ἐπιστέλλομεν, κατὰ τὸ μέτρον τοῦ κανόνος ἡμῶν καὶ λέγομεν καὶ πράττομεν καὶ ἐπιστέλλομεν. αὐτὸς δὲ οὐ λέγει μέτρον ἡμῶν, ἀλλὰ μέτρον εἰπὼν ἐπάγει· οὗ μέτρου ἐμέρισεν ἡμῖν, δεικνὺς ὅτι καὶ αὐτὸ τὸ μέτρον αὐτοῦ ἐκ τοῦ θεοῦ ἐστιν. Ἢ καὶ οὕτως· μὴ νομίσῃς ὅτι μέτρον εἰπὼν κανόνος αὐτὸς ἐμαυτῷ τὸ μέτρον ὥρισα, ἀλλ' ἐκεῖνο λέγω τὸ μέτρον, οὗ μέτρου, τοῦτ' ἔστι δι' οὗ, ἐμέρισεν ἡμῖν ὁ θεός. τί δέ ἐστιν ἐκεῖνο; καὶ ἄλλα μὲν πολλά, τέως δὲ τὸ διὰ τοῦ κηρύγματος ἐλθεῖν μέχρις ὑμῶν καὶ καταλαβεῖν ὑμᾶς, τοῦτο τὸ μέτρον ἐκ τοῦ θεοῦ ἔχομεν, δι' οὗ ἐμέρισεν καὶ ἔταξεν ἡμᾶς μέχρις ὑμῶν φθάσαι καὶ κηρύξαι τὸ εὐαγγέλιον. Ἢ δύναται τὸ χωρίον ὅλον ἀπὸ τοῦ οὐ γὰρ τολμῶμεν μέχρι τοῦ οὐ συνιοῦσιν κατ' ἐκείνων εἰρῆσθαι τῶν ἀλαζόνων, καὶ τὸ ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς ὡς αἰτία εἰρῆσθαι τῶν ἑαυτοὺς συνιστανόντων, οἷον· αὐτοὶ γὰρ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες οὐ συναισθάνονται ἀλαζονευόμενοι καὶ ἀπατῶντες ἑαυτούς· ὥσπερ γὰρ ὁ παρ' ἑαυτῷ φρόνιμος ἰσχυρῶς ἄφρων ἐστίν, οὕτως καὶ ὁ παρ' ἑαυτῷ μέγας καὶ ὑψηλὸς καταγέλαστος καὶ ἔσχατος πάντων. 2 Kor 11,4-7 Ἄλλον Ἰησοῦν κηρύσσει, ὃν ἔδει κηρυχθῆναι καὶ οὐκ ἐκηρύξαμεν. Ἢ εὐαγγέλιον ἕτερον, ὃ ἔδει λαβεῖν ὑμᾶς καὶ οὐκ ἐλάβετε. Ὃ οὐκ ἐδέξασθε, ὃ ἔδει δέξασθαι ὑμᾶς καὶ οὐκ ἐδέξασθε. Ἢ καὶ οὕτως· διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς αὐτοὺς τῆς πρὸς τοὺς ψευδαποστόλους προσοχῆς ἀποτρέπει, οἷον· εἰ γὰρ ἄλλον Ἰησοῦν ὁ ψευδαπόστολος τοῦτον γὰρ ἐρχόμενον λέγει, οἷον ἐπεισερχόμενον καὶ ἔξωθεν ἐπεισιόντα , εἰ οὖν οὗτος, φησίν, ἄλλον Ἰησοῦν κηρύσσει ὃν ἔδει κηρυχθῆναι παρ' ἡμῶν καὶ οὐκ ἐκηρύξαμεν, ἢ ἄλλο πνεῦμα ἔδει λαβεῖν ὑμᾶς παρ' ἡμῶν καὶ οὐκ ἐλάβετε, ἢ ἄλλο εὐαγγέλιον ἔδει δέξασθαι ὑμᾶς καὶ παρ' ἡμῶν οὐκ ἐδέξασθε, εὐλόγως ἂν αὐτοῖς προσείχετε. εἰ δὲ τοῦτο ἀδύνατον οὔτε γὰρ αὐτοὶ οἱ ψευδαπόστολοι θαρρήσουσι τοῦτο εἰπεῖν, οὔτε δὲ ὑμεῖς αὐτοί , πῶς οὐ λίαν ἄτοπον ἡμῶν ἐκείνους προκρίνειν τῶν μηδὲν ὑστερησάντων, μηδὲ τῶν ὑπερλίαν ἀποστόλων; Καλῶς ἀνείχεσθε. τὸ καλῶς ἀνείχεσθε οὐκ ἐπαινοῦντός ἐστι τὴν τοιαύτην γνώμην ἄπαγε ἀλλ' ἐκ περιουσίας ἐλέγχοντος· 599 φθορὰν γὰρ πρὸ μικροῦ τὸ ἀνέχεσθαι τούτων καὶ προσέχειν αὐτοῖς ἀπεκάλεσεν. τί οὖν ἐστιν ὃ λέγει; ἀπροφάσιστος ὑμῶν ἐστι, φησίν, ἡ ἀπάτη, ὅταν ἄμφω ἡμῶν τε καὶ τῶν ψευδαποστόλων τὰ αὐτὰ δοκούντων λέγειν, ἡμῶν μὲν ἀφίστασθε, ἐκείνοις δὲ προστίθεσθε· οὐ γὰρ ἕξετε πρόφασιν τῆς ἀπάτης τὴν καινότητα καὶ τὸ ἐξηλλαγμένον εἰς τελειότητα τῶν δογμάτων. εἴωθε γὰρ ἡ καινότης ὑπογαργαλίζειν καὶ ἐφέλκεσθαι τοὺς ἁπλουστέρους· ὑμῖν δὲ οὐδ' αὕτη ἡ πρόφασις ὑπελείφθη. Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. ὁ λόγος καὶ ἡ γνῶσις οὐκ ἀεὶ τὰ αὐτὰ παρὰ τῷ θεσπεσίῳ Παύλῳ σημαίνει, ἀλλ' ἐνίοτε μὲν λόγον λέγει τὸ ἔχειν χάρισμα διδασκαλικόν, γνῶσιν δὲ τὸ συνιέναι μὲν τὸν τοῦ κηρύγματος λόγον, μὴ μέντοι δύνασθαι καὶ ἑτέρους ὠφελεῖν καὶ διδάσκειν. ἐνίοτε λόγον μὲν λέγει τὸ ἐγγεγυμνάσθαι τῇ Ἑλληνικῇ σοφίᾳ, μηδὲν δὲ τῆς θείας μετέχειν, μόνον δὲ κατεστωμυλῶσθαι, γνῶσιν δὲ τὸ τετελειῶσθαι ἐν τῇ θεοσοφίᾳ, ὥστε καὶ αὐτὸν ἀκριβῶς εἰδέναι καὶ ἑτέρους ἱκανὸν εἶναι διδάσκειν καὶ Χριστῷ προσάγειν. ἀλλαχοῦ δὲ πάλιν λόγον μὲν ἁπλῶς, ὡς εἰώθαμεν, τὸν προφορικόν, γνῶσιν δὲ τὴν ἐν τοῖς δόγμασιν εἴδησιν. παράδειγμα τοῦ μὲν πρώτου· ᾧ μὲν γὰρ δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, τοῦ δὲ δευτέρου τὸ νῦν προκείμενον· ἰδιώτης τῷ λόγῳ,