Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα, ὅτι οὐδὲ ἑαυτὸν ἐξαρκεῖν εἰς εὐχαριστίαν νομίζει, ἀλλ' οὐδὲ τοὺς πολλοὺς σὺν αὐτῷ, εἰ μὴ καὶ διὰ πολλῶν εὐχαριστήσωσι τρόπων. εἶτα ὑπὲρ ὑμῶν φησιν· τί δήποτε συνυπουργήσομέν σοι τῇ δεήσει; τί δήποτε εὐχαριστήσομεν; ὅτι τὸ ῥυσθῆναί με καὶ ἔτι ῥύεσθαί με, φησίν, οὐκ ἔστιν ἐμὴ βοήθεια μόνον καὶ παράκλησις, ἀλλ' οὐδὲν ἧττον καὶ ὑμετέρα. συνυπουργήσατε οὖν τῇ δεήσει καὶ εὐχαριστήσατε ὡς ὑπὲρ ὑμῶν ταῦτα ποιοῦντες· ἡ γὰρ ἐμὴ παράκλησις καὶ σωτηρία ὑμετέρα ἐστίν. καὶ τοῦτο οὐχὶ νῦν, φησί, λέγω παραινῶν, ἀλλὰ καὶ καυχῶμαι ἀεὶ ἐν τούτῳ, ὅτι οὕτω διακεῖσθε ὑμεῖς πρὸς ἐμὲ ὡς τὴν ἐμὴν σωτηρίαν καὶ παράκλησιν ὑμετέραν ἡγεῖσθαι· ἡ γὰρ καύχησις ἡμῶν, φησίν, αὕτη ἐστίν, τὸ οὕτω διακεῖσθαι ὑμᾶς πρὸς ἐμὲ καὶ οὕτως ὑπολαμβάνειν ἐμὲ περὶ ὑμῶν. τίς σε ἔπεισεν οὕτως ἔχειν καὶ καυχᾶσθαι, ὦ Παῦλε; τὸ μαρτύριον τῆς συνειδήσεώς μου, φησίν, ἐξ ὧν ἔπραξα εἰς ὑμᾶς, ἐξ ὧν σύνοιδα εὐεργετήσας τὰ μέγιστα, ἐξ ὧν περισσοτέρως τῶν ἄλλων ἐν ὑμῖν ἠγωνισάμην. ταῦτά με πείθει περὶ ὑμῶν νοεῖν, ὅτι καὶ ὑμεῖς τὴν ἐμὴν παράκλησιν καὶ σωτηρίαν ἰδίαν ἡγεῖσθε. καὶ διὰ τοῦτο κἀγὼ καύχησιν αὐτὸ ποιοῦμαι, τὴν ὑμετέραν περὶ ἐμὲ στοργὴν καὶ διάπυρον ἀγάπησιν· ἐκ ταύτης γὰρ τίκτεται καὶ τὸ τὴν ἐμὴν παράκλησιν καὶ σωτηρίαν οἰκείαν ἑαυτῶν ἡγεῖσθαι· ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶν κατὰ τὸ μαρτύριον τῆς συνειδήσεώς μου. ὅτε δὲ ἡ συνείδησίς μου μαρτυρεῖ, ἀναμφίβολος ἡ ἀλήθεια. 2 Kor 1,13-14 Ἐλπίζω, φησίν, ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε. τί; ὅτι καύχημα ὑμῶν ἐσμεν· οὐχὶ μόνον δὲ ἡμεῖς, ἀλλὰ καὶ ὑμεῖς ἐμοῦ καύχημά ἐστε. ὡς γὰρ ἐκ μέρους νῦν αὐτὸ τοῦτο ἐπέγνωτε, οὕτως ἐλπίζω ὅτι καὶ τελείως ἐπιγνώσεσθε αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτι ἕκαστος ὧν ἔπραξε τὴν ἀντιμισθίαν εὑρίσκει· ἐξ ὧν γὰρ εὑρήσετε πεισθέντες ἐμοὶ καὶ τῷ κηρύγματι, τότε τελείως ἐπιγνώσεσθε καὶ οὐκ ἐκ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν, καὶ ἐγὼ δὲ ὑμῶν τὴν σωτηρίαν καὶ τὴν προσαγωγὴν καύχημα ποιήσομαι. 586 2 Kor 1,15 Καὶ ταύτῃ τῇ πεποιθήσει. καὶ ἐπὶ ταύτῃ, φησί, τῇ προσδοκίᾳ, ἐπὶ ταύτῃ τῇ ἐλπίδι τῇ καὶ ὑμᾶς ἐμὸν εἶναι καύχημα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγγυωμένῃ καὶ ἐμὲ εἶναι ὑμῶν. εἰ δὲ ἐπὶ ταύτῃ τῇ πεποιθήσει ἐλθεῖν ἐβουλόμην, δηλονότι σφοδρὰ καὶ πολλὴ ἦν ἡ βούλησις· οὐ γὰρ ἀνθρωπίνη ἦν ἀλλὰ διὰ κοινὸν κέρδος καὶ ψυχικὴν σωτηρίαν, ὥστε ἄκων ἐνεκόπην τῆς βουλήσεως· οὐ γὰρ ἂν ἑκὼν τοιούτου κέρδους ἠμέλησα. τοῦτο δὲ βεβαίαν καὶ ἀληθεστάτην τὴν ἀπολογίαν κατασκευάζων τέθεικεν· οὕτως ἐφρόντιζε μηδενὶ, σκανδάλου παρασχεῖν πρόφασιν. Τοῦτο οὖν βουλευόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἔχρησα; ἀποροῦσί τινες λέγοντες, πότερον ἃ βουλεύεται Παῦλος καὶ ἐπαγγέλλεται περὶ τῶν τῆς πίστεως δογμάτων, κατὰ σάρκα βουλεύεται καὶ ἐπαγγέλλεται ἢ κατὰ πνεῦμα. εἰ γὰρ κατὰ πνεῦμα, οὐκ ἔσται αὐτοῦ τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ· εἰ δὲ κατὰ σάρκα, πῶς θεῖα; πῶς πνευματικά; τί οὖν φαμεν; ὅτι περὶ τῶν τῆς πίστεως δογμάτων οὔτε τι ἐπαγγέλλεται αὐτὸς οὔτε τι βουλεύεται· δεσποτικαὶ γὰρ αἱ ἐπαγγελίαι καὶ τοῦ τῆς μεγάλης βουλῆς τὰ βουλεύματα, κῆρυξ δὲ μόνον ἐστὶν ὁ Παῦλος καὶ διάκονος, ὡς καὶ αὐτός φησιν, μυστηρίων Χριστοῦ. εἰκότως οὖν αὐτὸς ἐξ ἑαυτοῦ περὶ αὐτῶν οὔτε βουλεύεται οὔτε ἐπαγγέλλεται. ἀλλ' εἰ περὶ τῶν τῆς πίστεως δογμάτων οὐκ ἔξεστιν αὐτῷ, φαμέν, οὔτε βουλεύσασθαι οὔτε ἐπαγγείλασθαι, κατὰ σάρκα δὲ οὐ δεῖ πάλιν αὐτὸν βουλεύεσθαι· καὶ γὰρ κἀκεῖνος ἀποπέμπεται τοῦτο ἐν τῷ λέγειν· ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι; εἰ οὖν ἐν μηδετέροις βουλεύεται ἢ ἐπαγγέλλεται, ἐν τίσιν ἄρα ὅλως βουλεύεται ἢ τὰς ἐπαγγελίας ποιήσεται; φαμὲν οὖν ὅτι ἔστι θεῖα καὶ ἀνθρώπινα, ἢ εἰ βούλει, πνευματικὰ καὶ σαρκικά, καὶ τῶν πνευματικῶν δὲ ἔστι διαφορὰ πολλή. ἀλλὰ τέως πρὸς τὸ κείμενον. τὰ μέν εἰσιν αἱ ἀρεταί, τὰ δὲ αὐτὸς ὁ τοῦ κηρύγματος λόγος, τὰ δὲ οὐκ αὐτὸς μὲν οὗτος ἀλλ' ὅμως ἐκείνοις ἁρμόζων οἳ καὶ τὸν τοῦ κηρύγματος λόγον παρεδέξαντο, ἃ καὶ Παύλῳ ἔξεστιν καὶ βουλεύεσθαι