Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν παντὶ πεφανερωμένοι ἐσμέν. τί δὲ πεφανερώμεθα ὑμῖν; ὅτι οὐδὲν τῶν ὑπερλίαν ἀποστόλων ὑστερήσαμεν, ὅτι οὐκ ἐσμὲν ἰδιῶται τῇ γνώσει, ἀλλ' ἱκανοὶ διδάξαι καὶ τελειῶσαι ἐν τῇ πίστει. καὶ ἁπλῶς ἐν παντὶ ἐγνώσμεθα ὑμῖν, καὶ οὐκ ἔστιν ὑμῖν οὐδεμία ἔγκλησις καθ' ἡμῶν οὐδ' ἀγνοίας πρόφασις, εἰ μὴ ἄρα βούλεσθε τοῦτο ἁμαρτίας πρόφασιν λαβεῖν, τὸ μηδὲν λαβεῖν ἐμὲ ἐξ ὑμῶν. τοῦτο δὲ ἐντρέπων φησὶν ἀντὶ τοῦ· εἰ μὴ ἄρα τὰ κατορθώματα ἡμῶν καὶ ἐφ' ᾧ ἄλλοι καυχῶνται, ταῦτα ἡμῶν εἰς ἁμαρτίαν λογίζεσθαι ἐγνώκατε, καὶ ἐφ' ᾧ ὑψῶσαι ὑμᾶς ἐπετήδευσα, τοῦτο εἰς κατηγορίαν ἡμῶν περιτρέπεται. τοῦτο δὲ καὶ Παύλου ἐστὶ λίαν θαρροῦντος τῷ βίῳ καὶ τῇ κατὰ θεὸν πολιτείᾳ, ὅτι αὐτοὺς ἐκείνους δείκνυσι μηδὲν ὅλως ἔχοντας εἰπεῖν κατ' αὐτοῦ καὶ ἐκείνων ἐλέγχοντος τὴν ἀγνωμοσύνην καὶ πονηρίαν, ὅτι μηδὲν ὅλως ἔχοντες ἐγκαλεῖν, ἀλλὰ καὶ ὑπερθαυμάζειν ὄντες δίκαιοι, ὅμως τοὺς ψευδαποστόλους οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον Παύλου ἔστεργον. 600 2 Kor 11,11-12 Τί οἶδεν ὁ θεός; ὅτι ἀγαπῶ ὑμᾶς, φησίν. διὰ τί οὖν οὐ λαμβάνεις; ἵνα ἐκκόψω καὶ ἑξῆς. 2 Kor 11,14 Οὐ θαυμαστόν, φησίν· διά τί; ὅτι μιμεῖσθαι πάντως χρεωστοῦσι τὸν διδάσκαλον, ὃς ἄγγελος ὢν σκότους, φωτὸς εἶναι σχηματίζεται. 2 Kor 11,16 Ἔστιν ἀφροσύνης ῥῆμα εἰπεῖν μὴ ὄντα ἄφρονα μηδὲ τὰ τοῦ ἄφρονος ποιοῦντα. ἄφρων μὲν γάρ ἐστιν ὁ μάτην μεγαλορημονῶν καὶ εἰς κενὸν ἀλαζονευόμενος, ὃς μετὰ τοῦ εἶναι ἄφρων καὶ ἀφροσύνης λέγει ῥήματα καὶ τὰ τοῦ ἄφρονος ποιεῖ. ὁ δὲ λέγων περὶ ἑαυτοῦ καὶ μεγάλα καὶ ἀληθῆ καὶ ἕνεκεν ὠφελείας ψυχικῆς, ἀφροσύνης μὲν δόξει ῥήματα λέγειν ὅσον ἐπὶ τῇ ὁμοιότητι τῆς προφορᾶς τῶν λόγων, οὐ μὴν ἄφρων, ἀλλὰ καὶ λίαν ἔμφρων, καὶ τὰ τοῦ ἐμφρονεστάτου πράττων, ὅτι καὶ διαβολῆς ἀλόγου κατεφρόνησεν ἐπὶ τῇ ἑτέρων σωτηρίᾳ καὶ ὠφελείᾳ. διὸ οὐκ ἔστιν ἐναντίον τὸ εἰπεῖν πρὸ ὀλίγων· ὤφελον ἀνείχεσθέ μού τι ἀφροσύνης ῥῆμα εἰπεῖν μέλλοντος, καὶ τῷ νῦν λέγειν· μή τίς με δόξῃ ἄφρονα εἶναι. μή τις οὖν, φησί, δόξῃ ἄφρονα εἶναι· οὐ γὰρ δι' ἐμαυτὸν ἀλλὰ δι' ὑμᾶς ἐρεῖν μέλλω ἃ μέλλω λέγειν. εἰ δὲ μή, καὶ ὡς ἄφρονά με ἡγήσασθε καὶ παραδέξασθε· οὐκ ἀποστρέφομαι γὰρ οὐδὲ τὸ ἄφρων νομισθῆναι διὰ τὴν ὑμετέραν σωτηρίαν, καὶ γὰρ ἃ μέλλω ἐρεῖν εἰς στήριγμα ὑμῶν καὶ ὠφέλειαν ψυχῆς συντελεῖ. 2 Kor 11,23 Παραφρονῶν λαλῶ, ἀντὶ τοῦ· εἰ καὶ δόξω τισὶ παραφρονεῖν ἐν τῷ λέγειν με. ὑπὲρ ἐγώ· ποία γὰρ ὅλως παραφροσύνη τὸ ὑπὲρ τοὺς ψευδαποστόλους λέγειν ἑαυτὸν διάκονον εἶναι Χριστοῦ; 2 Kor 11,25 Τὸ τρὶς ἐναυάγησα ἑρμηνεύων φησίν, ὅτι τρὶς ἡ ἀνθρωπότης ἐναυάγησεν· ἅπαξ ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως, δεύτερον ἐν τῷ κατακλυσμῷ, τρίτον μετὰ τὸ δέξασθαι τὸν νόμον. 601 Νυχθήμερον. νύκτα λέγει ἐνταῦθα ὁ ἀπόστολος τὴν πρὸ τῆς Χριστοῦ παρουσίας ἐν τῇ σκοτεινῇ πλάνῃ διατριβήν, ἡμέραν δὲ τὴν μετὰ τοῦ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. 2 Kor 12,1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι, ἀντὶ τοῦ· καυχᾶσθαι δὲ ἄλλα παρὰ τὰ τῆς ἀσθενείας μου οὐ συμφέρει μοι. εἶπε γὰρ πρὸ μικροῦ· εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. εἶτα θεὶς μεταξὺ τῆς ἀσθενείας παράδειγμα, ἐπάγει ἀποδιδοὺς πρὸς τὸ προειρημένον, οἷον· ἃ δὲ οὐκ ἔστιν ἀσθενείας ἀλλὰ μᾶλλον ὕψους καὶ δυνάμεως, ταῦτα, φησίν, οὐ συμφέρει μοι. πῶς οὖν φησι καὶ ταῦτα λέγων· οὐκ ἐβουλόμην; διὰ δὲ τὴν ὑμετέραν σωτηρίαν καὶ ἃ μὴ βούλομαι ἀναδέχομαι. καὶ σκόπει πῶς πανσόφως διαιτᾷ· οὐ σιωπᾷ παντελῶς ἵνα ὠφελήσῃ, καὶ οὐ λέγει ἀνακεκαλυμμένως, ἀλλ' ἓν καὶ τοῦτο συνεσκιασμένως ἵνα φύγῃ τὸ καυχᾶσθαι, καὶ τότε ἀνάγκης αὐτῷ τῆς ἀπὸ τῶν ψευδαποστόλων ἐπικειμένης, παιδεύων διὰ τούτου μηδὲν μέγα περὶ ἡμῶν αὐτοὺς λέγειν, κἂν ἀληθὲς ᾖ, εἰ μὴ ἐκ πολλῆς ἀνάγκης. 2 Kor 12,2-3 Τὸ εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, δεύτερον ἔφη, οὐχ ὡς ἄν τις οἰηθείη, περιττολογῶν καὶ ἐπὶ τῆς αὐτῆς