Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρίνει τὴν παράκλησιν ταύτην τῆς προτέρας παρακλήσεως. καὶ ταῦτα λέγει μᾶλλον αὐτοὺς εἰς τὴν ἀγάπην Τίτου ἐφελκόμενος· ἔμελλε γὰρ πάλιν σὺν τῇ ἐπιστολῇ πέμπειν αὐτὸν πρὸς αὐτούς. τί δὲ ἦν ἡ ἀνάπαυσις Τίτου ἐφ' ᾧ καὶ ἔχαιρεν; ἢ αὐτὴ ἡ διόρθωσις αὐτῶν ἐφ' ᾗ καὶ Παῦλος παρεκέκλητο; ἡ εἰς πάντα ὑπακοὴ αὐτῶν καὶ ἡ μετ' εὐλαβείας καὶ πίστεως ξενία καὶ ὑποδοχὴ αὐτῶν· καὶ γὰρ τεκμήριον εὐσεβείας ἡ εἰς τὸν κήρυκα αὐτῆς τιμὴ καὶ εὐλάβεια. 2 Kor 7,14-15 Κεκαύχημαι, οὐ κατῃσχύνθην. ἢ ὡς ἓν κόμμα λόγου τὰς δύο λέξεις ἐκληπτέον, καὶ τὴν ἐπαγομένην τῆς προτέρας ὡς αἰτίαν ἀποδοτέον ὑποστίζοντας ἐν τῷ κεκαύχημαι· ἢ ὅπερ ἔμοιγε δοκεῖ μᾶλλον, ἑκατέραν λέξιν ὡς ἴδιον νόημα παριστῶσαν, κατὰ τελείαν στιγμὴν στίζοντας ἀναγνωστέον. καὶ εἴη ἂν ἑκατέρας λέξεως ὁ νοῦς ὁ ἀπηρτισμένος τοιοῦτος· κεκαύχημαι, φησίν, οἷον· καλῶς καὶ πρεπόντως ἐκαυχησάμην. κεκαύχημαι· εὗρον τὴν καύχησίν μου τετελειωμένην. εἶτα· οὐ κατῃσχύνθην· οὐκ ἐψεύσθην τῆς ἐλπίδος, οὐκ ᾐσχύνθην ἐφ' οἷς προσεδόκησα τοιαῦτα. ταῦτα δὲ εἰπὼν καὶ διὰ τοῦ τύπου τῶν λέξεων καὶ τῆς προφορᾶς αὐτῶν τὴν χαρὰν ἐδήλου, καὶ τὴν παράκλησιν ἣν εἶχεν. οὕτως ἦν δυνατὸς ἐναργὲς διὰ τῶν λόγων παραστῆσαι τὸ βούλημα. εἶτα· καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου, ἢ ἡ περὶ Τίτου καύχησις πρὸς ὑμᾶς γεγενημένη· τοῦτο γὰρ τὸ προηγούμενον δοκεῖ ὑποφαίνειν, τὸ ἀλλ' ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν· καὶ γὰρ ὡς πάντα, φησίν, οὕτως καὶ περὶ Τίτου. ἢ μᾶλλον, ὡς καὶ ἡμῖν συνδοκεῖ· ἡ καύχησις ἡμῶν ἡ περὶ ὑμῶν ἐπὶ Τίτου, τοῦτ' ἔστιν ἐνώπιον Τίτου γεγενημένη· τοῦτον γὰρ τὸν νοῦν ἀπαιτεῖ τὰ προειρημένα· ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ. 595 κεκαύχημαι, οὐ κατῃσχύνθην. τὸ δὲ ἀλλ' ὡς πάντα ἐν ἀληθείᾳ οὐκ ἐναντιωθήσεται· ὥσπερ γάρ, φησίν, ὑμῖν ἃ εἶπον ἐν ἀληθείᾳ εἶπον, οὕτως καὶ ἃ εἶπον Τίτῳ περὶ ὑμῶν, εἰς ἀλήθειαν ἀπέβη. καὶ τοσοῦτον οὐθ' ἓν ὧν εἶπον αὐτῷ περὶ ὑμῶν διαψευσθὲν εἶδεν, ὅτι καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως τῶν ἄλλων, ἀντὶ τοῦ πλέον τῶν ἄλλων, περὶ ὑμᾶς ἐστι καὶ ἑξῆς. Ἐν παντὶ θαρρῶ ἐν ὑμῖν, κἂν ἐνώπιον Τίτου δέῃ καυχήσασθαι, κἂν ἐνώπιον ἄλλου οὑτινοσοῦν· ἢ ἐν παντὶ πράγματι, κἂν ἐπιτιμῆσαι καὶ ἀποστραφῆναι δέοι τὸν πεπορνευκότα, κἂν προσλαβεῖν καὶ ἀνακαλέσασθαι μετανοοῦντα, κἂν ἄλλο τι χρὴ γενέσθαι, ἐν παντὶ θαρρῶ ἐν ὑμῖν. 2 Kor 8,1-5 Ὅτι κατὰ δύναμιν, μαρτυρῶ. ἐν τῇ περικοπῇ τοῦδε τοῦ ῥητοῦ ἕξ τινα κατορθώματα ἐμαρτύρησε τοῖς Μακεδόσιν· πρῶτον μέν, ὅτι κατὰ δύναμιν. μέγα δὲ καὶ τὸ καθ' ὅσον ἰσχύει τις ποιῆσαι ἐλεημοσύνην, ὁ δὲ καὶ μεῖζόν φησιν, ὅτι καὶ ὑπὲρ δύναμιν, τοῦτ' ἔστιν ἑαυτοὺς ἀποστεροῦντες. καὶ τρίτον, ὅτι αὐθαίρετοι, τοῦτ' ἔστιν οὐκ ἐδεήθησαν εἰς τοῦτο παραινέσεως ἀλλοτρίας, ἀλλ' αὐτοὶ ἐξ ἑαυτῶν τὸ ἀγαθὸν ᾑρετίσαντο. τέταρτον, ὅτι μετὰ πολλῆς παρακλήσεως, ὅπερ ἐστὶ θερμῆς καὶ ὑπερβλυζούσης τὴν ἐλεημοσύνην προαιρέσεως· οὐ γὰρ ὡς αὐτοὶ ἑτέροις χάριν κατατιθέμενοι, ἀλλ' ὡς αὐτοὶ μεγάλα κερδαίνοντες παρεκάλουν, ἐδέοντο καὶ οὐκ ἀνίεσαν δεόμενοι· δεόμενοι γάρ, φησίν, ἡμῶν. πέμπτον, ὅτι καὶ παρ' ἐλπίδας Παύλου. ὅρα ποῦ ἀνεβίβασε τὸ πρᾶγμα· καὶ ἐμοῦ αὐτοῦ, φησί, μεγαλοψυχότερον διετέθησαν· οὐ γὰρ ἐγὼ αὐτὸς ἤλπιζον, φησί, τοσοῦτον αὐτοὺς εἰς τὴν ἐλεημοσύνην δαψιλεύσασθαι. ὁ δὲ οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ' ἐπὶ τῇ συμπληρώσει τῆς περιόδου τὸ μεῖζον πάντων ἔθηκεν. τί γάρ, φησίν, ἦν ὃ κατὰ δύναμιν καὶ ὑπὲρ δύναμιν καὶ αὐθαίρετοι καὶ παρακαλοῦντες καὶ δεόμενοι καὶ παρ' ἐλπίδας ἐποίουν; τί; ὦ μέγεθος ἀρετῆς καὶ ἐλεημοσύνης καὶ ἀξίας τῶν τοῦ Παύλου ἐγκωμίων. τί ἦν ὃ ἐποίουν; ἔδωκαν ἑαυτούς, φησί, πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ. οὐκ ἔδωκαν μέρος τι, καὶ μέρος παρ' ἑαυτοῖς κατέσχον, ἀλλ' ἑαυτοὺς ὅλους τῷ κυρίῳ, ὡσανεὶ οὐδὲ τὰς τοῦ ζῆν ἀφορμὰς ἑαυτοῖς κατέλιπον, ἀλλὰ πάντα δόντες τὴν ἑαυτῶν πρόνοιαν πᾶσαν καὶ φροντίδα παρέσχον τῷ κυρίῳ. διὸ καὶ τὸ μέγεθος ἐννοῶν ὁ Παῦλος τοῦ