Fragmenta in epistulam ii ad Corinthios (in catenis) 583 2 Kor 1,5-7 Οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις. περισσεύουσι μὲν, φησίν, ἐν ἡμ

 εὐχαριστῆσαι, ἀλλὰ διὰ πλειόνων. οὕτως ἐστὶν εὐγνώμων, καὶ οὕτως οἶδε μέγα εὐεργέτημα τὸ εἰς αὐτὸν γεγενημένον, μᾶλλον δέ, ὡς ἐκεῖνός φησιν, χάρισμα,

 καὶ διατάττεσθαι· καὶ γάρ φησιν· ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. καὶ τῶν σαρκικῶν δὲ τὰ μέν ἐστιν οἷον

 ἕνεκα τῆς πίστεως λαβὼν ἐξουσίαν καὶ κυριότητα ἐφ' ὑμᾶς καὶ τοῦ κολάζειν καὶ τοῦ φείδεσθαι, ἀλλὰ φειδόμενος εἶπον μὴ θέλων ὑμᾶς λυπηθῆναι. εἰ γὰρ ἦλθο

 πεφανερώμεθα. συμβουλῆς καὶ παραινέσεως τὸ πείθωμεν, διὸ καὶ διὰ τοῦ μακροῦ ˉω γραπτέον. 2 Kor 5,11-13 Τὸ εἴτε ἐξέστημεν καὶ ἑξῆς, καλῶς ἐπήνεγκε τοῖς

 ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πό

 Τίτος ὡμολόγει· ἐκ γὰρ τοῦ χαίρειν ἐκεῖνον τήν τε ὑπερβολὴν τῆς ἀναπαύσεως καὶ τὴν ὑπερβολὴν τῆς εὐχαριστίας αὐτοῦ τῆς εἰς αὐτοὺς δηλοῖ. διὸ καὶ προκρ

 κατορθώματος ἐπάγει· διὰ θελήματος θεοῦ, ἀντὶ τοῦ μὴ θαυμάσῃς, ἄνθρωπε· θεὸν 596 εἶχον συνεργόν, τοῦτον διὰ τῆς προαιρέσεως ἐφελκυσάμενοι. ἔνθα δὲ θεὸ

 οὐχὶ θέατρον, φησί, τοὺς ἔξωθεν συνιόντας ποιούμενοι τῆς ἰδίας συγκρίσεως καὶ ἐξετάσεως, ἀλλὰ αὐτοῖς ἑαυτοὺς κριτὰς καὶ δικαστὰς προκαθίζοντες, ὅπερ ἐ

 ἀλλ' οὐ τῇ γνώσει, τοῦ δὲ τρίτου· ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ γνώσει πάσῃ. Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐσμέν λείπει γὰρ τὸ ἐσμέν οἷον· ἐν πα

 ἁρπαγῆς ἄμφω τιθείς, ἀλλὰ τὸ μὲν τίθησιν ἐπὶ τῆς πρὸς οὐρανοὺς ἁρπαγῆς, τὸ δὲ πάλιν ἐπὶ τῆς ἐκεῖθεν ἁρπαγῆς τῆς εἰς τὸν παράδεισον, εἰ δὲ καὶ ἐπὶ τῆς

 ἀμφιβάλλειν καὶ περὶ ἑαυτῶν; μᾶλλον δὲ καὶ ἀγνοεῖν ἐστιν ὅλως ὅτι Χριστὸς ἐν ὑμῖν· εἰ γὰρ οὐκ ἐν τῷ διδασκάλῳ ὁ Χριστός, πολλῷ μᾶλλον οὐδ' ἐν τοῖς μαθ

ἀπενέγκω. ὁ γὰρ ἀληθῶς ἀγαπῶν πάσης ὑποψίας πονηρᾶς περὶ τοὺς ἀγαπωμένους ἀπήλλακται καὶ λοιπὸν θαρρούντως ἅπαντα καὶ ποιεῖ καὶ λέγει. Ἢ καὶ οὕτως· πόθεν δῆλον ὅτι οὐ πρὸς κατάκρισιν εἶπον; διότι ἐν ταῖς καρδίαις ἡμῶν ἔχομεν ὑμᾶς καὶ ἑξῆς. τοῦτο δὲ πόθεν δῆλον; ἐκ τοῦ θαρρεῖν ὑμῖν καὶ παρρησιάζεσθαι πρὸς ὑμᾶς. ἀλλὰ καὶ τοῦτο πόθεν δῆλον; καυχῶμαι, φησίν, ἐν ὑμῖν· τοῦτο γὰρ ἄλλοθεν οὐ γίνεται ἢ ἐκ τοῦ λίαν πεποιθέναι καὶ θαρρεῖν. διὸ καί φησιν· πεπλήρωμαι τῇ παρακλήσει καὶ ἑξῆς. Πολλή μοι καύχησις ὑπὲρ ὑμῶν. ἐπετίμα πρότερον ἐν οἷς πρὸς τοὺς ἀπίστους διὰ τῆς ἀγάπης ἀπέκλινον, ἐπαινεῖ δὲ νῦν ἐν οἷς τὰ ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἐπικληθέντα αὐτοῖς διὰ σπουδῆς διωρθώσαντο· τοῦτο γὰρ ἀδεκάστου διαιτητοῦ, τὸ καὶ τὰ ἡμαρτημένα ψέγειν καὶ τὰ κατορθούμενα ἐν ἐπαίνῳ ποιεῖσθαι. 2 Kor 7,7-9 Ὥστε με μᾶλλον χαρῆναι. τίνος μᾶλλον χαρῆναι; ἢ τῆς λύπης μᾶλλον χαρῆναι ἣν ὑπέστην ἐν τοῖς εἰρημένοις πειρασμοῖς καὶ στενοχωρίαις, ἢ τῆς λύπης ἣν ὑπέστην, διότι ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ. οἰκειότερον δὲ τὸ δεύτερον· πρὸς τοῦτο γὰρ μᾶλλον καὶ οἱ ἑξῆς ἁρμόζουσι λόγοι. δυνατὸν δὲ καὶ συναμφότερα· φησὶν γὰρ ὅτι ἡ χαρὰ πλέον ηὔφρανεν ἢ ἡ λύπη ἠνίασεν. εἶτα· ὅτι εἰ καὶ ἐλύπησα 593 ὑμᾶς ἐν τῇ ἐπιστολῇ, φησίν, ἀλλ' οὖν εἰς μετάνοιαν ἐλυπήθητε, ὅπερ ἐστὶ κατὰ θεὸν λυπηθῆναι. καὶ ἡ μὲν καθ' εἱρμὸν διάνοια αὕτη, τὰ δὲ μεταξὺ περιβολαὶ καὶ ἀντιλογίαι καὶ ἐπαναλήψεις. εἴωθε γὰρ ὁ θεῖος οὗτος ἀνὴρ περιβολαῖς περιβολὰς συνείρειν καὶ μεστοποιεῖν τὸν λόγον· διὸ καὶ ἐπαναλήψεως δεῖσθαι, οἷον μεταξὺ παρεμβέβληται τῆς εἰρημένης τοῦ ῥητοῦ συναφείας τὸ οὐ μεταμέλομαι. εἶτα· εἰ καὶ μετεμελόμην, καὶ πάλιν τούτου αἰτία· βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη <καὶ ἑξῆς>. καὶ οὐδὲ αὕτη ἡ περίοδος ἁπλῆ, ἀλλὰ περιβεβλημένη· φησὶ γάρ· εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς. καὶ οὐκ εἶπεν εἰ καὶ ἐλύπησεν ὑμᾶς, ἀλλ'· εἰ πρὸς ὥραν. τὸ δὲ νῦν χαίρω ἐπανάληψίς ἐστι τοῦ ὥστε με μᾶλλον χαρῆναι· ἐπειδὴ γὰρ τῇ πυκνότητι τῶν περιβολῶν ἐμέστωσε τὸν λόγον καὶ εἰς ἀσάφειαν συγκλειόμενον ἑώρα, ἐχρήσατο τῇ ἐπαναλήψει. εἰθ' οὕτως ἀπέδωκε τὸ ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ὅπερ ὡς καὶ προείρηται, συνείρεται τοῖς ἐπάνω, οἷον· ὥστε με μᾶλλον χαρῆναι, ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, ἀλλὰ οὖν ὅτι εἰς μετάνοιαν ἐλυπήθητε. καὶ τοῦτο δὲ ὅμως περιβέβληται, τὸ δὲ ἁπλούστερόν ἐστιν· ὥστε με χαρῆναι, ὅτι εἰς μετάνοιαν ἐλυπήθητε. Ταῦτα δέ μοι διελεπτολόγηται, οὐχ ὅτι Παῦλος τούτοις ἐσεμνολόγηται, οὐδ' ὅτι ἡμεῖς αὐτὸν σεμνολογεῖν τούτοις ἔγνωμεν, ἀλλ' αἰσχύνοντες τοὺς ἔξω ἰδιωτισμὸν τῇ ἐκκλησίᾳ ὀνειδίζοντας. δείκνυται γὰρ διὰ τούτων, ἐφ' ᾧ μόνον οὐ τεθηπότες τὸν Παιανιέα καὶ τὸν τοῦ Ὀλόρου προσκυνοῦσιν, ταῖς περιβολαῖς λέγω, μακρῷ τούτους ἢ ἐκεῖνοι τοὺς ἄλλους ἀποκρυπτόμενος· καίτοι τῶν μὲν ὁ βίος ἐν τούτῳ τῷ πόνῳ κατετρίβη, ὁ δὲ οὐδ' ἐμβλέψαι τούτοις ὅτι μὴ κατὰ πάρεργον χρῆσιν ἠξίωσεν. καὶ μυριάκις ἐστὶν αὐτοῦ ἐν τοῖς λόγοις τὸ τοιοῦτον θεάσασθαι, τῆς χάριτος ἃ μελέτην ἄλλοι ποιοῦντες οὐ κατορθοῦσιν, καὶ ταῦτα τοῖς θεράπουσιν αὐτῆς εἰς ἐκείνων ἔλεγχον οὐδὲ ζητήσασι ποριζούσης περιορᾶν τὴν ἐν αὐτοῖς σχολὴν καὶ τὸν πόνον μᾶλλον ἀναδιδασκούσης· δι' ὧν γάρ, ὡς ἂν ἐκεῖνοι φαῖεν, ὁ ἰδιωτισμὸς τὰ τῆς εὐγλωττίας, ὅτε βούλεται, καὶ ἀταλαιπώρως λαμβάνει καὶ ὑποχείρια ἔχει καὶ πλέον τῶν ἔργον αὐτὰ καὶ βίον ποιουμένων, διὰ τούτων αὐτῶν ἡ σπουδὴ καὶ ὁ πόνος μάταια καὶ ἀνωφελῆ τῆς χάριτος οὐ συναιρομένης ἀπελέγχεται. 2 Kor 7,10 Μετάνοιαν ἀμεταμέλητον, φησίν, ὥστε εἰ κατὰ θεὸν ἐλυπήθητε, δείξοιτε ἂν διὰ τοῦ μηδέποτε ὑμᾶς ἀπὸ τῆς καλῆς 594 ἐκείνης μετανοίας ἀποστῆναι καὶ εἰς τὸ ἐναντίον περιτραπῆναι καὶ μεταμεληθῆναι, ὅπερ ἐστὶ προτρεπομένου μηδέποτε τῆς ὀρθῆς ἐξίστασθαι κρίσεως. 2 Kor 7,13 Ἐπὶ τῇ παρακλήσει ὑμῶν. δύο λέγει παρακληθῆναι παρ' αὐτῶν παρακλήσεις· μίαν μέν, διότι αὐτὸς οὐ μάτην ἐπετίμησεν αὐτοὺς ἐν τῇ ἐπιστολῇ καὶ ἐκεῖνοι τὸ ἐπιτιμηθὲν διωρθώσαντο· δευτέραν δέ, ὅτι τὸν Τίτον ἀνέπαυσαν. αὐτὸς δέ φησιν· ἐπὶ τῇ χαρᾷ Τίτου, δεικνὺς ὅτι πολλὴν χάριν αὐτοῖς ὁ