Commentarii in Joannem (in catenis) 1 Jo 1, 1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἄναρχός φησι κατὰ χρόνον, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, οἷον οὐκ ἄναρχος κατ' αἰτίαν

 χρόνον, τὸ ἀπαθές, τὸ ἐκ τοιούτου πατρός, τοῦτ' ἔστιν ὁμοούσιος. ἦν θεὸς ὁ πατὴρ πρὸς ὃν ὁ υἱὸς ἦν καὶ θεὸς ὁ Λόγος ὁ πρὸς τὸν πατέρα ἦν καὶ ἦν ὁμοίως

 φιλοτεχνήματι, ὡς προνοῶν ἐν τῷ προνοουμένῳ. 9 Jo 1, 11 Πῶς ἦλθεν εἰς τὰ ἴδια ὁ ἀεὶ πανταχοῦ καὶ ἐν τῷ κόσμῳ παρών; ὡς ἐπιφανεὶς σαρκί, ὡς σὺν ἡμῖν σω

 Jo 1, 15 Ἦν ἀεὶ πρῶτος, αὐτὸς μὲν γὰρ φύσει θεὸς καὶ υἱὸς θεοῦ, ἐγὼ δὲ δοῦλος καὶ κῆρυξ αὐτοῦ. ἦν μὲν ἀεὶ οὗτος πρῶτος, ὀπίσω δέ μου ἔρχεται τῷ χρόνῳ

 σχήματα τιμῆς καὶ μεγάλα ῥήματα, μᾶλλον δὲ ἔνθα μὲν κέρδος ἀργυρίου μικροῦ, οὐδὲν ὁ ναὸς ἢ ὁ νόμος· ἔνθα δὲ μεγάλη σωτηρία ἀνθρώπων, ἐκεῖ ὁ πολὺς φθόν

 καὶ κατὰ μικρὸν προῆλθεν, ὥστε καὶ Μεσσίαν καὶ Χριστὸν οὐχ ὁμολογήσασα μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ πατρίδι κηρῦξαι καὶ κατάρξασθαι αὐτοῖς τῆς εἰς Χρι

 γὰρ πατὴρ οὐ κρίνει οὐδένα, παρέσχεν ἂν ὑπόνοιαν, ὅτι αὐτὸς ἐξέστη τῆς ἐξουσίας. διὰ τοῦτο δὲ τίθησι τὸ ἔδωκεν, ἵνα καὶ τὸν υἱὸν καὶ τὸν πατέρα ὁμοίως

 εἰς ἀνθρωπίνην ὑπόληψιν καὶ κρίσιν, οὐκ ἔστιν ἀληθὴς αὐτοῦ ἡ μαρτυρία. τοῦτο οὖν καὶ ὁ κύριος πρὸς τὴν ἐκείνων ὑπόληψιν δηλῶν ἔλεγεν· ἐὰν ἐγὼ μόνος, φ

 παιδαγωγηθῆναι καὶ ὠφεληθήσεσθαι. 42 Jo 6, 6 Ἢ πειράζων εἴρηται ἀντὶ τοῦ γυμνάζων αὐτὸν τοὺς λογισμοὺς αὐτοῦ διανιστῶν καὶ πρὸς ἐπίγνωσιν τῆς δεσποτικ

 εἰς τὴν τοῦ πατρὸς ἡμᾶς ἀνάγων διδασκαλίαν εἰς σεαυτὸν πάλιν παραπέμπεις, εἴπερ σὺ ἑώρακας καὶ σὺ μέλλεις ἡμῖν τὴν πατρικὴν διδασκαλίαν ἀναπτύσσειν κα

 τὸ πλῆθος καὶ μέγεθος τῶν χαρισμάτων δηλῶν ποταμοὺς αὐτὰ καλεῖ. οὐδεὶς οὖν οὔτε τῶν πάλαι προφητῶν ἦν οὔτε τῶν ἤδη παρόντων μαθητῶν τηλικούτων χαρισμά

 πόλεων, ἐν αἷς καὶ συγγενεῖς εἶχεν, πορευομένους τοὺς τυπικῶς καὶ εἰκονικῶς ἑωραθέντας ἀγγέλους οὐ διανέστη πρὸς ἀναίρεσιν, ἀλλ' εἰς ἱκεσίαν μᾶλλον κα

 ἐκεῖνος γάρ, φησίν, ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. καὶ τίς ἐστιν ἄλλος, φησίν, τοιοῦτος, εἰ

 ἄλλο παρελήφθη ὁ πηλὸς ἢ ὅπερ εἴρηται, ἵνα λίαν παραστήσῃ, ὅτι αὐτὸς ἔπλασεν καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ. ἔτι δὲ ἀπονίψασθαι κελεύει τὸν πηλόν, ἵνα μὴ τοῖς

 τινα περὶ αὐτοῦ ταπεινὰ καὶ ἀνθρώπινα, ἵνα μὴ ὁ ἀσθενὴς ἀκροατὴς καταπέσῃ ἢ ὁ κακοῦργος ἀφορμὴν λάβῃ πονηρίας, ἐπὶ τὸ ὑψηλὸν πάλιν ἀνατρέχει καί φησιν

 ἔφη πρὸς τοὺς μαθητὰς περὶ τῶν θελόντων αὐτὸν ἰδεῖν Ἑλλήνων· ὅτε ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 74 Jo 12, 27 Τὸ μὲν τεταράχθαι παράσ

 οὐκ ἤλπιζόν τινα εἰς τοιαύτην ὅλως ἐλάσαι ἀπόνοιαν καὶ ἀχαριστίαν καὶ μιαρίαν, ὥστε τηλικαῦτα εὖ παθόντα καὶ χαρισμάτων τοιούτων ἀξιωθέντα φόνῳ καὶ πρ

 δὲ Ἰουδαῖοι τὸν βίον καταλύοντες τῷ θανάτῳ καὶ τῇ κολάσει παρεπέμποντο. διό φησιν· καὶ ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἀλλ' ἐκείνοις μὲν οὕτω φησ

 σωματικοῖς ἰδεῖν ἐπεζήτεις ὀφθαλμοῖς, ἀλλὰ πρὸς τὴν σάρκα ἀφορῶν, ἣν ἑκὼν ὑπὲρ ὑμῶν ἀνέλαβον, οὐδὲν ὑψηλὸν οὐδὲ ἄξιον τῆς ἐμῆς θεότητος συνεώρακας· ὁ

 ἤδη τῶν λόγων παύεσθαι μελλόντων. 90 Jo 15, 9-11 Ταῦτα λελάληκα ὑμῖν· ποῖα ταῦτα; ὅτι καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς, ὅτι ἐὰν τὰς ἐντολά

 κριτήριον ἐν ἐκείνῃ τῇ πόλει τὴν ἀρχὴν ἔλαβεν, ἐν ᾗ καὶ τῆς μιαιφονίας ἐπράχθη τὸ τόλμημα. ὁ ἔλεγχος δὲ οὐ διὰ λόγων, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων γεγ

 υἱῷ. καὶ τοῦτο καὶ ὁ μακάριος Παῦλος κηρύττων ἔλεγεν· κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου· ταύτῃ οὖν, φησίν, τῇ δόξῃ οὐ προσφάτως ἐ

 ἐν τῷ πατρί, τοῦτ' ἔστιν ὁμοούσιος. διὰ τί δὲ οὐκ εἶπεν· καθὼς σύ, πατήρ, ἐμοὶ κἀγὼ Σοί, ἀλλὰ μετὰ τῆς προθέσεως; μάλιστα μὲν καὶ τοῦτό φησιν ἀλλαχοῦ

 λάβετε καὶ ἀποκτείνατε; εἶπεν λάβετε καὶ κρίνατε. ἀλλ' οὐκ ἦσαν πρὸς τὸν φόνον παρεσκευασμένοι τοῦ δεσπότου καὶ οὐκ ἐμέθυον τῷ θυμῷ καὶ τῷ φθόνῳ, ὅτι

 ἔμελλεν ἐπιδείκνυσθαι κἀκείνους αὖ διὰ ταύτης εἰς ὑψηλοτέραν ἄγων ὑπόληψιν. 114 Jo 21, 17 Ἐπειδὴ τρίτον ἠρώτησεν αὐτὸν ἰσάριθμον τῇ ἀρνήσει ποιούμενος

κριτήριον ἐν ἐκείνῃ τῇ πόλει τὴν ἀρχὴν ἔλαβεν, ἐν ᾗ καὶ τῆς μιαιφονίας ἐπράχθη τὸ τόλμημα. ὁ ἔλεγχος δὲ οὐ διὰ λόγων, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων γεγένηται. ὁ χρόνος δὲ οὐ πολὺς μεταξὺ τῆς μιαιφονίας καὶ τῆς κρίσεως· οὔπω γὰρ πεντήκοντα παρῆλθον ἡμέραι καὶ τὸ κριτήριον ἀνεῴχθη καὶ ὁ ἔλεγχος ἐκεῖθεν ἄρξας εἰς πάντα τὸν κόσμον ἐξεχύθη, ὅτε πυρίναις γλώσσαις τὸ πνεῦμα τοὺς ἀποστόλους ἐξώπλισεν, τοὺς μαθητὰς τοῦ ἐσταυρωμένου, ὃν πλάνον καὶ ἀντίθεον οἱ θεομάχοι ἐκάλουν, ὅτε σημείοις καὶ παραδόξοις χαρίσμασι τούτους ἐνεύρωσεν, ὅτε νεκροὶ τάφων ἠγείροντο καὶ χωλοὶ τὰς βάσεις ὠρθοῦντο καὶ ἀπὸ τῆς σκιᾶς καὶ τῶν σιμικινθίων καὶ Σουδαρίων ποικίλα πάθη ἐθεραπεύετο. τότε ἠλέγχθησαν οἱ μὴ πεπιστευκότες Χριστῷ καὶ ἐξ ἐκείνου καὶ εἰς ἔτι καὶ νῦν καὶ ἐλέγχονται καὶ ἀναπολογήτῳ κατακρίσει παραδίδονται. 98 Jo 16, 33 Ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε, φησίν. ἵνα μὴ στασιάζωσιν οἱ λογισμοὶ ὑμῶν περὶ ἐμοῦ, ὅταν ἐπὶ τὸ πάθος βλέπητε παραγινόμενον, ἀλλ' ἵνα εἰρήνη βαθεῖα περὶ ἐμοῦ καὶ ἀταραξία τοὺς λογισμοὺς ὑμῶν κατέχῃ, διὰ τοῦτο γὰρ καὶ τὰ ἐγκάρδια ὑμῶν ἀπεκάλυψα ὑμῖν καὶ οὐ παροιμιωδῶς, ἀλλ' ἐκ τοῦ ἐμφανοῦς ἀπογυμνώσας. διὰ τοῦτο καὶ εἶπον· πορεύομαι πρὸς τὸν πατέρα, διὰ τοῦτο εἶπον καὶ ὅτι οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ' ἐμοῦ ἐστιν, διὰ τοῦτο καὶ προεῖπον ὑμῖν, ὅτι σκορπισθήσεσθε. ταῦτα πάντα, φησίν, λελάληκα ὑμῖν, ἵνα τούτων μνήμην ἔχοντες ἐν ἐμοὶ εἰρήνην ἔχητε. 99 Jo 17, 4-6 Ὥσπερ τὸ ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς καὶ τὸ ἐφανέρωσά Σου τὸ ὄνομα τοῖς ἀνθρώποις πρὸς τὸν πατέρα λεγόμενα οὐκ ἄγνοιάν ἐστι τούτων κατηγορεῖν τοῦ πατρὸς οὐδὲ λήθης ὀνειδισμός, ὧν ἀπήλαυσεν ἀπὸ τοῦ υἱοῦ, ἀλλὰ πρὸς τὴν διάνοιαν μόνον εἴρηται τῶν ἀκροατῶν· τίνος γὰρ ἄλλου ἕνεκα κἂν εἴποι τις ταῦτα εἰρῆσθαι παρὰ τοῦ υἱοῦ πρὸς τὸν πατέρα; ἆρα ὅτι ἠγνόει πρὶν ἢ παρὰ τοῦ υἱοῦ τοῦτο μάθῃ ὁ πατήρ; ἀλλ' οὐδεὶς οὕτως ἐμμανὴς καὶ ἠλίθιος ὥστε λογίζεσθαι τοῦτο· ἀλλ' ὅτι ἐπελέληστο; τῆς αὐτῆς καὶ τοῦτο φρενοβλαβείας· ἀλλ' ὅτι ἀγνώμων εἰ μὴ παρὰ τοῦ υἱοῦ ἠλέγχθη ἐγεγόνει ἂν περὶ τὰς χάριτας; ἀλλ' οὐδὲ τοῦτο ὑπερβολὴν καταλείπει θεομαχίας. διὰ τί οὖν ταῦτα εἴρηται; ἢ δῆλον πρὸς τὴν διάνοιαν, ὡς ἔφημεν, τῶν μαθητῶν, ἵνα ἐκείνην διαναστήσῃ τῇ ἀθυμίᾳ καταπεΣοῦσαν καὶ δείξῃ, ὅτι οὐκ ἂν ὁ πρὸς αὐτὸν λέγων τὸν πατέρα, ὅτι ἐδόξασεν αὐτόν, οὐκ ἂν παρ' αὐτοῦ περιοραθείη ἢ αὐτὸς ἢ οἱ πιστεύσαντες καὶ ἀκολουθήσαντες αὐτῷ. ὥσπερ οὖν ταῦτα δι' ἐκείνους εἴρηται καὶ πρὸς τὴν ἐκείνων ἀφορᾷ διάνοιαν, οὕτω καὶ τὸ εἰπεῖν τὸ ἔργον ὃ δέδωκάς μοι ἐτελείωσα. οὕτω καὶ τὸ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ καὶ τὰ ἑξῆς. τοῦτ' ἔστιν εἰ καὶ Ἰουδαῖοι ἐπὶ σταυρὸν καὶ θάνατον ἄγουσιν, ἀλλὰ σὺ παρὰ σεαυτῷ δόξασόν με καὶ μὴ παραχωρήσῃς τὴν αὐτῶν ἐπιβουλὴν καὶ μιαιφονίαν ἰσχυροτέραν γενέσθαι εἰς τὸ ἀποκρύψαι καὶ ἐπισκοτίσαι διὰ τοῦ θανάτου τὴν δόξαν, ἣν εἶχον, ἀλλὰ καὶ τὸν θάνατον αὐτοῖς προχωρῆσαι συγχώρηΣον καὶ τὴν δόξαν λαμπρὰν ὁμοίως καὶ ὑπέρθεον διατήρηΣον. ταῦτα δέ, ὡς εἴπομεν, λέγει οὐχ ὅτι ἔμελλεν ἄδοξος μένειν ἢ ὅτι ἀλλαχόθεν ἐδεῖτο δόξης αὐτὸς ὢν ἀπαύγασμα καὶ εἰκὼν καὶ δόξα τοῦ πατρός, ἀλλὰ πρὸς τὴν διάνοιαν καὶ τὸ κρατοῦν δέος ἀφορῶν τῶν μαθητῶν· ἵνα δὲ μὴ πάντα ταπεινὰ λέγων πάλιν κατασπάσῃ αὐτοὺς ἀπὸ τῆς ἀληθείας, ἐπάγει· τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ Σοί· εἰ γὰρ μὴ διὰ τοὺς μαθητὰς καὶ τοῦτο εἴρητο, τίνος ἕνεκα ἑτέρου εἴρηται; ἆρα ἵνα μάθῃ ὁ πατὴρ ποίᾳ δόξῃ ὁ υἱὸς θέλει δοξασθῆναι ὡς ἀγνοῶν τοῦτο, εἰ μὴ παρὰ τοῦ υἱοῦ ἤκουσεν; οὕτω τὰ πλεῖστα τοῖς ἀκροαταῖς συγκαταβαίνων ἐφθέγγετο. δι' ὃ καὶ ἔλεγεν· πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· διὰ τοῦτο γὰρ μετὰ ταῦτα καὶ ἡ τοῦ παναγίου πνεύματος ἀποστολή, ἵνα τελειοτέρους ἀποκαταστήσῃ, ᾠκονόμηται. ἐγχωρεῖ δὲ καὶ ὡς ἐφεξῆς παράκειται ἐκλαβεῖν· οὐ γὰρ μάχεται. 100 Jo 17, 5 ∆είκνυται διὰ τοῦ εἰπεῖν τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ Σοί, ὅτι τὸ μυστήριον τῆς ἐνανθρωπήσεως καὶ τοῦ σταυροῦ, ὃ καὶ δόξαν καλεῖ, πρὸ καταβολῆς κόσμου ἔγνωστο τῷ πατρὶ καὶ τῷ