Commentarii in Joannem (in catenis) 1 Jo 1, 1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἄναρχός φησι κατὰ χρόνον, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, οἷον οὐκ ἄναρχος κατ' αἰτίαν

 χρόνον, τὸ ἀπαθές, τὸ ἐκ τοιούτου πατρός, τοῦτ' ἔστιν ὁμοούσιος. ἦν θεὸς ὁ πατὴρ πρὸς ὃν ὁ υἱὸς ἦν καὶ θεὸς ὁ Λόγος ὁ πρὸς τὸν πατέρα ἦν καὶ ἦν ὁμοίως

 φιλοτεχνήματι, ὡς προνοῶν ἐν τῷ προνοουμένῳ. 9 Jo 1, 11 Πῶς ἦλθεν εἰς τὰ ἴδια ὁ ἀεὶ πανταχοῦ καὶ ἐν τῷ κόσμῳ παρών; ὡς ἐπιφανεὶς σαρκί, ὡς σὺν ἡμῖν σω

 Jo 1, 15 Ἦν ἀεὶ πρῶτος, αὐτὸς μὲν γὰρ φύσει θεὸς καὶ υἱὸς θεοῦ, ἐγὼ δὲ δοῦλος καὶ κῆρυξ αὐτοῦ. ἦν μὲν ἀεὶ οὗτος πρῶτος, ὀπίσω δέ μου ἔρχεται τῷ χρόνῳ

 σχήματα τιμῆς καὶ μεγάλα ῥήματα, μᾶλλον δὲ ἔνθα μὲν κέρδος ἀργυρίου μικροῦ, οὐδὲν ὁ ναὸς ἢ ὁ νόμος· ἔνθα δὲ μεγάλη σωτηρία ἀνθρώπων, ἐκεῖ ὁ πολὺς φθόν

 καὶ κατὰ μικρὸν προῆλθεν, ὥστε καὶ Μεσσίαν καὶ Χριστὸν οὐχ ὁμολογήσασα μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ πατρίδι κηρῦξαι καὶ κατάρξασθαι αὐτοῖς τῆς εἰς Χρι

 γὰρ πατὴρ οὐ κρίνει οὐδένα, παρέσχεν ἂν ὑπόνοιαν, ὅτι αὐτὸς ἐξέστη τῆς ἐξουσίας. διὰ τοῦτο δὲ τίθησι τὸ ἔδωκεν, ἵνα καὶ τὸν υἱὸν καὶ τὸν πατέρα ὁμοίως

 εἰς ἀνθρωπίνην ὑπόληψιν καὶ κρίσιν, οὐκ ἔστιν ἀληθὴς αὐτοῦ ἡ μαρτυρία. τοῦτο οὖν καὶ ὁ κύριος πρὸς τὴν ἐκείνων ὑπόληψιν δηλῶν ἔλεγεν· ἐὰν ἐγὼ μόνος, φ

 παιδαγωγηθῆναι καὶ ὠφεληθήσεσθαι. 42 Jo 6, 6 Ἢ πειράζων εἴρηται ἀντὶ τοῦ γυμνάζων αὐτὸν τοὺς λογισμοὺς αὐτοῦ διανιστῶν καὶ πρὸς ἐπίγνωσιν τῆς δεσποτικ

 εἰς τὴν τοῦ πατρὸς ἡμᾶς ἀνάγων διδασκαλίαν εἰς σεαυτὸν πάλιν παραπέμπεις, εἴπερ σὺ ἑώρακας καὶ σὺ μέλλεις ἡμῖν τὴν πατρικὴν διδασκαλίαν ἀναπτύσσειν κα

 τὸ πλῆθος καὶ μέγεθος τῶν χαρισμάτων δηλῶν ποταμοὺς αὐτὰ καλεῖ. οὐδεὶς οὖν οὔτε τῶν πάλαι προφητῶν ἦν οὔτε τῶν ἤδη παρόντων μαθητῶν τηλικούτων χαρισμά

 πόλεων, ἐν αἷς καὶ συγγενεῖς εἶχεν, πορευομένους τοὺς τυπικῶς καὶ εἰκονικῶς ἑωραθέντας ἀγγέλους οὐ διανέστη πρὸς ἀναίρεσιν, ἀλλ' εἰς ἱκεσίαν μᾶλλον κα

 ἐκεῖνος γάρ, φησίν, ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. καὶ τίς ἐστιν ἄλλος, φησίν, τοιοῦτος, εἰ

 ἄλλο παρελήφθη ὁ πηλὸς ἢ ὅπερ εἴρηται, ἵνα λίαν παραστήσῃ, ὅτι αὐτὸς ἔπλασεν καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ. ἔτι δὲ ἀπονίψασθαι κελεύει τὸν πηλόν, ἵνα μὴ τοῖς

 τινα περὶ αὐτοῦ ταπεινὰ καὶ ἀνθρώπινα, ἵνα μὴ ὁ ἀσθενὴς ἀκροατὴς καταπέσῃ ἢ ὁ κακοῦργος ἀφορμὴν λάβῃ πονηρίας, ἐπὶ τὸ ὑψηλὸν πάλιν ἀνατρέχει καί φησιν

 ἔφη πρὸς τοὺς μαθητὰς περὶ τῶν θελόντων αὐτὸν ἰδεῖν Ἑλλήνων· ὅτε ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 74 Jo 12, 27 Τὸ μὲν τεταράχθαι παράσ

 οὐκ ἤλπιζόν τινα εἰς τοιαύτην ὅλως ἐλάσαι ἀπόνοιαν καὶ ἀχαριστίαν καὶ μιαρίαν, ὥστε τηλικαῦτα εὖ παθόντα καὶ χαρισμάτων τοιούτων ἀξιωθέντα φόνῳ καὶ πρ

 δὲ Ἰουδαῖοι τὸν βίον καταλύοντες τῷ θανάτῳ καὶ τῇ κολάσει παρεπέμποντο. διό φησιν· καὶ ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἀλλ' ἐκείνοις μὲν οὕτω φησ

 σωματικοῖς ἰδεῖν ἐπεζήτεις ὀφθαλμοῖς, ἀλλὰ πρὸς τὴν σάρκα ἀφορῶν, ἣν ἑκὼν ὑπὲρ ὑμῶν ἀνέλαβον, οὐδὲν ὑψηλὸν οὐδὲ ἄξιον τῆς ἐμῆς θεότητος συνεώρακας· ὁ

 ἤδη τῶν λόγων παύεσθαι μελλόντων. 90 Jo 15, 9-11 Ταῦτα λελάληκα ὑμῖν· ποῖα ταῦτα; ὅτι καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς, ὅτι ἐὰν τὰς ἐντολά

 κριτήριον ἐν ἐκείνῃ τῇ πόλει τὴν ἀρχὴν ἔλαβεν, ἐν ᾗ καὶ τῆς μιαιφονίας ἐπράχθη τὸ τόλμημα. ὁ ἔλεγχος δὲ οὐ διὰ λόγων, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων γεγ

 υἱῷ. καὶ τοῦτο καὶ ὁ μακάριος Παῦλος κηρύττων ἔλεγεν· κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου· ταύτῃ οὖν, φησίν, τῇ δόξῃ οὐ προσφάτως ἐ

 ἐν τῷ πατρί, τοῦτ' ἔστιν ὁμοούσιος. διὰ τί δὲ οὐκ εἶπεν· καθὼς σύ, πατήρ, ἐμοὶ κἀγὼ Σοί, ἀλλὰ μετὰ τῆς προθέσεως; μάλιστα μὲν καὶ τοῦτό φησιν ἀλλαχοῦ

 λάβετε καὶ ἀποκτείνατε; εἶπεν λάβετε καὶ κρίνατε. ἀλλ' οὐκ ἦσαν πρὸς τὸν φόνον παρεσκευασμένοι τοῦ δεσπότου καὶ οὐκ ἐμέθυον τῷ θυμῷ καὶ τῷ φθόνῳ, ὅτι

 ἔμελλεν ἐπιδείκνυσθαι κἀκείνους αὖ διὰ ταύτης εἰς ὑψηλοτέραν ἄγων ὑπόληψιν. 114 Jo 21, 17 Ἐπειδὴ τρίτον ἠρώτησεν αὐτὸν ἰσάριθμον τῇ ἀρνήσει ποιούμενος

τὸ πλῆθος καὶ μέγεθος τῶν χαρισμάτων δηλῶν ποταμοὺς αὐτὰ καλεῖ. οὐδεὶς οὖν οὔτε τῶν πάλαι προφητῶν ἦν οὔτε τῶν ἤδη παρόντων μαθητῶν τηλικούτων χαρισμάτων οὕτω λαβὼν ἀφθονίαν. ἐπεὶ οὖν καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι μετεῖχον χάριτος πνευματικῆς δῆλον· οὐ γὰρ ἂν ἐνήργουν, ἃ ἐνήργουν τότε οἱ ἀπόστολοι σημεῖα, ἀλλὰ τῆς δαψιλείας καὶ ἀφθονίας καὶ τῆς ἀπειροδυνάμου τοῦ πνεύματος χάριτος οὔτε οἱ πάλαι προφῆται οὔτε οἱ μαθηταὶ ὑπῆρχον ἠξιωμένοι. τὸ οὖν οὔπω γὰρ ἦν πνεῦμα ἅγιον δεδομένον οὕτω φησίν· δαψιλῶς καὶ ἀφθόνως ὡς ἔμελλεν μετὰ ἀνάστασιν δίδοσθαι, ὅτε τοῖς μαθηταῖς ἐν εἴδει γλωσσῶν πυρίνων ἐπεφοίτησεν· ἢ σκοπητέον, εἰ μὴ ἁγίῳ τινὶ δυνάμει οἱ μαθηταὶ ἐπετέλουν, ἃ παραδόξως ἐτέλουν· τὸ γὰρ λέγειν τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ οὐκ οἶδα τί ἐστιν ἄλλο τοῦτο, εἰ μὴ πνευματικῶν χαρισμάτων χορηγία. ἔστιν δὲ οἶμαι καὶ τοῦτο εἰπεῖν, ὅτι πρὸ τῆς ἐπιφοιτήσεως τοῦ πνεύματος τῆς γεγενημένης ἐμφανῶς ὀλίγοι τινὲς ἄνθρωποι τῆς τοιαύτης ἠξίωντο χάριτος ὥσπερ οἱ πάλαι προφῆται καὶ οἱ τοῦ Χριστοῦ ἀπόστολοι καὶ οὐδ' οὗτοι κατ' αἴσθησιν ἀδίστακτον ταύτην λαμβάνοντες, μετὰ δὲ τὴν ἀνάστασιν καὶ τὴν τοῦ παναγίου πνεύματος κατ' αἴσθησιν ἐπιφοίτησιν οὐκ ὀλίγοι καὶ εὐαρίθμητοι, ἀλλ' ἁπλῶς πᾶς ὁ πιστεύων πνευματικῶν χαρισμάτων ἠξίωτο. διὸ καὶ ὁ κύριος τοῦτο δεικνὺς ὁ πιστεύων φησίν, διὰ τοῦ ἄρθρου σύμπαντας περιλαμβάνων τοὺς πιστούς. 54 Jo 7, 39 Ποῖον πνεῦμα οὔπω ἦν; τῶν μυρίων καὶ ἀενάων χρισμάτων, ὧν ἐπλούτησαν οἱ ἀπόστολοι μετὰ τὴν διὰ γλωσσῶν ἐπιφοίτησιν καὶ διανομήν· εἰ γὰρ καὶ προφήταις ἐνεργεῖ τὸ πνεῦμα, ἀλλ' οὐχ οὕτως ἀέναον, ἀλλ' ἕν που ἢ δύο τῶν σημείων κατά τινος καιροῦ ἐνεργοῦντες ἐπαύοντο, οἱ δὲ ἀπόστολοι διὰ βίου τὰ τέρατα ἐπεδαψιλεύοντο ὥσπερ ἀπό τινος πηγῆς ἀειβλύστου προχέοντες τὰ θαυμάσια καὶ οὐ καθ' ἓν εἶδος, ἀλλ' ἅμα τε ξένοις ἐλάλουν γλώσσαις οἱ αὐτοὶ καὶ ἡρμήνευον ἀνιστάντες νεκροὺς καὶ προεφήτευον καὶ ἄλλα μυρία ὧν ἡ συνδρομὴ ἐπ' οὐδενὸς ὤφθη τῶν προφητῶν καὶ οὔπω τὸ μεῖζον· οὐ γὰρ αὐτοὶ ἐθαυματούργουν, ἀλλὰ καὶ ἑτέρους τὰ ἴσα τερατουργεῖν ἐθεούργουν· ἡ γὰρ τοιαύτη τοῦ παναγίου πνεύματος δύναμις καὶ χάρις οὔπω ἦν ἀνθρώποις κεχαρισμένη. 55 Jo 8, 14 Ἐπειδὴ πρότερον ἀλλαχοῦ ἔφη, ὅτι ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ καὶ παρήγαγεν τὸν Ἰωάννην καὶ τῶν ἔργων τὸ ὑπὲρ ἄνθρωπον καὶ αὐτοῦ τοῦ πατρὸς τὴν διὰ τῆς φωνῆς καὶ τοῦ πνεύματος μαρτυρίαν, ἐπειδὴ ταῦτα ἐκεῖσέ φησιν, νῦν δεσποτικώτερον καὶ θεοπρεπέστερον αὐτοῖς ἀποκρίνεται ἀνακαλύπτων τὴν ἐξουσίαν καὶ θεότητα αὐτοῦ· οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡ ἐμή, φησίν, μαρτυρία ὥσπερ ἡ ὑμετέρα, ἀλλὰ θεϊκὴ καὶ μηδὲ σκιὰν παραδεχομένη ψεύδους. κἀκεῖ μὲν μάρτυρας παράγει συγκαταβαίνων αὐτοῖς καὶ δι' ὧν ἦν καὶ τοὺς φιλονείκους πείθεσθαι, δι' ἐκείνων εἰς τὴν περὶ αὐτοῦ πίστιν ἐνάγων αὐτούς. ἐπειδὴ δὲ ἔτι ἐνέμενον τῇ ἀπιστίᾳ καὶ οὐδὲν αὐτοῖς ἡ πολλὴ συγκατάβασις ὤνησεν, ἅτε δὴ κατεχομένους ὑπὸ τῆς ἰδίας πωρώσεως, δεσποτικώτερον ἀποφαίνεται νῦν τὴν ἄνοιαν αὐτῶν ἐπιρραπίζων ὡς ἐξουσιαστής. 56 Jo 8, 19 Ἀντὶ τοῦ οὔτε ἐμὲ βούλεσθε εἰδέναι οὔτε τὸν πατέρα μου· εἰ γὰρ ἐμὲ ᾔδειτε, φησίν, βουλόμενοι μαθεῖν, ἔκ τε τῶν θεοσημείων, ὧν ἐπέδειξα ὑμῖν, ἔκ τε τῶν προφητικῶν χρησμῶν, καὶ τὸν πατέρα μου ἐγνώκετε ἄν. ἢ οὔτε ἐμὲ οἴδατε, δι' ὧν τἀναντία τῆς ὀρθῆς πολιτείας αἱρεῖσθε, οὔτε τὸν πατέρα μου· τοῖς αὐτοῖς γὰρ ἐγώ τε κἀκεῖνος ἡδόμεθα. 57 Jo 8, 39-41 Οὐ γὰρ ὅτε τυπικῶς καὶ διὰ τῶν ἀγγελικῶν μορφώσεων τὴν τριάδα ὑπεδέξατο, τὸν μὲν ἐτίμησεν, τοῦ δὲ πρὸς μιαιφονίαν ἠρέθιστο, ἀλλ' ὁμοτίμως τὸ σέβας τῇ τριαδικῇ κυριότητι ἀποδοὺς οὐδὲν τῆς ὁμοουσιότητος οὐδὲ κατὰ διάνοιαν ἐλυμήνατο οὐδὲ ἐστασίασεν τοὺς λογισμοὺς τὴν αὐτὴν ἐν τοῖς τρισὶν ἐξουσίαν βλέπων καὶ δύναμιν. διό φησιν· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν, ὑμεῖς δὲ διότι λέγω καὶ εἶπον ὑμῖν τὴν ἀλήθειαν, ὅτι ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν δεικνὺς καὶ διδάσκων ὑμᾶς τὸ ὁμοούσιον πατρὸς καὶ ἐμοῦ, ζητεῖτέ με ἀποκτεῖναι. καὶ πάλιν ἐκεῖνος ὁρῶν ἐπὶ καταστροφῇ