Commentarii in Joannem (in catenis) 1 Jo 1, 1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἄναρχός φησι κατὰ χρόνον, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, οἷον οὐκ ἄναρχος κατ' αἰτίαν

 χρόνον, τὸ ἀπαθές, τὸ ἐκ τοιούτου πατρός, τοῦτ' ἔστιν ὁμοούσιος. ἦν θεὸς ὁ πατὴρ πρὸς ὃν ὁ υἱὸς ἦν καὶ θεὸς ὁ Λόγος ὁ πρὸς τὸν πατέρα ἦν καὶ ἦν ὁμοίως

 φιλοτεχνήματι, ὡς προνοῶν ἐν τῷ προνοουμένῳ. 9 Jo 1, 11 Πῶς ἦλθεν εἰς τὰ ἴδια ὁ ἀεὶ πανταχοῦ καὶ ἐν τῷ κόσμῳ παρών; ὡς ἐπιφανεὶς σαρκί, ὡς σὺν ἡμῖν σω

 Jo 1, 15 Ἦν ἀεὶ πρῶτος, αὐτὸς μὲν γὰρ φύσει θεὸς καὶ υἱὸς θεοῦ, ἐγὼ δὲ δοῦλος καὶ κῆρυξ αὐτοῦ. ἦν μὲν ἀεὶ οὗτος πρῶτος, ὀπίσω δέ μου ἔρχεται τῷ χρόνῳ

 σχήματα τιμῆς καὶ μεγάλα ῥήματα, μᾶλλον δὲ ἔνθα μὲν κέρδος ἀργυρίου μικροῦ, οὐδὲν ὁ ναὸς ἢ ὁ νόμος· ἔνθα δὲ μεγάλη σωτηρία ἀνθρώπων, ἐκεῖ ὁ πολὺς φθόν

 καὶ κατὰ μικρὸν προῆλθεν, ὥστε καὶ Μεσσίαν καὶ Χριστὸν οὐχ ὁμολογήσασα μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ πατρίδι κηρῦξαι καὶ κατάρξασθαι αὐτοῖς τῆς εἰς Χρι

 γὰρ πατὴρ οὐ κρίνει οὐδένα, παρέσχεν ἂν ὑπόνοιαν, ὅτι αὐτὸς ἐξέστη τῆς ἐξουσίας. διὰ τοῦτο δὲ τίθησι τὸ ἔδωκεν, ἵνα καὶ τὸν υἱὸν καὶ τὸν πατέρα ὁμοίως

 εἰς ἀνθρωπίνην ὑπόληψιν καὶ κρίσιν, οὐκ ἔστιν ἀληθὴς αὐτοῦ ἡ μαρτυρία. τοῦτο οὖν καὶ ὁ κύριος πρὸς τὴν ἐκείνων ὑπόληψιν δηλῶν ἔλεγεν· ἐὰν ἐγὼ μόνος, φ

 παιδαγωγηθῆναι καὶ ὠφεληθήσεσθαι. 42 Jo 6, 6 Ἢ πειράζων εἴρηται ἀντὶ τοῦ γυμνάζων αὐτὸν τοὺς λογισμοὺς αὐτοῦ διανιστῶν καὶ πρὸς ἐπίγνωσιν τῆς δεσποτικ

 εἰς τὴν τοῦ πατρὸς ἡμᾶς ἀνάγων διδασκαλίαν εἰς σεαυτὸν πάλιν παραπέμπεις, εἴπερ σὺ ἑώρακας καὶ σὺ μέλλεις ἡμῖν τὴν πατρικὴν διδασκαλίαν ἀναπτύσσειν κα

 τὸ πλῆθος καὶ μέγεθος τῶν χαρισμάτων δηλῶν ποταμοὺς αὐτὰ καλεῖ. οὐδεὶς οὖν οὔτε τῶν πάλαι προφητῶν ἦν οὔτε τῶν ἤδη παρόντων μαθητῶν τηλικούτων χαρισμά

 πόλεων, ἐν αἷς καὶ συγγενεῖς εἶχεν, πορευομένους τοὺς τυπικῶς καὶ εἰκονικῶς ἑωραθέντας ἀγγέλους οὐ διανέστη πρὸς ἀναίρεσιν, ἀλλ' εἰς ἱκεσίαν μᾶλλον κα

 ἐκεῖνος γάρ, φησίν, ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. καὶ τίς ἐστιν ἄλλος, φησίν, τοιοῦτος, εἰ

 ἄλλο παρελήφθη ὁ πηλὸς ἢ ὅπερ εἴρηται, ἵνα λίαν παραστήσῃ, ὅτι αὐτὸς ἔπλασεν καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ. ἔτι δὲ ἀπονίψασθαι κελεύει τὸν πηλόν, ἵνα μὴ τοῖς

 τινα περὶ αὐτοῦ ταπεινὰ καὶ ἀνθρώπινα, ἵνα μὴ ὁ ἀσθενὴς ἀκροατὴς καταπέσῃ ἢ ὁ κακοῦργος ἀφορμὴν λάβῃ πονηρίας, ἐπὶ τὸ ὑψηλὸν πάλιν ἀνατρέχει καί φησιν

 ἔφη πρὸς τοὺς μαθητὰς περὶ τῶν θελόντων αὐτὸν ἰδεῖν Ἑλλήνων· ὅτε ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 74 Jo 12, 27 Τὸ μὲν τεταράχθαι παράσ

 οὐκ ἤλπιζόν τινα εἰς τοιαύτην ὅλως ἐλάσαι ἀπόνοιαν καὶ ἀχαριστίαν καὶ μιαρίαν, ὥστε τηλικαῦτα εὖ παθόντα καὶ χαρισμάτων τοιούτων ἀξιωθέντα φόνῳ καὶ πρ

 δὲ Ἰουδαῖοι τὸν βίον καταλύοντες τῷ θανάτῳ καὶ τῇ κολάσει παρεπέμποντο. διό φησιν· καὶ ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἀλλ' ἐκείνοις μὲν οὕτω φησ

 σωματικοῖς ἰδεῖν ἐπεζήτεις ὀφθαλμοῖς, ἀλλὰ πρὸς τὴν σάρκα ἀφορῶν, ἣν ἑκὼν ὑπὲρ ὑμῶν ἀνέλαβον, οὐδὲν ὑψηλὸν οὐδὲ ἄξιον τῆς ἐμῆς θεότητος συνεώρακας· ὁ

 ἤδη τῶν λόγων παύεσθαι μελλόντων. 90 Jo 15, 9-11 Ταῦτα λελάληκα ὑμῖν· ποῖα ταῦτα; ὅτι καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς, ὅτι ἐὰν τὰς ἐντολά

 κριτήριον ἐν ἐκείνῃ τῇ πόλει τὴν ἀρχὴν ἔλαβεν, ἐν ᾗ καὶ τῆς μιαιφονίας ἐπράχθη τὸ τόλμημα. ὁ ἔλεγχος δὲ οὐ διὰ λόγων, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων γεγ

 υἱῷ. καὶ τοῦτο καὶ ὁ μακάριος Παῦλος κηρύττων ἔλεγεν· κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου· ταύτῃ οὖν, φησίν, τῇ δόξῃ οὐ προσφάτως ἐ

 ἐν τῷ πατρί, τοῦτ' ἔστιν ὁμοούσιος. διὰ τί δὲ οὐκ εἶπεν· καθὼς σύ, πατήρ, ἐμοὶ κἀγὼ Σοί, ἀλλὰ μετὰ τῆς προθέσεως; μάλιστα μὲν καὶ τοῦτό φησιν ἀλλαχοῦ

 λάβετε καὶ ἀποκτείνατε; εἶπεν λάβετε καὶ κρίνατε. ἀλλ' οὐκ ἦσαν πρὸς τὸν φόνον παρεσκευασμένοι τοῦ δεσπότου καὶ οὐκ ἐμέθυον τῷ θυμῷ καὶ τῷ φθόνῳ, ὅτι

 ἔμελλεν ἐπιδείκνυσθαι κἀκείνους αὖ διὰ ταύτης εἰς ὑψηλοτέραν ἄγων ὑπόληψιν. 114 Jo 21, 17 Ἐπειδὴ τρίτον ἠρώτησεν αὐτὸν ἰσάριθμον τῇ ἀρνήσει ποιούμενος

σωματικοῖς ἰδεῖν ἐπεζήτεις ὀφθαλμοῖς, ἀλλὰ πρὸς τὴν σάρκα ἀφορῶν, ἣν ἑκὼν ὑπὲρ ὑμῶν ἀνέλαβον, οὐδὲν ὑψηλὸν οὐδὲ ἄξιον τῆς ἐμῆς θεότητος συνεώρακας· ὁ γὰρ συνεωρακὼς καὶ κατειληφώς, ὅτι θεὸς ἐγὼ ὁ υἱὸς καὶ ἀσώματος, κατείληφε πάντως καὶ συνεώρακεν, ὅτι καὶ ὁ ἐμὸς πατὴρ τοῦ τοιούτου υἱοῦ θεός ἐστι καὶ ἀσώματος καὶ αἰσθητοῖς ὀφθαλμοῖς οὐ καταλαμβανόμενος. τὸ δὲ τοΣοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, τοῦτο δηλοῖ, τοΣοῦτον χρόνον μεθ' ὑμῶν ὢν σημεῖα καὶ τέρατα ἐπεδειξάμην, δι' ὧν τὸ τῆς θεότητος ἀξίωμα καὶ τῆς ἀσωμάτου καὶ ὑπερκειμένης οὐσίας δυνατὸν ἦν ἀποκαλυφθῆναι τοῖς ὁρῶσιν. καὶ αὐτὸς οὔπω με ἔγνωκας, ὅτι θεός εἰμι καὶ ἀσώματος οὐσία, ἀλλὰ καὶ τὸν πατέρα σωματικὸν ὑπολαμβάνεις καὶ σωματικοῖς ἰδεῖν ἐπιζητεῖς ὀφθαλμοῖς. 86 Jo 14, Τρία αὐτοῖς ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως ἤτοι ἐν τῷ καιρῷ ἐκείνῳ εἰς γνῶσιν ἐπηγγείλατο ἐλθεῖν, ἓν μὲν τὸ ἐπιγνῶναι, ὅτι ὁ Χριστὸς ὡς ἀληθῶς θεός ἐστι καὶ τοῦ πατρὸς ἀδιαίρετος κατὰ τὸν τῆς οὐσίας καὶ ἐξουσίας καὶ κυριότητος λόγον· δεύτερον δέ, ὅτι καὶ ὑμεῖς μᾶλλον οἰκειωθήσεσθέ μοι καὶ μᾶλλον μαθήσεσθε, ὅτι ἐν ἐμοὶ δεῖ ἔχειν ὑμᾶς καὶ ἀνατιθέναι πάσας τὰς ἐλπίδας καὶ μηδὲν περὶ μηδενὸς δεδιέναι· φησὶν γάρ· καὶ ὑμεῖς ἐν ἐμοί. καὶ τρίτον· ἐπιγνώσεσθε, ὅτι τότε μᾶλλον ἐγὼ ἐν ὑμῖν· ἐπιδείξω γὰρ ἔτι μᾶλλον τὸ περὶ ὑμᾶς φίλτρον μείζοσι σημείοις καὶ τέρασιν ἢ ἐποίησα ἐγὼ δοξάζων καὶ μεγαλύνων ὑμᾶς καὶ ἔτι ἐνισχύων καὶ δυναμῶν ὑμᾶς ἐλέγχειν ἄρχοντας καὶ βασιλεῖς καὶ καταφρονεῖν αὐτῶν πάσας τιμωρίας καὶ βασάνους, οἳ πρότερον ἐκ μόνης τῆς ἐμῆς συλλήψεως ἀποδειλιάσαντες πεφεύγατε καὶ ἐγκατελίπετέ με. ἀλλὰ τότε τοσαύτη δύναμις ὑμῖν καὶ ἰσχὺς ἐπιχορηγηθήσεται, ὥστε μηδὲν ὅλως ἡγεῖσθαι τὸν θάνατον αὐτόν, ἀλλὰ νικᾶν καὶ κρατεῖν ἐν τῷ κολάζεσθαι καὶ περιγίνεσθαι κατὰ κράτος τῶν ἐχθρῶν. 87 Jo 14, 26 Ἐκεῖνος ὑμᾶς διδάξει πάντα, οὐχὶ ἄλλην διδασκαλίαν εἰσάγει παρ' ἣν ἐγὼ ἐδίδαξα, ἀλλ' αὐτὴν ταύτην ἐπὶ τὸ σαφέστερον ἀναπτύσσων καὶ ἀποκαλύπτων ὑμῖν. δι' ὃ εἰπὼν ἐκεῖνος ὑμᾶς διδάξει εὐθέως ἐπήγαγεν καὶ ὑπομνήσει πάντα, τοῦτ' ἔστιν ἡ διδασκαλία αὐτοῦ ὑπόμνησις καὶ διασάφησις ἔσται τῆς παρ' ἐμοῦ γενομένης διδασκαλίας, ἀλλ' οὐκ ἄλλη παρ' αὐτήν. 88 Jo 14, 27-28 ∆ύο τίθησιν αἰτίας δι' ὧν αὐτοὺς πειρᾶται παραμυθεῖσθαι ἀθυμοῦντας λίαν ἐπὶ τῷ πάθει καὶ τῷ σταυρῷ, μίαν μὲν τί ταράσσεται ὑμῶν ἡ καρδία· εἶπον μὲν γάρ, ὅτι ὑπάγω, ἀλλὰ γνωστὸν ὑμῖν, ὅτι πάλιν ἔρχομαι πρὸς ὑμᾶς. εἰ οὖν τὸ ἀπιέναι λύπης αἴτιον, τὸ πάλιν παραγενέσθαι χαρᾶς καὶ εὐφροσύνης ὀφείλει καθίστασθαι ὑμῖν, μᾶλλον δὲ ἡ ἐλπὶς τοῦ παραγενέσθαι οὐδὲ ὅλως λύπην ἐπὶ τῇ ἀποδημίᾳ συγχωρεῖν ὀφείλει συνίστασθαι. οὕτως οὖν καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ὀφείλετε ταράσσεσθαι ἢ δειλιᾶν. δι' ἑτέραν δέ, ὅτι ὑμεῖς αὐτοὶ τὸν πατέρα μείζονα ὑπολαμβάνετε· οὐ γὰρ ἂν ἐλέγετε δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν· ἐμὲ γὰρ ἔχοντες μεθ' ἑαυτῶν καὶ πλείστους λόγους παρακλήσεως ἀκούοντες ὅμως ἔτι τὸν πατέρα ἐζητεῖτε ὡς ὑπολαμβάνοντες μείζονα. ἀπ' αὐτῆς τοιγαροῦν τῆς ὑμετέρας ὑπολήψεως τὴν παραμυθίαν ὑμᾶς χρὴ λαμβάνειν· εἰ γὰρ ὁ πατήρ μου μείζων μού ἐστιν ὡς ὑμεῖς ὑπειλήφατε, ἐγὼ δὲ πρὸς αὐτὸν πορεύομαι, οὐ χρὴ ὑμᾶς ἀθυμεῖν ἢ δειλιᾶν· πρὸς γὰρ τὸν μείζω πορεύομαι. τί δὲ λέγω ὡς οὐ χρὴ ἀθυμεῖν, μᾶλλον δὲ καὶ χαίρειν ὑμᾶς δεῖ εἴπερ ἠγαπᾶτέ με, ὅτι πρὸς ἐκεῖνον πορεύομαι, ὃν ὑμεῖς μείζονα ὑπειλήφατε. 89 Jo 14, 30 Τὸ δὲ οὐκέτι πολλὰ λαλήσω μεθ' ὑμῶν ἔφη προσεκτικωτέρους αὐτοὺς τοῖς εἰρημένοις ποιῶν. τοῦτ' ἔστι προσέχετε τοῖς ῥηθεῖσιν καὶ κατέχετε αὐτὰ ἀσφαλῶς· οὐκέτι γὰρ ἔσται ὑμῖν ἄδεια ὡς τὸ πρότερον ἐπερωτᾶν καὶ ἃ διαλανθάνει μανθάνειν. καὶ γὰρ οὐδὲ πολλὰ λαλήσω μεθ' ὑμῶν, ἄλλως τε [δέ.] καὶ ἐπεὶ ἔμελλεν ἐρεῖν τὰ ἐφεξῆς ὑψηλὰ καὶ ὑπὲρ ἄνθρωπον ὄντα, τὸ μὲν γὰρ μηδὲν ὅλως μηδ' ἴχνος ἔχειν ἁμαρτίας, εἶτα μετὰ ἀνόμων σταυρωθῆναι καὶ λογισθῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἡλίκην ἔχει τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας. ἐπεὶ οὖν καὶ ταῦτα ἔμελλεν λέγειν, ἵνα προσέχωσιν, οὐκέτι, φησίν, πολλὰ λαλήσω μεθ' ὑμῶν. δεῖ οὖν ἰσχυρῶς προσέχειν ὡς