Commentarii in Joannem (in catenis) 1 Jo 1, 1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἄναρχός φησι κατὰ χρόνον, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, οἷον οὐκ ἄναρχος κατ' αἰτίαν

 χρόνον, τὸ ἀπαθές, τὸ ἐκ τοιούτου πατρός, τοῦτ' ἔστιν ὁμοούσιος. ἦν θεὸς ὁ πατὴρ πρὸς ὃν ὁ υἱὸς ἦν καὶ θεὸς ὁ Λόγος ὁ πρὸς τὸν πατέρα ἦν καὶ ἦν ὁμοίως

 φιλοτεχνήματι, ὡς προνοῶν ἐν τῷ προνοουμένῳ. 9 Jo 1, 11 Πῶς ἦλθεν εἰς τὰ ἴδια ὁ ἀεὶ πανταχοῦ καὶ ἐν τῷ κόσμῳ παρών; ὡς ἐπιφανεὶς σαρκί, ὡς σὺν ἡμῖν σω

 Jo 1, 15 Ἦν ἀεὶ πρῶτος, αὐτὸς μὲν γὰρ φύσει θεὸς καὶ υἱὸς θεοῦ, ἐγὼ δὲ δοῦλος καὶ κῆρυξ αὐτοῦ. ἦν μὲν ἀεὶ οὗτος πρῶτος, ὀπίσω δέ μου ἔρχεται τῷ χρόνῳ

 σχήματα τιμῆς καὶ μεγάλα ῥήματα, μᾶλλον δὲ ἔνθα μὲν κέρδος ἀργυρίου μικροῦ, οὐδὲν ὁ ναὸς ἢ ὁ νόμος· ἔνθα δὲ μεγάλη σωτηρία ἀνθρώπων, ἐκεῖ ὁ πολὺς φθόν

 καὶ κατὰ μικρὸν προῆλθεν, ὥστε καὶ Μεσσίαν καὶ Χριστὸν οὐχ ὁμολογήσασα μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ πατρίδι κηρῦξαι καὶ κατάρξασθαι αὐτοῖς τῆς εἰς Χρι

 γὰρ πατὴρ οὐ κρίνει οὐδένα, παρέσχεν ἂν ὑπόνοιαν, ὅτι αὐτὸς ἐξέστη τῆς ἐξουσίας. διὰ τοῦτο δὲ τίθησι τὸ ἔδωκεν, ἵνα καὶ τὸν υἱὸν καὶ τὸν πατέρα ὁμοίως

 εἰς ἀνθρωπίνην ὑπόληψιν καὶ κρίσιν, οὐκ ἔστιν ἀληθὴς αὐτοῦ ἡ μαρτυρία. τοῦτο οὖν καὶ ὁ κύριος πρὸς τὴν ἐκείνων ὑπόληψιν δηλῶν ἔλεγεν· ἐὰν ἐγὼ μόνος, φ

 παιδαγωγηθῆναι καὶ ὠφεληθήσεσθαι. 42 Jo 6, 6 Ἢ πειράζων εἴρηται ἀντὶ τοῦ γυμνάζων αὐτὸν τοὺς λογισμοὺς αὐτοῦ διανιστῶν καὶ πρὸς ἐπίγνωσιν τῆς δεσποτικ

 εἰς τὴν τοῦ πατρὸς ἡμᾶς ἀνάγων διδασκαλίαν εἰς σεαυτὸν πάλιν παραπέμπεις, εἴπερ σὺ ἑώρακας καὶ σὺ μέλλεις ἡμῖν τὴν πατρικὴν διδασκαλίαν ἀναπτύσσειν κα

 τὸ πλῆθος καὶ μέγεθος τῶν χαρισμάτων δηλῶν ποταμοὺς αὐτὰ καλεῖ. οὐδεὶς οὖν οὔτε τῶν πάλαι προφητῶν ἦν οὔτε τῶν ἤδη παρόντων μαθητῶν τηλικούτων χαρισμά

 πόλεων, ἐν αἷς καὶ συγγενεῖς εἶχεν, πορευομένους τοὺς τυπικῶς καὶ εἰκονικῶς ἑωραθέντας ἀγγέλους οὐ διανέστη πρὸς ἀναίρεσιν, ἀλλ' εἰς ἱκεσίαν μᾶλλον κα

 ἐκεῖνος γάρ, φησίν, ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. καὶ τίς ἐστιν ἄλλος, φησίν, τοιοῦτος, εἰ

 ἄλλο παρελήφθη ὁ πηλὸς ἢ ὅπερ εἴρηται, ἵνα λίαν παραστήσῃ, ὅτι αὐτὸς ἔπλασεν καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ. ἔτι δὲ ἀπονίψασθαι κελεύει τὸν πηλόν, ἵνα μὴ τοῖς

 τινα περὶ αὐτοῦ ταπεινὰ καὶ ἀνθρώπινα, ἵνα μὴ ὁ ἀσθενὴς ἀκροατὴς καταπέσῃ ἢ ὁ κακοῦργος ἀφορμὴν λάβῃ πονηρίας, ἐπὶ τὸ ὑψηλὸν πάλιν ἀνατρέχει καί φησιν

 ἔφη πρὸς τοὺς μαθητὰς περὶ τῶν θελόντων αὐτὸν ἰδεῖν Ἑλλήνων· ὅτε ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 74 Jo 12, 27 Τὸ μὲν τεταράχθαι παράσ

 οὐκ ἤλπιζόν τινα εἰς τοιαύτην ὅλως ἐλάσαι ἀπόνοιαν καὶ ἀχαριστίαν καὶ μιαρίαν, ὥστε τηλικαῦτα εὖ παθόντα καὶ χαρισμάτων τοιούτων ἀξιωθέντα φόνῳ καὶ πρ

 δὲ Ἰουδαῖοι τὸν βίον καταλύοντες τῷ θανάτῳ καὶ τῇ κολάσει παρεπέμποντο. διό φησιν· καὶ ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἀλλ' ἐκείνοις μὲν οὕτω φησ

 σωματικοῖς ἰδεῖν ἐπεζήτεις ὀφθαλμοῖς, ἀλλὰ πρὸς τὴν σάρκα ἀφορῶν, ἣν ἑκὼν ὑπὲρ ὑμῶν ἀνέλαβον, οὐδὲν ὑψηλὸν οὐδὲ ἄξιον τῆς ἐμῆς θεότητος συνεώρακας· ὁ

 ἤδη τῶν λόγων παύεσθαι μελλόντων. 90 Jo 15, 9-11 Ταῦτα λελάληκα ὑμῖν· ποῖα ταῦτα; ὅτι καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς, ὅτι ἐὰν τὰς ἐντολά

 κριτήριον ἐν ἐκείνῃ τῇ πόλει τὴν ἀρχὴν ἔλαβεν, ἐν ᾗ καὶ τῆς μιαιφονίας ἐπράχθη τὸ τόλμημα. ὁ ἔλεγχος δὲ οὐ διὰ λόγων, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων γεγ

 υἱῷ. καὶ τοῦτο καὶ ὁ μακάριος Παῦλος κηρύττων ἔλεγεν· κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου· ταύτῃ οὖν, φησίν, τῇ δόξῃ οὐ προσφάτως ἐ

 ἐν τῷ πατρί, τοῦτ' ἔστιν ὁμοούσιος. διὰ τί δὲ οὐκ εἶπεν· καθὼς σύ, πατήρ, ἐμοὶ κἀγὼ Σοί, ἀλλὰ μετὰ τῆς προθέσεως; μάλιστα μὲν καὶ τοῦτό φησιν ἀλλαχοῦ

 λάβετε καὶ ἀποκτείνατε; εἶπεν λάβετε καὶ κρίνατε. ἀλλ' οὐκ ἦσαν πρὸς τὸν φόνον παρεσκευασμένοι τοῦ δεσπότου καὶ οὐκ ἐμέθυον τῷ θυμῷ καὶ τῷ φθόνῳ, ὅτι

 ἔμελλεν ἐπιδείκνυσθαι κἀκείνους αὖ διὰ ταύτης εἰς ὑψηλοτέραν ἄγων ὑπόληψιν. 114 Jo 21, 17 Ἐπειδὴ τρίτον ἠρώτησεν αὐτὸν ἰσάριθμον τῇ ἀρνήσει ποιούμενος

καὶ κατὰ μικρὸν προῆλθεν, ὥστε καὶ Μεσσίαν καὶ Χριστὸν οὐχ ὁμολογήσασα μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ πατρίδι κηρῦξαι καὶ κατάρξασθαι αὐτοῖς τῆς εἰς Χριστὸν πίστεως. 24 Jo 4, 16 Τίνα ἀκολουθίαν ἔχει τῆς Σαμαρείτιδος αἰτούσης τὸ ὕδωρ τὸ ζῶν εἰπεῖν τὸν δεσπότην· ὕπαγε φώνησον τὸν ἄνδρα σου; πολλὴν μὲν οὖν· ἐπειδὴ γὰρ τὸ λαβεῖν ἐκεῖνο τὸ ὕδωρ τὸ ζῶν ἄλλως οὐκ ἐγχωρεῖ ἀλλ' ἢ διὰ τῆς εἰς Χριστὸν πίστεως, λέγει αὐτῇ· ὕπαγε φώνησον τὸν ἄνδρα σου, ἵνα διὰ τῆς ἀποκρίσεως τῆς γυναικὸς καὶ τῆς ἐπὶ τῇ ἀποκρίσει προγνώσεως τοῦ Χριστοῦ θαυμάσασα ἡ γυνὴ ἐπιγνῷ τὸν δεσπότην καὶ πιστεύσῃ καὶ ἐπιγνοῦσα καὶ πιστεύσασα ἀξιωθῇ τῆς αἰτήσεως ἤτοι τοῦ τυχεῖν τοῦ ζῶντος· ἔμαθεν γὰρ ἀπὸ τῆς τοιαύτης διαλέξεως, ὅτι αὐτός ἐστιν ὁ προσδοκώμενος Μεσσίας. ἐκήρυξεν τοῖς ἐν τῇ πόλει, ὅτι αὐτός ἐστιν ὁ Χριστός· τὸ γὰρ μήτι αὐτός ἐστιν ὁ Χριστὸς οὐ διστάζουσά φησι καὶ τοῦτο δείκνυται ἐκ τῆς πολλῆς σπουδῆς καὶ τοῦ τὴν πόλιν εἰς τὴν θέαν αὐτοῦ συγκαλεῖν, ἀλλὰ μήτι αὐτός ἐστιν ὁ Χριστός φησιν, ἵνα μὴ ἐξ εὐθείας καὶ μετὰ ἀποφάσεως ῥηθὲν προστῇ τισι προσανὲς ἐκ πρώτης φανέν. ἐκήρυξεν οὖν, ὅτι αὐτός ἐστιν ὁ Χριστός. εἶχεν διὰ τούτου, οὗ ἐπεζήτει ζῶντος ὕδατος τοῦ καθαίροντος αὐτὴν τῆς ἁμαρτίας καὶ ἀπὸ τῆς φλεγμονῆς ἐκείνης τῶν παθῶν ἀναψύχοντος καὶ εἰς ζωὴν αἰώνιον ἐμβιβάζοντος. πόθεν δὲ τούτων ἔτυχεν; ἦ δῆλον ἐκ τοῦ εἰπεῖν τὸν δεσπότην· ὕπαγε φώνηΣον τὸν ἄνδρα σου· τοῦτο γὰρ τὸ ῥῆμα ἀρχὴ γέγονεν τοῦ ἐπιγνῶναι καὶ πιστεῦσαι τῇ γυναικί, ὅτι αὐτός ἐστιν ὁ Χριστός, ἐξ οὗ λαμβάνει καὶ τὸ ὕδωρ τὸ ζῶν. ὁρᾷς πῶς αἰτούσης τῆς γυναικὸς τὸ ὕδωρ τὸ ζῶν καταλλήλως φησὶν καὶ λίαν ἀκολούθως ὁ δεσπότης· ὕπαγε φώνησον τὸν ἄνδρα σου μονονουχὶ λέγων· ἐγὼ δώσω σοι αὐτό, ἐὰν μόνον καλῶς ἐπιγνῷς, τίς ἐστιν, ὃν αἰτεῖς· τούτου γὰρ γινομένου καὶ ἡ αἴτησίς σου ἀκολουθήσει. ἄλλως τε δὲ καὶ τύπον ἡμῖν δίδωσιν ἄνευ τοῦ οἰκείου ἀνδρὸς μὴ ἐπὶ πολὺ ὁμιλεῖν τῇ γυναικὶ μήτε μὴν χωρὶς ἐκείνου αἰτουμένῃ τι χαρίζεσθαι· εἰ γὰρ καὶ μὴ εἶχεν νόμιμον αὐτῇ, ἀλλ' ὅμως ἐπὶ τῶν ἐχόντων καὶ πανταχοῦ δεῖ τοῦτο παραφυλάττεσθαι· εἰ γὰρ ὁ δεσπότης τοῦ παντός, ὁ κύριος πάσης πνοῆς, τοῦτο παρεφυλάξατο, τί χρὴ ποιεῖν τοὺς καθ' ἡμέραν πορθουμένους λογισμοῖς καὶ παθεῖν ἀτόποις; διὰ τοῦτο καὶ αὐτὸς ἀναμάρτητος καὶ ἀπαθὴς ὤν· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι. ὅμως εἰς παράδειγμα καὶ τύπον ἡμέτερον ἄνευ τοῦ συνοίκου οὐκ ἠνέσχετο οὔτε πλείονα χρόνον προσομιλεῖν οὔτε κατὰ τὸ φαινόμενον καὶ πρόχειρον τῆς λέξεως τὴν αἴτησιν εἰς πέρας ἄγειν τῆς γυναικός. 25 Jo 4, 19- Οἶμαι δὲ ὡς οὐδὲ παντὶ τρόπῳ βουλομένη τὰ ἑαυτῆς προκεκριμένα δεῖξαι τῶν Ἰσραηλιτῶν, διὰ τοῦτο παράγει τό· οἱ πατέρες ἡμῶν προσεκύνησαν ἐν τῷ ὄρει, ἀλλὰ τὸ συστατικὸν νομιζόμενον εἶναι τῆς ὑπολήψεως τῶν Σαμαρειτῶν προκομίζει. εἶθ' οὕτως ὡς ἀπὸ προφήτου παρ' ἐκείνου ἐπεζήτει μαθεῖν τῶν δοξῶν τὴν ἀληθεστέραν τε καὶ τιμιωτέραν. διὸ καὶ ἀρχομένη ἔλεγεν· κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 29 Jo 4, 23 Καὶ νῦν ἐστιν τὸ πάντως καὶ διὰ ταχέων γενησόμενον σημαίνει. 31 Jo 5, 19-27 Ὥστε εἰ ἃ ὁ πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς ποιεῖ καὶ μάλιστα ὁμοίως, ἴσος αὐτῷ ἐστι κατὰ πάντα. τὸ δὲ ὁ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ δείκνυσιν αὐτῷ καὶ δείξει καὶ τὴν κρίσιν πᾶσαν δέδωκεν, φησίν, ἵνα ἐπιστομίσῃ αὐτούς, ὅτι οὐκ ἔστιν ἀντίθεος· εἰ γὰρ φιλεῖ τὸν υἱόν, φησίν, πῶς ἂν ἐφίλει τὸν πολέμιον; πῶς δὲ συνεχώρει καὶ οὐ μόνον συγχωρεῖ, ἀλλὰ καὶ δείκνυσιν αὐτῷ τὰ αὐτὰ ποιεῖν ὥσπερ ἐφηδόμενος τοῖς ἔργοις αὐτοῦ; πῶς δὲ καὶ πᾶσαν αὐτῷ ἐνεχείριζε τὴν ἐξουσίαν; ἄλλως τε δέ· ὥσπερ ὅτ' ἂν λέγῃ, ὅτι πᾶσαν αὐτῷ ἔδωκεν τὴν ἐξουσίαν ἤτοι τὴν κρίσιν, οὐχ αὑτὸν ἐξίστησι τῆς ἐξουσίας, ἀλλ' εἰς τιμὴν λέγει τοῦτο τοῦ υἱοῦ· οὕτω γὰρ εἰώθασιν οἱ ἄνθρωποι μᾶλλον τιμᾶν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ τιμωρεῖσθαι καὶ σῴζειν. ὥσπερ οὖν ἐπὶ τιμῇ τοῦτο εἴρηκεν τοῦ υἱοῦ κατὰ τὸν ἀνθρώπινον λογισμόν, οὕτω καὶ τὸ ἔδωκεν ἐπὶ τιμῇ εἴρηται τοῦ πατρός· τιμῶσι γὰρ καὶ τὸν διδόντα τὴν ἐξουσίαν. ἂν μὲν οὖν εἶπεν, ὅτι πᾶσαν τὴν κρίσιν ἔχει ὁ υἱός, ὁ