Commentarii in Joannem (in catenis) 1 Jo 1, 1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἄναρχός φησι κατὰ χρόνον, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, οἷον οὐκ ἄναρχος κατ' αἰτίαν

 χρόνον, τὸ ἀπαθές, τὸ ἐκ τοιούτου πατρός, τοῦτ' ἔστιν ὁμοούσιος. ἦν θεὸς ὁ πατὴρ πρὸς ὃν ὁ υἱὸς ἦν καὶ θεὸς ὁ Λόγος ὁ πρὸς τὸν πατέρα ἦν καὶ ἦν ὁμοίως

 φιλοτεχνήματι, ὡς προνοῶν ἐν τῷ προνοουμένῳ. 9 Jo 1, 11 Πῶς ἦλθεν εἰς τὰ ἴδια ὁ ἀεὶ πανταχοῦ καὶ ἐν τῷ κόσμῳ παρών; ὡς ἐπιφανεὶς σαρκί, ὡς σὺν ἡμῖν σω

 Jo 1, 15 Ἦν ἀεὶ πρῶτος, αὐτὸς μὲν γὰρ φύσει θεὸς καὶ υἱὸς θεοῦ, ἐγὼ δὲ δοῦλος καὶ κῆρυξ αὐτοῦ. ἦν μὲν ἀεὶ οὗτος πρῶτος, ὀπίσω δέ μου ἔρχεται τῷ χρόνῳ

 σχήματα τιμῆς καὶ μεγάλα ῥήματα, μᾶλλον δὲ ἔνθα μὲν κέρδος ἀργυρίου μικροῦ, οὐδὲν ὁ ναὸς ἢ ὁ νόμος· ἔνθα δὲ μεγάλη σωτηρία ἀνθρώπων, ἐκεῖ ὁ πολὺς φθόν

 καὶ κατὰ μικρὸν προῆλθεν, ὥστε καὶ Μεσσίαν καὶ Χριστὸν οὐχ ὁμολογήσασα μόνον, ἀλλὰ καὶ τῇ πόλει καὶ πατρίδι κηρῦξαι καὶ κατάρξασθαι αὐτοῖς τῆς εἰς Χρι

 γὰρ πατὴρ οὐ κρίνει οὐδένα, παρέσχεν ἂν ὑπόνοιαν, ὅτι αὐτὸς ἐξέστη τῆς ἐξουσίας. διὰ τοῦτο δὲ τίθησι τὸ ἔδωκεν, ἵνα καὶ τὸν υἱὸν καὶ τὸν πατέρα ὁμοίως

 εἰς ἀνθρωπίνην ὑπόληψιν καὶ κρίσιν, οὐκ ἔστιν ἀληθὴς αὐτοῦ ἡ μαρτυρία. τοῦτο οὖν καὶ ὁ κύριος πρὸς τὴν ἐκείνων ὑπόληψιν δηλῶν ἔλεγεν· ἐὰν ἐγὼ μόνος, φ

 παιδαγωγηθῆναι καὶ ὠφεληθήσεσθαι. 42 Jo 6, 6 Ἢ πειράζων εἴρηται ἀντὶ τοῦ γυμνάζων αὐτὸν τοὺς λογισμοὺς αὐτοῦ διανιστῶν καὶ πρὸς ἐπίγνωσιν τῆς δεσποτικ

 εἰς τὴν τοῦ πατρὸς ἡμᾶς ἀνάγων διδασκαλίαν εἰς σεαυτὸν πάλιν παραπέμπεις, εἴπερ σὺ ἑώρακας καὶ σὺ μέλλεις ἡμῖν τὴν πατρικὴν διδασκαλίαν ἀναπτύσσειν κα

 τὸ πλῆθος καὶ μέγεθος τῶν χαρισμάτων δηλῶν ποταμοὺς αὐτὰ καλεῖ. οὐδεὶς οὖν οὔτε τῶν πάλαι προφητῶν ἦν οὔτε τῶν ἤδη παρόντων μαθητῶν τηλικούτων χαρισμά

 πόλεων, ἐν αἷς καὶ συγγενεῖς εἶχεν, πορευομένους τοὺς τυπικῶς καὶ εἰκονικῶς ἑωραθέντας ἀγγέλους οὐ διανέστη πρὸς ἀναίρεσιν, ἀλλ' εἰς ἱκεσίαν μᾶλλον κα

 ἐκεῖνος γάρ, φησίν, ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. καὶ τίς ἐστιν ἄλλος, φησίν, τοιοῦτος, εἰ

 ἄλλο παρελήφθη ὁ πηλὸς ἢ ὅπερ εἴρηται, ἵνα λίαν παραστήσῃ, ὅτι αὐτὸς ἔπλασεν καὶ τὸν Ἀδὰμ ἀπὸ πηλοῦ. ἔτι δὲ ἀπονίψασθαι κελεύει τὸν πηλόν, ἵνα μὴ τοῖς

 τινα περὶ αὐτοῦ ταπεινὰ καὶ ἀνθρώπινα, ἵνα μὴ ὁ ἀσθενὴς ἀκροατὴς καταπέσῃ ἢ ὁ κακοῦργος ἀφορμὴν λάβῃ πονηρίας, ἐπὶ τὸ ὑψηλὸν πάλιν ἀνατρέχει καί φησιν

 ἔφη πρὸς τοὺς μαθητὰς περὶ τῶν θελόντων αὐτὸν ἰδεῖν Ἑλλήνων· ὅτε ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 74 Jo 12, 27 Τὸ μὲν τεταράχθαι παράσ

 οὐκ ἤλπιζόν τινα εἰς τοιαύτην ὅλως ἐλάσαι ἀπόνοιαν καὶ ἀχαριστίαν καὶ μιαρίαν, ὥστε τηλικαῦτα εὖ παθόντα καὶ χαρισμάτων τοιούτων ἀξιωθέντα φόνῳ καὶ πρ

 δὲ Ἰουδαῖοι τὸν βίον καταλύοντες τῷ θανάτῳ καὶ τῇ κολάσει παρεπέμποντο. διό φησιν· καὶ ὅπου ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἀλλ' ἐκείνοις μὲν οὕτω φησ

 σωματικοῖς ἰδεῖν ἐπεζήτεις ὀφθαλμοῖς, ἀλλὰ πρὸς τὴν σάρκα ἀφορῶν, ἣν ἑκὼν ὑπὲρ ὑμῶν ἀνέλαβον, οὐδὲν ὑψηλὸν οὐδὲ ἄξιον τῆς ἐμῆς θεότητος συνεώρακας· ὁ

 ἤδη τῶν λόγων παύεσθαι μελλόντων. 90 Jo 15, 9-11 Ταῦτα λελάληκα ὑμῖν· ποῖα ταῦτα; ὅτι καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς, ὅτι ἐὰν τὰς ἐντολά

 κριτήριον ἐν ἐκείνῃ τῇ πόλει τὴν ἀρχὴν ἔλαβεν, ἐν ᾗ καὶ τῆς μιαιφονίας ἐπράχθη τὸ τόλμημα. ὁ ἔλεγχος δὲ οὐ διὰ λόγων, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων γεγ

 υἱῷ. καὶ τοῦτο καὶ ὁ μακάριος Παῦλος κηρύττων ἔλεγεν· κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου· ταύτῃ οὖν, φησίν, τῇ δόξῃ οὐ προσφάτως ἐ

 ἐν τῷ πατρί, τοῦτ' ἔστιν ὁμοούσιος. διὰ τί δὲ οὐκ εἶπεν· καθὼς σύ, πατήρ, ἐμοὶ κἀγὼ Σοί, ἀλλὰ μετὰ τῆς προθέσεως; μάλιστα μὲν καὶ τοῦτό φησιν ἀλλαχοῦ

 λάβετε καὶ ἀποκτείνατε; εἶπεν λάβετε καὶ κρίνατε. ἀλλ' οὐκ ἦσαν πρὸς τὸν φόνον παρεσκευασμένοι τοῦ δεσπότου καὶ οὐκ ἐμέθυον τῷ θυμῷ καὶ τῷ φθόνῳ, ὅτι

 ἔμελλεν ἐπιδείκνυσθαι κἀκείνους αὖ διὰ ταύτης εἰς ὑψηλοτέραν ἄγων ὑπόληψιν. 114 Jo 21, 17 Ἐπειδὴ τρίτον ἠρώτησεν αὐτὸν ἰσάριθμον τῇ ἀρνήσει ποιούμενος

παιδαγωγηθῆναι καὶ ὠφεληθήσεσθαι. 42 Jo 6, 6 Ἢ πειράζων εἴρηται ἀντὶ τοῦ γυμνάζων αὐτὸν τοὺς λογισμοὺς αὐτοῦ διανιστῶν καὶ πρὸς ἐπίγνωσιν τῆς δεσποτικῆς ἐξουσίας χειραγωγῶν· καὶ γάρ ἐστιν παρὰ τῇ γραφῇ τὸ τοιοῦτον τῆς λέξεως σημαινόμενον. 43 Jo 6, 42-44 Τῶν Ἰουδαίων εἰπόντων οὐχ οὗτος ὁ υἱὸς Ἰωσὴφ αὐτὸς μὲν οὐκ ἀποκρίνεται αὐτοῖς ἐξ εὐθείας καὶ ἁπλῶς οὕτω λέγων, ὅτι οὐκ εἰμὶ υἱὸς τοῦ Ἰωσήφ. τὸ αὐτὸ δὲ τοῦτο δίδωσιν αὐτοῖς ἐννοεῖν· ἐκείνων γάρ, ὡς ἔφημεν, λεγόντων αὐτὸν υἱὸν τοῦ Ἰωσὴφ αὐτός φησιν· οὐδεὶς δύναται ἐλθεῖν πρὸς ἐμέ, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, μονονουχὶ λέγων πατέρα ἐμὸν λέγετε τὸν Ἰωσήφ, πατὴρ ἐμός ἐστιν, ἐξ οὗ ἐξῆλθον καὶ κατεπέμφθην ὑμῖν, ὁ ἐν οὐρανοῖς κατοικῶν καὶ δεσπόζων τοῦ παντός. διὰ τοῦτο δ' ἔτι καλεῖτέ με υἱὸν τοῦ Ἰωσὴφ καὶ ἀνάξια φθέγγεσθε περὶ ἐμοῦ, ὅτι ὁ ἀληθινὸς καὶ οὐράνιος πατὴρ οὔπω εἵλκυσεν ὑμᾶς εἰς τὸ ἐπιγνῶναί με γνήσιον αὐτοῦ υἱόν. ὅταν δὲ ἑλκύσῃ, γνώσεσθε. ἑλκύει δέ, ὅταν ἀξίους ἑαυτοὺς παρασκευάσητε, ὅταν πίστει προσέλθητε, ὅταν γαστριμαργίαν καὶ ἀλαζονείαν καὶ οἴησιν ἀπορρίψαντες εὐήνιον τὸν αὐχένα τῇ εὐαγγελικῇ καὶ σωτηρίῳ ζεύγλῃ ὑποβάλητε. τότε οὖν ἑλκυσθέντας εἰσδέξομαι κἀγὼ καὶ ἀναστήσω ὑμᾶς ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 44 Jo 6, 44-48 Εἶπεν οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν, ἅμα μὲν δεικνύς, ὅτι τοΣοῦτον ἀπέχει τοῦ λυπεῖν τὸν θεὸν ἐφ' οἷς λέγει τε καὶ ποιεῖ, ὃ ἐκεῖνοι ἐνεκάλουν, ὥστε οὐδὲ πείθεταί τις τοῖς ὑπ' αὐτοῦ λεγομένοις καὶ πραττομένοις, εἰ μὴ ὁ πατὴρ ἑλκύσει καὶ συμβιβάσει αὐτόν, ἅμα δὲ κἀκείνους ἐλέγχων, ὅτι ὡς ἀνάξιοί εἰσι τοῦ ἑλκυσθῆναι ὑπὸ τοῦ πατρός, διὰ τοῦτο οὐκ ἔρχονται πρὸς αὐτόν. εἶπεν οὖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν. πῶς οὖν ἑλκύσει; διδάσκων φησίν· ἔΣονται γὰρ πάντες διδακτοὶ θεοῦ. προφητῶν ὁ λόγος, χρησμοὶ θεῖοι ἄνωθεν προανεφώνησαν ταῦτα. δῆλον δέ φησιν, ὅτι πᾶς ὁ ἀκούων διδάσκοντος τοῦ πατρὸς καὶ μαθὼν οὗτος ἔρχεται πρός με· ὁ μὲν γὰρ πατὴρ πάντας ἑλκύει, πάντας διδάσκει, ἀλλ' οὐ πάντες μανθάνουσιν. ὁ δὲ μαθὼν ἐκεῖνος ἔρχεται πρός με. ἀλλὰ πῶς ἔστι μαθεῖν παρὰ τοῦ πατρός, ὅτι τὸν πατέρα οὐδεὶς ἑώρακεν; εὐκόλως φησὶν ἐξ ἑτοίμου· ὁ γὰρ ἑωρακὼς αὐτὸν καὶ ὑπάρχων ἐξ αὐτοῦ ὡς ἐκ πατρὸς αὐτὸς τὴν πατρικὴν διδασκαλίαν διδάσκει. χρὴ οὖν αὐτῷ πείθεσθαι καὶ ὑπακούειν· τὰ γὰρ πατρικὰ διδάγματα ἀπαγγέλλει. τί δὲ διδάσκει; ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας ἸηΣοῦν καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. διδάσκει ὁ υἱὸς περὶ τοῦ πατρὸς καὶ ὁ λαβὼν ὀρθὴν ἔννοιαν περὶ τοῦ πατρὸς ἐχειραγωγήθη καὶ εἱλκύσθη καὶ πρὸς τὴν ἀληθινὴν γνῶσιν τοῦ υἱοῦ. καὶ γὰρ ὁ μαθὼν ὅτι ὁ πατὴρ ἀσώματος, δημιουργὸς ἀΐδιος, ἀπαθῶς γεννῶν, ἀχρόνως, ἀρεστῶς ὑπὲρ νοῦν, συνεπιγινώσκει καὶ ἑλκύεται εἰς τὸ εἰδέναι, ὅτι καὶ ὁ ἐκ τούτου τοῦ πατρὸς προελθὼν υἱὸς καὶ ἀσώματος ὁμοίως καὶ δημιουργὸς καὶ συναΐδιος καὶ ἀπαθῶς γεννηθεὶς καὶ ἀρεστῶς καὶ ἀχρόνως καὶ ὑπὲρ νοῦν. ὁρᾷς πῶς ὁ πατὴρ διδάσκει διὰ τοῦ υἱοῦ περὶ αὐτοῦ, ἡ δὲ τοῦ πατρὸς γνῶσις ὅπως ἑλκύει ἐπὶ τὴν ὁμοίαν γνῶσιν πάλιν τοῦ υἱοῦ. καλῶς ἄρα καὶ εἴρηται, ὅτι καὶ ὁ πατὴρ διδάσκει περὶ τοῦ υἱοῦ καὶ πάλιν, ὅτι ὁ υἱὸς διδάσκει περὶ τοῦ πατρός· καὶ γὰρ οὐδεὶς ἐπιγινώσκει, φησίν, τὸν πατέρα, εἰ μὴ ᾧ ἂν ἀποκαλύψῃ ὁ υἱὸς καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν υἱόν, εἰ μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν· εἰ γὰρ ἑτέρου γνῶσις ἀληθινὴ καὶ τὴν τοῦ ἑτέρου ἐπεισάγει. ὥσπερ ἡ τινὸς τούτων ἀγνωσία ἀγνωσίαν κατηγορεῖ καὶ τὴν περὶ ἑτέρου ἔχειν τοὺς οἰομένους εἰδέναι, ὅπερ ἔπασχον οἱ Ἰουδαῖοι βλασφημοῦντες τὸν υἱὸν καὶ φρεναπατῶντες ἑαυτοὺς εἰδέναι τὸν πατέρα καὶ εἰς ἐκδίκησιν ἐκείνου ἐπιμαίνεσθαι τῷ υἱῷ. ἀλλ' οὕτω μὲν ταῦτα. εἰ δέ τις καὶ κατὰ τὸ πρόχειρον ἐκλάβοι, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν, τοῦτ' ἔστιν ἄνευ τῆς τοῦ πατρὸς εὐδοκίας καὶ συνεργείας καὶ οὐκ ἔρρωται ἡ διάνοια. ὁμοίως δὲ δυνατὸν ἐκλαβεῖν καὶ τὸ οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν