ἐρημίας ἐπειρᾶτο τῆς σωφροσύνης αὐτῆς, 587 ὡς δὲ οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν. ἡ δὲ τὸν ἀκινάκην σπασαμένη τοῦ ἀνδρὸς παίει κατὰ καρδίαν τὸν Βάραγγον, καὶ εὐθὺς ἀναιρεῖ. τοῦ δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώρῳ, συναθροισθέντες οἱ Βάραγγοι τήν τε γυναῖκα στεφανοῦσι καὶ τὴν ἅπασαν οὐσίαν τοῦ βιαστοῦ ταύτῃ διδόασι, κἀκεῖνον ἄταφον ῥίπτουσι. Τότε δὴ καὶ σεισμοῦ γενομένου κακῶς ἔπαθε τὰ Ἱεροσόλυμα, τεθνηκότων ἀνθρώπων πολλῶν ἐν τοῖς τῶν ἐκκλησιῶν καὶ οἰκιῶν συμπτώμασι, σειομένης τῆς γῆς ἄχρις ἡμερῶν μʹ. τῷ δέ γε Σεπτεμβρίῳ μηνί, ϛφμγʹ ἔτει, ἰνδικτιῶνος τρίτης, πυρὸς ἐφαίνετο στῦλος κατὰ τὴν ἑώαν, τὴν κορυφὴν κεκολλημένην φέρων πρὸς μεσημβρίαν· καθ' ἣν ἡμέραν καὶ οἱ Σαρακηνοὶ ᾖραν τὰ Μύρα, καὶ ἄλλα δὲ δεινὰ πολλὰ συνέβησαν. ὁ μέντοι βασιλεὺς Μιχαὴλ πᾶσαν αὐτοῦ τὴν ζωὴν ἀποκλαιόμενος ἦν τὴν εἰς τὸν Ῥωμανὸν ἁμαρτάδα, τὸν θεὸν ἰλασκόμενος δι' ἀγαθοεργιῶν καὶ κτίσεως μοναστηρίων, καὶ ἄλλας δὲ πρὸς τούτοις πράξεις ἐτέλει χρηστάς. αὗται δὲ ἀνύσιμοι ἂν ἦσαν, εἰ τὴν βασίλειάν τε ἀπέρριψε δι' ἣν τὰ τοιαῦτα κακά, καὶ εἰ τὴν μοιχάδα ἀπώσατο καὶ καθ' ἑαυτὸν ἀπεκλαίετο τὴν ἁμαρτίαν. τούτων δὲ μηδὲν πεπραχώς, ἀλλ' ἐκείνῃ συνὼν καὶ τῆς βασιλείας ἀντεχόμενος, κἀκ τῶν δημοσίων καὶ κοινῶν τὰς δοκούσας εὐποιίας ἀποπληρῶν, κἀντεῦθεν νομίζων τυχεῖν συγχωρήσεως, ἀνόητον διελογίζετο τὸ 588 θεῖον καὶ ἄδικον, ἀλλοτρίοις χρήμασιν ὠνούμενος τὴν μετάνοιαν. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ σεισμοῦ γεγονότος χάσματα γεγόνασιν ἐν Βουκελλαρίοις, καὶ κατεπόθησαν χωρία πέντε. ἔνθα καὶ Νικηφόρον πρόεδρον τὸν Κωνσταντίνου βασιλέως εὐνοῦχον διατρίβοντα μικροῦ δεῖν κινδυνεῦσαι συνέβαινεν ἄν, διαφυγόντα δὲ παρ' ἐλπίδα τὸν κίνδυνον ἀποκαρῆναι μοναχόν. τηνικαῦτα δὲ καὶ αὐχμοῦ γεγονότος ὡς ἐπὶ μῆνας ἓξ μὴ καταρραγῆναι ὑετόν, λιτανείας ἐποίησαν οἱ τοῦ βασιλέως ἀδελφοί, καὶ ὁ μὲν Ἰωάννης τὸ ἅγιον ἐβάσταζε μανδήλιον, ὁ δὲ μέγας δομέστικος τὴν πρὸς Αὔγαρον ἐπιστολὴν τοῦ Χριστοῦ καὶ τὰ ἅγια σπάργανα. καὶ πεζοὶ ὁδεύσαντες ἀπὸ τοῦ μεγάλου παλατίου ἀφίκοντο μέχρι τῶν Βλαχερνῶν. οὐ μόνον δὲ οὐκ ἔβρεξεν, ἀλλὰ καὶ χάλαζαι παμμεγέθεις καταρραγεῖσαι συνέτριψαν τά τε δένδρα καὶ τοὺς κεράμους τῆς πόλεως. ὁ μὲν οὖν βασιλεύς, κατατεινόμενος ὑπὸ τοῦ δαίμονος ἐπὶ πλέον, ἔπεμψεν ἐν τοῖς θέμασι καὶ ταῖς νήσοις τοῖς μὲν πρεσβυτέροις ἀνὰ νομίσματα βʹ, τοῖς δὲ μοναχοῖς ἀνὰ νομίσματα ἕν· ἐπὶ πλέον τὸ κακὸν ἐπετείνετο, συνεπιλαβομένης καὶ νόσου ὑδρωπικῆς. κατὰ τοῦτο καὶ ὁ βασιλεὺς διέτριβε τῇ Θεσσαλονίκῃ ὡς τὰ πολλά, προσλιπαρῶν τῷ τάφῳ τοῦ καλλινίκου ∆ημητρίου τοῦ πάθους ἕνεκεν· τῶν γὰρ κοσμικῶν πραγμάτων οὐδαμῶς 589 ἐφρόντιζεν, ὑπὸ τοῦ Ἰωάννου τούτων διοικουμένων. ἐπὶ τούτοις δὲ καὶ συνεχῶς τὴν οἰκουμένην ὁ θεὸς ἔσειε, καὶ δείματα κατεῖχον αὐτήν, ἐν οὐρανῷ μὲν κομητῶν ἐπιτολαί, ἄνεμοι ἐναέριοι καὶ ὄμβροι ῥαγδαῖοι, ἐν γῇ δὲ βρασμοὶ καὶ κλόνοι· ἃ δὴ καὶ προεμήνυον τὴν μετ' οὐ πολὺ γενησομένην τῶν κρατούντων καταστροφήν. ὁ τοιοῦτος δὲ Ἰωάννης ὠνίους τὰς ἀρχὰς ποιούμενος μυρίων κακῶν τὴν οἰκουμένην ἐνέπλησε. διὰ γὰρ τοῦτο καὶ τοὺς Βουλγάρους ἀντιστῆναι πεποίηκε· τοῦ γὰρ Βασιλείου ἐν εἴδεσί τισι τὴν ἀπαίτησιν ποιουμένου καθὰ δὴ καὶ ὁ Σαμουήλ, ὁ Ἰωάννης οὗτος διὰ νομισμάτων ἐδασμοφόρει αὐτούς, ὅθεν καὶ εἰς ἀποστασίαν ἐχώρησαν. Τοιούτῳ δὲ τέλει χρησαμένου Μιχαήλ, τὸ πᾶν περιέστη κράτος ὡς εἰς κληρονόμον τὴν βασιλίδα Ζωήν. αὕτη δὲ διαλογισαμένη ὡς οὐκ ἄν ποτε τὰ κοινὰ διεξάγειν μόνη δύναιτο, τὸν τοῦ βασιλέως Μιχαὴλ ὁμώνυμον ἀνεψιόν, Καίσαρα ὄντα, πρὸς δὲ καὶ δραστήριον εἶναι δοκοῦντα, εἰσποιητὸν προσλαμβάνει υἱόν, καὶ βασιλέα τοῦτον ἀναγορεύει, κρατήσαντα δὲ ὡσεὶ μῆνας δʹ, ὅρκοις πρότερον αὐτὸν καταδεσμήσασα ὡς κυρίαν ἔχειν αὐτὴν καὶ μητέρα καὶ μὴ