βαπτισθέντας. εἰ οὖν τὴν ὅλην ἡμῶν φύσιν ἔλαβε, δῆλον ὅτι καὶ τὴν ὅλην ἡμῶν φύσιν ἀνέπλασε. καλῶς οὖν ἡ τοῦ κυρίου ταφὴ τριήμερος γέγονεν. Ἀνίσταται οὖν ὁ κύριος ἐκ νεκρῶν, ἀλλ' οὐκ αὐτίκα πρὸς οὐρανοὺς ἀνάγεται. κατὰ γὰρ τὸν μέγαν Ἀθανάσιον, τοὺς μαθητὰς ἐπιστηρίξαι βουλόμενος ἡμέρας ἐνταῦθα ποιεῖ μʹ, ὀπτανόμενος αὐτοῖς ἔστιν ὅτε καὶ τὰ πρὸς εἰρήνην διαλεγόμενος, ὠτειλὰς ἐν τῷ θεοειδεῖ δεικνύων ἐκείνῳ σώματι, συνεσθίων αὐτοῖς ἅμα καὶ πίνων, οὐχ ὡς τροφῆς δεόμενος ἀλλὰ πιστούμενος, καὶ τἆλλα πάντα ποιῶν ὅσαπερ εἴωθε τοὺς ἀσθενεῖς ἀσφαλίζεσθαι. καὶ πρῶτα μὲν ὤφθη δυσὶ γυναιξίν, ἡνίκα καὶ τοὺς πόδας αὐτοῦ κρατήσασαι κατησπάζοντο. ἔπειτα τῇ Μαγδαληνῇ μόνῃ ὀπτάνεται, μετὰ δὲ ταῦτα τῷ κορυφαίῳ Πέτρῳ, καθὰ καὶ Παῦλος φησίν ὁ κύριος ἐγερθεὶς ἐκ νεκρῶν ὤφθη πρῶτον Κηφᾷ». ὤφθη τοῖς περὶ Λουκᾶν καὶ 418 Κλεόπαν, ὤφθη τοῖς δέκα, εἶτα τοῖς ἕνδεκα· ὤφθη κατὰ τὴν Γαλιλαίαν αὐτοῖς, ὁμοίως ἐν τῇ Τιβεριάδι· ὤφθη Ἰακώβῳ τῷ ἀδελφοθέῳ· ὤφθη ἐπάνω πεντακοσίων ἀνδρῶν. καὶ τελευταῖον ἐφάνη αὐτοῖς ἐν τῷ ὄρει τῶν ἐλαιῶν, ἐν ᾧ καὶ τὴν χαμόθεν ἐποιήσατο ἔπαρσιν μεθ' ἡμέρας, ὡς εἴρηται, μʹ. Εἰ δὲ καὶ τοῦτο βούλει μαθεῖν, τίνος ἕνεκεν μετὰ τὴν ἐκ νεκρῶν αὐτοῦ ἔγερσιν ἡμέρας ἐπὶ γῆς ἐποίησε μʹ καὶ οὐ πλεῖον ἢ ἔλασσον, ὁ μέγας ἰδοὺ Ἐπιφάνιος δι' ὀλίγων ἐπιλύσει σοι τὸ τοιοῦτον ἀπόρρητον. ὃν γὰρ τρόπον» φησί μετὰ τὸ γεννηθῆναι ὁ Χριστὸς ἀνεκλίθη ἐν φάτνῃ, ἐσπαργανώθη, καὶ μεθ' ἡμέρας μʹ προσήχθη τῷ θείῳ ναῷ καὶ κατὰ τὸν τοῦ Μωσέως νόμον παρέστη τῷ θεῷ, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν γεγονὼς ἡμέρας ἐνταῦθα ποιεῖ μʹ, εἶθ' οὕτως πρὸς τὸ ἄνω Ἱερουσαλὴμ ἐπανάγεται, τῷ προσώπῳ τοῦ θεοῦ ἐμφανισθησόμενος ὑπὲρ ἡμῶν». καὶ πείθου τῷ μεγάλῳ Παύλῳ λέγοντι οὐ γὰρ εἰς χειροποίητα ἅγια ἐσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν.» Οὐκοῦν ἀνελήφθη ὁ κύριος. ἡμέραι μετὰ ταῦτα διέρχονται δέκα, καὶ ἡ τοῦ παναγίου πνεύματος γίνεται κάθοδος. μετὰ δέκα δὲ συμπλήρωσιν ἡμερῶν ἡ τοιαύτη γίνεται κάθοδος, διότι τέλειος ὁ δέκατος ἀριθμός. ἐπειδὴ τοίνυν τὸ πνεῦ419 μα τὸ ἅγιον ἐπὶ τοῦτο κατερχόμενον, ἵνα καὶ τοὺς ἀτελεῖς μαθητὰς τελείους ἀπεργάσηται, τούτου χάριν ἐν ἀριθμῷ τελείῳ, τουτέστιν ἐν ἡμέρᾳ δεκάτῃ, πρὸς αὐτοὺς ἐπεφοίτησεν. ὅτι δὲ τελείους ἔδειξε τοὺς ἀτελεῖς μαθητάς, ὁ κορυφαῖος Πέτρος τοῦτο παρέστησεν. ὅρα γὰρ νουνεχῶς ὅτι παιδίσκῃ τινὶ πρότερον οἰκτρᾷ θροηθεὶς τὸν διδάσκαλον τρίτον ἠρνήσατο, τῷ παναγίῳ δὲ πνεύματι στομωθεὶς ὕστερον μετὰ παρρησίας ὅτι πολλῆς ἐδημηγόρει μέσον λαοῦ κἀντεῦθεν ἔπειθεν ἅπαντας ἀνενδοιάστως προσέρχεσθαι τῷ Χριστῷ. Μεθ' ἡμέρας οὖν, ὡς εἴρηται, πεντήκοντα τῆς ἐκ νεκρῶν ἐγέρσεως τοῦ Χριστοῦ ἡ τοῦ παναγίου πνεύματος γίνεται κάθοδος. τίνος ἕνεκεν; ὅτι καὶ ὁ παλαιὸς νόμος ἐν ἡμέρᾳ πεντηκοστῇ θεοῦ φανέντος ἐδίδοτο. κατὰ γὰρ τὸν χρυσορρήμονα καὶ θεῖον Ἰωάννην, μᾶλλον δὲ κατὰ τὴν τοῦ θεόπτου Μωσέως ἱστορίαν, πεντήκοντα διῆλθον ἡμέραι μετὰ τὴν ἐξ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον, καὶ τηνικαῦτα τὰς θεοχα-ράκτους ὁ Μωσῆς πλάκας ἔλαβεν. εἰ τοίνυν ἐν ἡμέραις πεντήκοντα ὁ παλαιὸς ἐδίδοτο νόμος, ἔδει πάντως κατ' ἐκείνην τὴν ἡμέραν δοθῆναι καὶ τὴν τοῦ παναγίου πνεύματος χάριν, ὡς ἐντεῦθεν, ἀγαπητέ, κατά γε τὴν παλαιὰν καὶ τὴν νέαν, ἀδιαίρετον δειχθῆναι τὴν φύσιν τῆς θεότητος, καὶ ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐνομοθέτει καὶ τότε καὶ νῦν. 4 Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός. διὰ τί γλῶσσαι; ἐπειδὴ κηρύγματος χρεία, καὶ ἵνα τὸ σχῆμα τὴν ἐνέργειαν ἑρμηνεύσῃ, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς. ἁλιεῖς γὰρ ἦσαν οἱ ἀπόστολοι, καὶ πρὸς τὸ κήρυγμα λόγου ἐδέοντο.