μόνος ὁ θεός. καὶ πείθου τῷ θείῳ ∆αβὶδ πρὸς τὸν θεὸν οὕτω λέγοντι σὺ γινώσκεις τὰς καρδίας μονώτατος.» Ἀλλὰ ταῦτα μέν, ἀγαπητέ, κατ' ἐπιτομὴν ὁ λόγος διῆλθέ σοι. καὶ μὴ δυσχέραινε τούτου ἕνεκεν ἅτε φιλομαθὴς ὤν· ἀλλαχοῦ γάρ, οἶδας, ἐσχεδιάσθη σοι τὰ περὶ τούτων πλατύτερον. Λέγει γὰρ ἡ γραφή καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε.» πρόσεχε, ἀγαπητέ, τῷ μεγάλῳ κἀνταῦθα Βασιλείῳ. φησὶ γὰρ διὰ τί δὲ καὶ ἦν ἐν παραδείσῳ τὸ ξύλον τῆς βρώσεως; εἰ μὴ γὰρ ἦν αὐτό, οὐκ ἂν ἡμᾶς ὁ διάβολος ἀπατήσας εἰς θάνατον κατήγαγεν. ἔδει εἶναι ἐντολὴν τὴν δοκιμάζουσαν ἡμῶν τὸ ὑπήκοον. διὰ τοῦτο ἦν φυτὸν ὡραίων καρπῶν εὔφορον, ἵνα ἐν τῇ ἀποχῇ τοῦ ἡδέος τὸ τῆς ἐγκρατείας καλὸν ἐπιδειξάμενοι τῶν τῆς ὑπομονῆς στεφάνων δικαίως ἀξιωθῶμεν. καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δέ γε Νύσσης ὑψηλότερον ἐκλαμβάνει τὰ περὶ τούτου, καὶ οὕτω φησί. προδείκνυσιν ὁ ὄφις τὸν πονηρὸν τῆς ἁμαρτίας καρπόν, οὐχ ὡς ἔχει φύσεως (οὐ γὰρ ἠπατήθη ὁ ἄν θρωπος τῷ προδήλῳ κακῷ), ἀλλὰ διά τινος ὥρας τὸ φαινόμενον ἀγλαΐσας, καί τινα κατὰ τὴν αἴσθησιν ἡδονὴν ἐγγοητεύσας τῇ γεύσει, πιθανὸς ἐφάνη τῇ γυναικί. τούτῳ τῷ τρόπῳ τὸν ἄνθρωπον ὁ διάβολος εἴωθεν ἀπατᾶν. καὶ εἰ μὴ διόλου νήφων ὁρᾶται, οὐκ ἂν ἐκφύγῃ τὰς αὐτοῦ μηχανάς, οὐκ ἂν εὑρεθείη τῶν παγίδων ἀνώτερος. καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ Λεπτὴ Γένεσις λέγει τὸν Ἀδὰμ ἀπροόπτως ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν, καὶ μὴ προσχεῖν ὅλως τῷ λόγῳ τῆς Εὔας, ὅτι λειποθυμῶν ἦν ἀπό τε μόχθου καὶ πείνης. ἀλλὰ ταῦτα μέν, ἀγαπητέ, σιωπᾶν ἄμεινον, ὅτι καὶ σιωπῆς, ὡς προείρηται, τυγχάνουσιν ἄξια. εἰ μὴ βούλει καὶ σὺ λέγειν ὅτι γυναῖκα ἔλαβεν ὁ Ἀδάμ, ἵνα μὴ ἐφ' ἕτερα τῶν ζώων τραπήσεται. ὁ ὄφις ἀπὸ κτήνους ἑρπετὸν ἐγένετο, χεῖράς τε καὶ πόδας ἐκέκτητο. ἀφῃρέθη δὲ ταῦτα διὰ τὸ τολμηρῶς εἰς τὸν παράδεισον εἰσελθεῖν, καὶ διὰ τὸ πρῶτος ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν. ὁ Ἀδὰμ ἀπεσόβει τὰ πετεινὰ καὶ ἑρπετά, συνῆγε τὸν καρπὸν ἐν παραδείσῳ, καὶ σὺν τῇ γυναικὶ αὐτοῦ ἤσθιεν αὐτόν. ταῦτα μὲν οὖν, ἵνα μὴ λέγω, καὶ ἔτι πολλῷ πλείονα τούτων, ἡ Λεπτὴ διέξεισι Γένεσις. ἀλλ' ἄφες αὐτά. τοῖς γὰρ ὁπωσοῦν ἐγκύπτουσι τῇ ἁγίᾳ γραφῇ γέλως ἄντικρυς δοκοῦσι καὶ παίγνια. 7 Καὶ χιτῶνας δερματίνους ἐνέδυσεν αὐτούς. ὁ μὲν οὖν θεῖος Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι χιτῶνας δερματίνους ἐπιβάλλει τοῖς πρωτοπλάστοις ὁ κύριος, οὐ δέρματα δέ. ποίων γὰρ ἀποσφαγέντων ζώων καὶ δαρέντων ἐπινοεῖται αὐτοῖς ἡ περιβολή; ἐκ τῆς τῶν ἀλόγων λοιπὸν φύσεως νεκρότητα ἐντέθεικεν οἰκονομικῶς τῇ εἰς ἀθανασίαν κτισθείσῃ φύσει, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν. ὁ δὲ χρυσορρήμων Ἰωάννης κατὰ τὸ γράμμα τοὺς τοιούτους ἐκλαμβάνων χιτῶνας καὶ τάδε φησίν. εἰ πόθεν εὑρέθησαν τὰ δέρματα μὴ σφαγέντων τῶν ζώων, φιλοτιμούμενοι λέγουσιν οἱ ἀλληγορηταί, οὐκοῦν ἀκούω κἀγὼ αἷμα ἐν Αἰγύπτῳ, καὶ ζητῶ πόθεν μετέβαλε τὸν Νεῖλον εἰς αἷμα, ποῖα ἔθυσε ζῶα; καὶ ὁ ποταμὸς γέγονεν εἰς αἷμα, καὶ οὐδὲν αἷμα ἐτύθη ζώων. δέρματα δύο γέγονε, καὶ ζητοῦσιν ἀπὸ ποίων ζώων ἐγένετο. ἀλλ' ὥσπερ ἐκεῖ ἐκτὸς ζώου αἷμα, οὕτως ἐνταῦθα ἐκτός ζώου δέρμα.» Γίνωσκε δὲ ὅτι οὐ τοσοῦτον ὁ πατὴρ ἐπὶ τῇ τῶν παίδων ἀνατροφῇ μεριμνᾷ ὡς ἡ μήτηρ, ὅτι καὶ αὐτὴ τότε ἤκουσεν ἐν λύπαις τέξῃ τέκνα· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου.» ἐγὼ ἁμαρτάνω, καὶ ἡ γῆ ταῖς ἀφορίαις μαστίζεται. ἐπικατάρατος ἡ γῆ διὰ τὰ ἔργα ἡμῶν, τουτέστιν οὐχ ἕτοιμα εὑρίσκονται ἀπὸ γῆς τὰ ἐκεῖθεν ἀναδιδόμενα ὥσπερ δὴ καὶ 8 τὸ πρότερον. καὶ ἔρραψαν φύλλα συκῆς, ἀπεδύσαντο τὴν ἀθανασίαν, ἡ στολὴ περιῃρέθη τῆς δόξης, ἐγυμνώθη τὸ σῶμα καὶ ἦν λοιπὸν πηλός. ὅθεν καὶ φύλλα συκῆς ῥάπτουσιν. ὅθεν δὲ τὴν ῥαπτικὴν εὗρε, μὴ ζήτει· εἰ γὰρ ἦν θεοῦ εἰκών, μὴ ἀμφιβάλλῃς περὶ τὴν γνῶσιν αὐτοῦ. Ἐνταῦθα μὲν οὖν ὁ χρυσορρήμων Ἰωάννης