Κύριλλος ἐν ἡμέραις μὲν εἰδοποιεῖσθαι τὸ ἄρρεν φησὶ μʹ, τὸ θῆλυ δ' αὖ ἡμερῶν πʹ δέεσθαι πρός γε τὴν εἰς εἶδος τὸ ἀνθρώπινον πάροδον. καὶ ἐπειδὴ τὸ μὲν ἄρρεν καθαρισμοῦ χάριν ἐν ἡμέρᾳ τῇ τεσσαρακοστῇ τὸ δὲ θῆλυ τῇ ὀγδοηκοστῇ προσεφέρετο τῷ ναῷ, φαίνεται πάντως ὅτι καθάρσεως ἡ τοιαύτη πλάσις δέεται παρὰ θεοῦ. καὶ οὕτω μὲν οἱ θεῖοι περὶ τούτου πατέρες· ἡ δὲ λεγομένη Λεπτὴ Γένεσις, οὐκ οἶδ' ὅθεν συγγραφεῖσα καὶ ὅπως, φησὶν ὅτι μεθ' ἡμέρας μʹ εἰσῆλθεν ὁ Ἀδὰμ εἰς τὸν παράδεισον, ἡ δὲ Εὔα μεθ' ἡμέρας πʹ, καὶ τούτου χάριν ἐν ἡμέραις τοσαύταις προσάγονται τῷ ναῷ τό τε ἄρρεν καὶ τὸ θῆλυ, ἀναλόγως τάχα τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ. ἀλλ' ἄφες αὐτήν· ἡ γὰρ 393 τοῦ Μωσέως ἀληθὴς ἱστορία δείκνυσιν ὅτι τῇ ἕκτῃ ἡμέρᾳ τὸν Ἀδὰμ ἔπλασεν ὁ θεός, καὶ ἔθετο αὐτὸν εὐθέως ἐν τῷ παραδείσῳ· καὶ τὴν Εὔαν ὡσαύτως ἐν αὐτῷ πλάττει τῷ παραδείσῳ ἐν τῇ ἕκτῃ ἡμέρᾳ, μίαν τῶν πλευρῶν λαβὼν τοῦ Ἀδάμ· μετὰ γὰρ τὴν ἕκτην ἐποίησεν οὐδέν. Ἀνήγαγον οὖν εἰς Ἱεροσόλυμα τὸν Ἰησοῦν, ὡς προείρηται, τῷ Μωσαϊκῷ νομῷ καὶ αὐτὸν ὑποκείμενον. μετὰ μέντοι τὸ ἀναχθῆναι τὸν Ἰησοῦν εἰς Ἱεροσόλυμα, καθά φησιν ὁ τὴν γλῶτ-ταν χρυσοῦς, φεύγει πρὸς Αἴγυπτον. ἐκεῖθεν εἰς Ναζαρὲθ ἔρχεται, κἀκεῖ τὴν σωματικὴν αὔξησιν δέχεται. ὡσεὶ ἐτῶν λʹ γίνεται, καθά φησιν ὁ θεηγόρος Λουκᾶς, πρὸς Ἰορδάνην πορεύεται, παρὰ Ἰωάννου τὸ βάπτισμα δέχεται. τότε δὴ τότε καὶ τοῖς ἀγνοοῦσι γνώριμος γίνεται· εἰ μὴ γὰρ ἄγνωστος παντάπασιν ἦν, οὐκ ἂν ὁ πρόδρομος τοῖς ἀπεσταλμένοις πρὸς αὐτὸν ἱερεῦσι καὶ Λευίταις ἔλεγεν ἰδοὺ μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε.» ὁ πατὴρ ἄνωθεν διὰ τοῦ παναγίου πνεύματος αὐτὸν ὑποδείκνυσι. καὶ πρόσχες τῷ βαπτιστῇ λέγοντι ἐγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐκεῖνός μοι εἶπεν "3ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα κατερχόμενον, ἐκεῖνός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός."3» εὔδηλον οὖν ἐντεῦθεν ὅτι πρὸ τῆς ἐν Ἰορδάνῃ ἐπιφανείας αὐτοῦ κατάδηλος οὐκ ἦν οὐδενί· εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτὸς ὁ πρόδρομος ἔλεγεν ἐγὼ διὰ τοῦτο ἦλθον βαπτίζων ἐν ὕδασιν, ἵνα φανερωθῇ 394 τῳ Ἰσραήλ,» καὶ αὖθις κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα τῇ ἀληθείᾳ, ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.» ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἀγαπητέ, διὰ τοῦτο κατῆλθεν ἐπὶ τὸν Ἰησοῦν, ἵνα μή τις νομίσῃ ὅτι χάριν τοῦ βαπτιστοῦ κατηνέχθη ἄνωθεν ἡ πατρικὴ καὶ θεία φωνή, εἴγε καὶ μᾶλλον ἐκεῖνος μείζων ἐδόκει τοῦ βαπτιζομένου· καὶ ἀρχιερέως γὰρ ἦν υἱὸς καὶ ἐκ στείρας γεγέννηται, καὶ μᾶλλον ὅτι τὸν Ἰησοῦν αὐτὸς ἐβάπτιζεν ὡς ἕνα τῶν πολλῶν ἐκεῖσε παραγενόμενον. οὐδέπω καὶ γὰρ δῆλα γενέσθαι τὰ κατ' αὐτὸν ἔφθασεν, ὡς ὁ χρυσορρήμων Ἰωάννης ἐν τῇ εἰς τὸ κατὰ Ματθαῖον δωδεκάτῃ αὐτοῦ ὁμιλίᾳ φησίν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, εἰ πρὸ τοῦ βαπτισθῆναι παντάπασιν ἄγνωστος ἦν, τὰς εὑρισκομένας ὁπουδήποτε λοιπὸν ἱστορίας, περί τε τοῦ ὕδατος δηλαδὴ τοῦ ἐλεγμοῦ καὶ περὶ τῆς ἀρχιερωσύνης αὐτῆς, ἣν λέγουσι παρὰ τῶν Ἰουδαίων δέξασθαι τὸν Χριστόν, ὡς οὐδὲν ἡγοῦ καὶ ἀπόρριπτε. εἰ γὰρ τοιοῦτόν τι γενέσθαι προέφθασεν, οὐκ ἂν ὁ εὐαγγελιστὴς Ἰωάννης ἔλεγε ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν οἱ μαθηταὶ αὐτοῦ εἰς αὐτόν.» εἰ γὰρ καὶ περὶ τὸ δωδέκατον ἔτος τῆς κατὰ σάρκα ἡλικίας αὐτοῦ ἀνῆλθεν εἰς τὸ ἱερόν, καὶ ἐνεφάνισε δῆθεν ἑαυτόν, ἀλλ' οὐ τὴν 395 οἰκείαν θεότητα κατάδηλον ἐντεῦθεν ἐποίησεν, ὅτι μηδὲ σημεῖον ἐκεῖσε τηνικαῦτα εἰργάσατο, μόνην δὲ τὴν ἐπικαθημένην τοῖς αὐτοῦ χείλεσι χάριν ὑπέδειξε καὶ ἔκτοτε πάλιν ἑαυτῷ συνεσκίασεν, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν ἐν τῇ κατὰ Ἰωάννην ἑρμηνείᾳ φησίν. Μετὰ δὲ ταῦτα, ἤγουν μετὰ τὸ βάπτισμα καὶ τὸ ἐν Κανᾷ σημεῖον, ἐκλέγεται μαθητὰς δυοκαίδεκα τὸν ἀριθμόν, ἀπόρους δὲ πάντας καὶ ἰδιώτας, ἁλιεῖς, ἀγραμμάτους καὶ τῆς μερίδος ὄντας τῶν ἀφανῶν. διὰ τιʹ δὲ ταῦτα καὶ τίνος ἕνεκεν; ἵνα τὸ δι' αὐτῶν