καὶ τάδε φησίν ἀλλ' ἐγὼ τοῦτο μέντοι, τὸ βέλος ἰῶδες ἐκπέμπειν τοὺς ὀφθαλμούς, ἀποπέμπομαι ὡς δημῶδες καὶ τῇ γυναικωνίτιδι παρεισαχθὲν ὑπὸ γραΐδων· ἐκεῖνο δέ φημι, ὅτι οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας 111 ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως, ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων.» ∆ιαληφθεὶς οὖν ὁ ὄφις, τουτέστιν ὁ βασιλίσκος, οὐ μόνον τῷ βλέμματι τοὺς ἐνορῶντας αὐτὸν καταβλάπτει, ἀλλὰ καὶ συριγμῷ τοὺς ἀκούοντας. ὑπόξανθος δὲ ὁ τοιοῦτος ὄφις ἐστίν, ὥσπερ φησὶ Γαληνός, ἔχων ἐν τῇ κεφαλῇ ἐπαναστήματα τρία. σὺν τῷ τοιούτῳ δὲ καὶ ἑτέρων ὄφεων μέμνηται λέγων ἡ δρύϊνος ὄφις πάνυ κακίστη, ἡ καὶ ἐν δρυσὶ τὸν βίον ποιουμένη. ταύτης εἴ ποτέ τι καὶ ἐπιβαίη, τοὺς πόδας εὐθὺς ἐκδέρεται καὶ ὀγκοῦται. ἀλλὰ καὶ ὁ θεραπεῦσαι τούτους θελήσας ὁμοίως πάσχει τὰς χεῖρας. ὁ δέ γε αἱμόρρους καὶ ἡ αἱμορροῒς τοῖς ἑαυτῶν ὀνόμασιν ὁμοίαν ποιοῦνται τὴν τῶν ἀνθρώπων διαφθοράν· αἱμορροοῦντες γὰρ διά τε μυκτήρων καὶ στόματος καὶ παντὸς ἁπλῶς τοῦ σώματος οὕτως ἀπόλλυνται, ὥσπερ καὶ ὑπὸ τῆς διψάδος δηχθέντες ὑπὸ τοῦ καύσου διαφθειρόμενοι κακῶς· καὶ γὰρ οὗτοι διψῶντες πάνυ καὶ διακαιόμενοι, ἔτι καὶ διαρρηγνύμενοι, τελευτῶσιν. ὁ δὲ ἀκοντίας ἐκτείνας ἑαυτὸν πάνυ, καὶ ὥσπερ τι ἀκόντιον ἐφαλλόμενος τοῖς σώμασιν, οὕτως ἀναιρεῖ. καὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυὰς ἀναστείλασα τὸν τράχηλον καὶ συμμετρησαμένη τοῦ διαστήματος τὸ μῆκος, ὥσπερ καὶ τότε λογικὸν γενόμενον τὸ θηρίον, εὐστόχως ἐμπτύει τοῖς 112 σώμασιν ἰόν. τριπλοῦν δὲ λέγουσιν εἶναι τὸ εἶδος τῶν ἀσπίδων, ἡ λεγομένη τε χερσαία, ἡ χελιδοναία, καὶ αὕτη ἡ πτυάς. τούτων ἑνὶ τῶν τριῶν τὴν βασιλίδα Κλεοπάτραν ἀναιρεθῆναί φασι, λαθεῖν βουληθεῖσαν τοὺς φυλάσσοντας, ταχέως τε καὶ ἀνυπόπτως ἀποθανεῖν. ὁ γὰρ Αὔγουστος Καῖσαρ νενίκηκε ταύτην, καὶ βουληθεὶς Ἀντωνίῳ παραδοῦναι αὐτῇ, πρὸς δὲ καὶ θριαμβευθῆναι, οὐ καλὸν αὐτῇ προυξένησε μόρον. συνεῖσα γὰρ ἐκείνη τὸ δρᾶμα, κἀντεῦθεν ἐξ ἀνθρώπων γενέσθαι δίκαιον κρίνασα, διά τινων δύο γυναικῶν αὐτῆς, Ναείρας καὶ Χαρμιόνης, τὸν ἑαυτῆς θάνατον μελετᾷ. διὰ γοῦν καλαθίσκου τινὸς σῦκα καὶ σταφυλὰς ἔχοντος, χάριν τοῦ λαθεῖν τοὺς αὐτὴν φυλάσσοντας, εἰσάγεται τὸ θηρίον· καὶ πρῶτα μὲν αὐτὸ ταῖς γυναιξὶ δοκιμάζει, εἶτα γνοῦσα ὡς ὀξὺ τὸ θηρίον εἰς ἀναίρεσιν, θέλουσα δὲ καὶ εὐγενῶς ἀποθανεῖν, τὴν βασιλικὴν ἐνδύεται στολήν, καὶ οὕτως τὸ θηρίον προσβαλοῦσα τῷ ἀριστερῷ μαζῷ (ᾔδει γὰρ ἐκεῖσε νεύειν τὴν καρδίαν) βασιλικῶς ἀποθνήσκει· καὶ γὰρ λέγουσιν αὐτῆς εὑρεθῆναι τὴν δεξιὰν χεῖρα ἐπικειμένην τῇ κεφαλῇ καὶ τὸ διάδημα κρατοῦσαν, ἵνα μέχρι τότε τοῖς ὁρῶσι βασιλὶς οὖσα βλέπηται. τούτων μέντοι τῶν θηρίων ἐμνημόνευσεν ὁ Γαληνός, τὴν ἐξ ὅλου τοῦ σώματος αὐτῶν διδάσκων διαφθοράν, καὶ ὡς οὐ χρὴ τῷ φαρμάκῳ, τῇ θηριακῇ δηλονότι, 113 τοιαῦτα παραμίγνυσθαι. ἐφ' ᾧ τὰς ἐχίδνας παραλαμβάνομεν, σὺν τῷ οὐραίῳ τὰς κεφαλὰς ἀποτέμνοντες, ἐν οἷς ὁ κακίων χυμός, τουτέστιν αὐτὸς ὁ ἰός. τὰς μέσας οὖν σάρκας ἐκβάλλοντες ἰσχυρότερον ποιοῦμεν τὸ φάρμακον. Εἰ δὲ καὶ ὅθεν ἐπενοήθη τῶν ἐχιδναίων σαρκῶν ἡ ἐπίμιξις ἐθέλεις μαθεῖν, ὁ παρὰ πᾶσι σχεδὸν φερόμενος λόγος καὶ τοῦτο ἤδη διδάξει σέ. λέγεται γὰρ ὅτι κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὥρᾳ θέρους ἄνδρες τινὲς στάχυας ἔτιλλον. καὶ τοῦτο ποιοῦντες δίψει γίνονται κάτοχοι. ταύτῃ τοι καὶ πρὸς ἀγγεῖον ἔτρεχον οἴνου μεστόν, ἐλπίζοντες ἐκεῖθεν ἀπαλλαγὴν τῆς δίψης εὑρεῖν. ἀλλ' ἐσφάλησαν τοῦ σκοποῦ· ἔχις γὰρ ἐκεῖθεν αἰφνηδὸν ἐκπηδήσασα τῆς ὁρμῆς αὐτοὺς ἀνεχαίτισε. τί τὸ ἐπὶ τούτοις; λαμβάνουσι τὸν οἶνον καὶ ἀνθρώπῳ τινὶ λελωβημένῳ διδόασιν, ὡς ἐντεῦθεν αὐτὸν θᾶττον ἐκστῆναι τῶν ὧδε καὶ μὴ τὸ ζῆν οὕτως ἔχειν ἐπώδυνον. δέχεται τὸν οἶνον ἐκεῖνος, μεθ' ἡδονῆς ἐκροφᾷ, καὶ παραχρῆμα τῆς νόσου λύτρωσιν εὕρατο. ἔκτοτε οὖν αἱ τῆς ἐχίδνης σάρκες ἐμβάλλονται τῷ φαρμάκῳ. ἀλλὰ