κατὰ φύσιν ἐπεκτείνουσα τοῦ ἐγκεφάλου ξηρότητα, ποιεῖν εἴωθε τοιαῦτα συμπτώματα. κατὰ γὰρ τοῦτο καὶ ὑγροτέρᾳ διαίτῃ κεχρῆσθαι τοὺς οὕτω διατεθέντας ἐπάναγκες· τὰ γὰρ διὰ ξηρότητα πάθη τῇ ὑγρότητι θεραπεύονται. ψυχρότερος δὲ πάλιν ἑαυτοῦ διά τινα νόσον γεγονὼς ὁ ἐγκέφαλος καὶ λήθην ἐπάγει καὶ μώρωσιν, κατὰ τοσοῦτον δὲ ὥστε καὶ τεχνῶν καὶ γραμμάτων καὶ τοῦ ὀνόματος πολλάκις αὐτοῦ μετὰ τὴν ὑγείαν ἐπιλελῆσθαι τὸν ἄνθρωπον. τρισὶ καὶ γὰρ ὑμέσι διῄρηται ὁ ἐγκέφαλος. καὶ ἡ μὲν ἡ ἐμπρόσθιος αὐτοῦ κοιλία ὄργανόν ἐστι τοῦ φανταστικοῦ, ἡ δὲ μέση κοιλία ὄργανόν ἐστι τοῦ διανοητικοῦ καὶ ἡ ἑτέρα πάλιν τοῦ μνημονευτικοῦ. πρότερον μὲν γὰρ φανταζόμεθα τόδε τὸ πρᾶγμα· μετὰ ταῦτα διαλογιζόμεθα τὸ φαντασθέν, τί τε καὶ ποταπὸν αὐτὸ τὴν φύσιν ἐστίν· εἶθ' οὕτως τῇ μνήμῃ τὸ τοιοῦτον ἐναποτίθεμεν. καὶ ταῦτα μὲν ἐπὶ τῶν ἐχόντων καλῶς τε καὶ ὑγιῶς· ἀλλ' ἐπειδὰν ἓν ἐξ αὐτῶν πάθει τινὶ ὁπωσδή ποτε περιπέσῃ, τότε κατ' ἐκεῖνο τὸ μέρος ἡ ψυχὴ καθαρῶς ἐνεργεῖν οὐ δύναται. ταῦτα δέ, τέκνον, ὑποτίθημί σοι, ὅπως μὴ τοὺς τῶν ἀστέρων σχηματισμοὺς αἰτιάσει καθυποβάλλῃς, εἴ γε φυσικοῖς τισὶ λόγοις τὰ τοιαῦτα γίνεσθαι εἴωθε. 221 Ταῦτα μὲν ουν εἰ καὶ παρεκβατικώτερον εἴρηται, ἀλλὰ φιλομαθείας ἕνεκα πάντως τῆς σῆς. ἐφέσει καὶ γάρ, ὡς ὁρᾷς, τῇ σῇ χαριζόμενος, καὶ φιλοπόνως ταῦτα συνέλεξα καὶ φιλοτίμως τῷδε διείληφα τῷ συντάγματι.
ΤΜΗΜΑ ∆ΕΥΤΕΡΟΝ. Γεννᾷ τοίνυν ὁ Ἀδὰμ τὸν Κάϊν, τὸν Ἄβελ, τὸν Σήθ, θυγατέρας δὲ δύο, καθά φησι Γεώργιος, τὴν Ἀζούραν, ἣν ὁ Κάϊν ἔλαβεν εἰς γυναῖκα, καὶ τὴν Ἀσουάμ, ἣν ἔλαβεν ὁ Σήθ· ὁ γὰρ Ἄβελ φονευθεὶς παρὰ τοῦ Κάϊν διὰ φθόνον ἀπῆλθε παρθένος. ἐφθόνει δὲ τῷ Ἄβελ ὁ Κάϊν, ὅτι προσέσχε ταῖς αὐτοῦ θυσίαις ὁ θεὸς μᾶλλον ἢ ταῖς τοῦ Κάϊν. ἀπεστρέφετο δὲ παρὰ τοῦ Κάϊν τὰ προσαγόμενα οὐχ ὅτι καρποὶ ἦσαν ἀπὸ τῆς γῆς, καθά φησιν ὁ παράφρων Ἰουλιανός, τὴν ζωοθυσίαν εὐμεθόδως εἰσάγων, ἀλλ' ὅτι ἄχρηστα ἦσαν. προσέσχε λοιπὸν τοῖς τοῦ Ἄβελ· ἀπὸ τῶν πρωτοτοκίων καὶ γὰρ ταῦτα, τουτέστι τῶν ἐξαιρέτων, ὡς ὁ χρυσορ222 ρήμων φησί. τὴν προαίρεσιν λοιπὸν καὶ ἀποδέχεται καὶ αὖ ἀποστρέφεται, οὐμενοῦν αὐτὰ τὰ προσαγόμενα. Ἀλλὰ πόθεν ὁ Κάϊν εἰς τοιαύτην ἦλθεν ἔννοιαν, ὥστε θυσίαν προσενεγκεῖν τῷ θεῷ; ἢ πάντως ἐκ τῆς ἐν τῷ συνειδότι αὐτοῦ γνώσεως, ὁ χρυσοῦς τὴν γλῶτταν φησί. καὶ πόθεν ὁ Κάϊν ἐπέγνω ὅτι οὐ προσέσχε τοῖς αὐτοῦ δώροις ὁ θεός; ἀπὸ τοῦ μὴ κατελθεῖν ἄνωθεν πῦρ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, καθάπερ ἐπὶ ταῖς τοῦ Ἄβελ γέγονεν· ἐπὶ γὰρ ταύταις κατῆλθε πῦρ καὶ ἠνάλωσεν αὐτάς, τὴν ἀποδοχὴν ἐντεῦθεν τοῦ θεοῦ παριστῶν. ἀλλὰ καὶ τοῦτο ζητοῦσιν ἐνταῦθα, διὰ τί κατ' ἀρχὰς πῦρ μὲν ἐξ οὐρανοῦ κατήρχετο καὶ τὰς προσαγομένας τῷ θεῷ θυσίας ἐπεβόσκετο, νυνὶ δὲ τοῦτο οὐ γίνεται. μὴ ταῖς τῶν ζώων θυσίαις ὁ θεὸς ἔχαιρεν; οὐχί· κατὰ γὰρ τὸν θειότατον Κύριλλον τύπος ἦν ἐκεῖνο τὸ πῦρ καὶ προεικόνισμα τοῦ παναγίου πνεύματος τοῦ κατιόντος μὲν ἀοράτως καὶ τὰς πνευματικὰς ἡμῶν θυσίας προσδεχομένου, καθὰ δὴ καὶ ἐπὶ τὸν Χριστὸν αὐτὸν κατῄει ἐν Ἰορδάνῃ τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὡς δεόμενον πνεύματος, ἀλλ' ἵνα μάθωμεν ὅτι καὶ ἐπὶ παντὶ βαπτιζομένῳ ἀοράτως τὸ πνεῦμα κάτεισι καὶ ἁγιάζει αὐτόν. εἰ δὲ καὶ νῦν, ἀγαπητέ, σημεῖα τοιαῦτα οὐχ ὁρᾷς, μὴ ἀπίστει· εἰ γὰρ καὶ ὄψεις ἐγένοντο κατ' ἀρχὰς αἰσθηταὶ διά γε τοὺς ἀνοητοτέρως ἐπικειμένους, 223 ὡς ὁ χρυσορρήμων Ἰωάννης φησί, καὶ μηδεμίαν ἔννοιαν ἀσωμάτου φύσεως δυναμένους λαβεῖν, ἀλλ' ἡμῖν αἰσθητῶν ὄψεων οὐκ ἔστι χρεία λοιπὸν ἀντὶ πάντων ἀρκούσης τῆς πίστεως· τὰ γὰρ σημεῖα, φησί, τοῖς ἀπίστοις, οὐ