υἱός, ἱππαζόμενος ἐν τῷ πεδίῳ καὶ τῷ οἰκείῳ προσπαίζων ἀνεψιῷ τῷ Πλεύσῃ, μετὰ δόρατος βληθεὶς ἀκουσίως τέθνηκε. τοῦ γάμου δὲ τελεσθέντος ἐν τῇ κατὰ τὸ παλάτιον νέᾳ ἐκκλησίᾳ, ἐπείπερ ἔμελλεν εἴσοδος ἐν τῷ θυσιαστηρίῳ γενέσθαι, τῆς χειρὸς κα569 τέχων αὐτὸν ὁ Πολύευκτος καὶ ταῖς ἱεραῖς ἐγκύρσας κιγκλίσιν εἴσεισι μὲν ἐκεῖνος εἰς τὰ ἄδυτα, τὸν δὲ Φωκᾶν ὄπισθεν ἐξωθεῖ ἐπειπὼν ὅτι οὐκ ἔξεστί σοι εἰσελθεῖν, εἰ μὴ ἐπιτίμια δέξῃ δευτερογαμοῦντος. διεδίδοτο δὲ καὶ λόγος ἁπανταχοῦ, ὃς οὐ μικρῶς διετάραξε τὴν ἐκκλησίαν, ὅτι περ ὁ Νικηφόρος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνάδοχος ἐγένετο τῶν τῆς Θεοφανοῦς ἑνὸς παιδίου. ταῦτ' ἄρα καὶ ὁ πατριάρχης ἐπὶ πλέον ἀνέτεινεν. ἔτι δὲ ἀναβαλλόμενον τὸν Πολύευκτον κοινωνῆσαι τῷ βασιλεῖ ὁ Καῖσαρ ἐπληροφόρησεν. ἀλλὰ καὶ Στυλιανὸς ὁ πρωτοπαπᾶς τοῦ μεγάλου παλατίου, ἀφ' οὗ καὶ μᾶλλον ἡ τοιαύτη φήμη κατέσχεν ἅπαντας, δι' ὅρκων ἐβεβαιοῦτο μηδέν τι τοιοῦτον ἐπισυμβῆναι τῷ Φωκᾷ. ὁ μέντοι Πολύευκτος, καίπερ φανερῶς ἐπιορκοῦντα εἰδὼς τὸν Στυλιανόν, τὸ τῆς συντεκνίας ἔγκλημα συγκεχώρηκε, καὶ ὁ πάλαι ἐνιστάμενος δευτερογαμίας ἐπιτίμια θεῖναι καὶ τὸ μέγα τοῦτο παρῆκεν ἁμάρτημα. Ὁ μέντοι Φωκᾶς καὶ βασιλεύων κατὰ Συρίας ὁρμᾷ, καὶ πόλεις πολλὰς καταστρέψας ἐκεῖθεν ὑπέστρεψε, φέρων μεθ' ἑαυτοῦ καὶ τὸν ἔχοντα ἀχειρότευκτον ἐκτύπωμα τῆς μορφῆς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἅγιον κέραμον, ὃν εὗρεν ἐν Ἱεραπόλει, ταύτην πεπορθηκώς, καὶ τῶν τριχῶν τοῦ βαπτιστοῦ Ἰωάννου βόστρυχον ἐμπεπιλημένον αἵματι. τοιοῦτος δὲ 570 ὁ Νικηφόρος ὢν καὶ ἐπὶ τοσοῦτον τὰ Ῥωμαίων αὐξήσας πράγματα (κατέσχε γὰρ πόλεις πλέον τῶν ρʹ καὶ φρούρια Κιλικίας Συρίας καὶ Φοινίκης, ὧν μέγιστα καὶ ἐπίσημα ἡ Ἀνάβαρζα, ἡ Ἀδάνα, καὶ τὰ λοιπὰ ἡ Μάμιστα ἡ καὶ Μό-ψου ἑστία λεγομένη, ἡ Ταρσός, τὸ Παγρά, τὸ Συνέφιον, τὸ Χάλεπ, ἡ Λαοδίκεια, ἔθετό τε ὑποφόρους τὴν ἐν Φοινίκῃ τε Τρίπολιν καὶ τὴν ∆αμασκόν) ἀλλ' ὅμως μισητὸς παντὶ ἀνθρώπῳ γέγονε, καὶ πάντες τὴν αὐτοῦ καταστροφὴν ἐδίψων ἰδεῖν· εἰ γὰρ καὶ πλεῖστα ἐπέλαμπον αὐτῷ τὰ κάλλιστα, ἀλλὰ καὶ δύο κακὰ κατεσπίλουν αὐτόν, ἥ τε τῆς Θεοφανοῦς ἀθέμιτος μῖξις καὶ τὸ πρὸς πάντας αὐτοῦ μικρολόγον καὶ ἀφιλότιμον. λιμὸς καὶ γὰρ τὴν πόλιν κατέσχε ποτέ, ὡς ἕνα μέδιμνον χρυσέῳ πωλεῖσθαι νομίσματι. μανθάνει τοῦτο Φωκᾶς, καὶ μικροπρεπῶς τὸ πάθος ἰᾶται· τὰς δημοσίας καὶ γὰρ σιτοθήκας ἀνοίξας δύο μεδίμνους τῷ νομίσματι πωλεῖσθαι ἐκέλευσεν, οὐ τὸν Μακεδόνα Βασίλειον ἐν τούτῳ μιμησάμενος· οὗτος γὰρ τοὺς Βυζαντίους πενθοῦντας ἰδών, καὶ μαθὼν ὡς ὁ λιμὸς αἴτιος τοῦ πενθεῖν αὐτούς, δώδεκα μεδίμνους κελεύει πωλεῖσθαι τῷ νομίσματι. ἀλλὰ καὶ τοῦ βασιλέως Φωκᾶ κατ' ἐκεῖνο δὴ καιροῦ͂ ἐξελθόντος ὥστε γυμνάσαι τὸν στρατόν, ἐπεί τις ἦλθε πολιὸς τὴν τρίχα καὶ ἐπειρᾶτο συναριθμηθῆναι τοῖς στρατιώταις, φησὶ πρὸς αὐτόν 571 σὺ δέ, ὦ ἄνθρωπε, γέρων ὢν πῶς τοῖς ἐμοῖς στρατιώταις ἐπείγῃ συναριθμηθῆναι;» ὁ δ' εὐστόχως ὑπολαβὼν πολλῷ δυνατώτερός εἰμι νῦν» ἔφη ἢ ὅτε ἤκμαζον.» ὁ αὐτὸς δὲ καὶ πῶς τοῦτο» ἐρόμενος, ἔφη ὅτι τὸν τοῦ νομίσματος σῖτον πρότερον δυσὶν ἡμιόνοις ἐπεφόρτιζον, ἐπὶ δὲ τῆς σῆς βασιλείας δύο νομισμάτων σῖτον ἐπὶ τῶν ὤμων φέρω. συνεὶς οὖν τὴν εἰρωνείαν ἀνεχώρησε, μηδὲν ταραχθείς. Ἀλλὰ καὶ τὰς ἀριθμηθείσας ἄνωθεν πόλεις καθελών, τὴν Ἀντιόχειαν μόνην ἀφῆκε παρελθών, καὶ ταῦτα δυνάμενος αὐτὴν καθελεῖν. ἐξεπίτηδες δὲ πάντως ἀφῆκε, δεδιὼς τὸν φημιζόμενον λόγον· ἐλέγετο γὰρ ὡς ἅμα τῇ ἁλώσει τῆς πόλεως Ἀντιοχείας καὶ ὁ βασιλεὺς τεθνήξεται. ὅθεν καὶ περὶ τὰ μέρη ἐκεῖνα τὸν Μιχαὴλ Βούρτζην ἀφεὶς φύλακα καὶ Πέτρον τινὰ εὐνοῦχον στρατοπεδάρχην, καὶ ἐνσκήψας αὐτοῖς μηδαμοῦ τῇ Ἀντιοχείᾳ προσβαλεῖν, πρός γε τὴν βασιλεύουσαν ἔρχεται. ἀλλ' ὁ Βούρτζης θέλων αὑτῷ περιποιήσασθαι ὄνομα τῶν μὲν ἐκείνου λόγων καταφρονεῖ, παντοίως δὲ τὴν πόλιν πολιορκήσας κατέσχεν αὐτήν. ταῦτα