τοσαῦτα ἔτη, ὅπως ἀποκαμόντες τῇ εἰς τὰ ὄρη περιπλανήσει τὸν ἕνα τόπον τὴν Ἱερουσαλὴμ ἀγαπήσωσι. Ταῦτα δὲ τ κατά γε τὸν παλαιὸν ναόν, ὃς εἰς τρία διῄρηται, εἴς τε τὴν τῶν λαϊκῶν δηλαδὴ στάσιν, τὴν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὃς δὴ καὶ τόπος ἅγιος ἐλέγετο, καὶ εἰς αὐτὰ τὰ ἄδυτα, ἃ δὴ καὶ ἅγια τῶν ἁγίων ἐκαλεῖτο, ἐν οἷς οὐδεὶς εἰσήρχετο εἰ μὴ μόνος ὁ ἀρχιερεύς, κἀκεῖνος ἅπαξ 340 τοῦ ἐνιαυτοῦ, καὶ ταῦτα οὐ χωρὶς αἵματος, καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς εὑρήσεις. ἐν γὰρ τῷ πρὸς ἡμᾶς οὐρανῷ, τῷ ἀέρι δηλονότι, πάντα δὴ τὰ ἀγελαῖα ζῶα, ἐσώτερον δὲ τοῦ φαινομένου στερεώματος, ὥς φησιν ὁ Σιναΐτης θεῖος Ἀναστάσιος, τὰς οὐρανίας διαγούσας δυνάμεις, ἴσως δε καὶ αὐτὰς τὰς τῶν ἁγίων ψυχάς. ἀνώτερον δὲ τοῦ δευτέρου καὶ ἀοράτου οὐρανοῦ οὐδεὶς εἰσελήλυθεν εἰ μὴ μόνος ὁ ἀληθὴς ἀρχιερεὺς Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν. ὅτι δὲ τὰ τοῦ ἐπιγείου οῦδε ναοῦ κατ' εἰκόνα τῶν ἐπουρανίων ἔκτισται, καὶ αὐτὸς ὁ πάμμεγας Παῦλος ἐδήλωσεν οὕτως εἰπών οὐδὲ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν.» ὅρα γὰρ νουνεχῶς ὅτι καὶ τὰ φαινόμενα τοῦ ναοῦ τοῦδε κάλλη τῆς ἀφανοῦς ἐκείνης εὐπρεπείας εἰσὶν ἀπεικονίσματα, αἱ δ' οὖν αἰσθηταὶ εὐωδίαι τῆς νοητῆς διαδόσεως ἐκτυπώματα. τὰ δὲ ὑλικὰ φῶτα τῆς ἀΰλου φωτοδοσίας εἰκόνες τυγχάνουσι· καὶ γὰρ διὰ τῶνδε τῶν ὑλαίων πρὸς την ἄρρητον ἐκείνην θεωρίαν, καθὰ δήπου καὶ τῷ μεγάλῳ δοκεῖ ∆ιονυσίῳ, χειραγωγούμεθα. Ὅτι δὲ πάντας ὑπερβαίνων ἦν ἐπὶ πᾶσιν ὁ Σολομών, ἡ γραφὴ διδασκέτω σε λέγουσα καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ 341 πάντας τοὺς βασιλεῖς Αἰγύπτου πλούτῳ καὶ φρονήσει, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σολομῶντος τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ. ἐπληθύνθη γὰρ ἡ σοφία αὐτοῦ ὑπὲρ πάντα φρόνιμον Αἰγύπτου.» τὰς τοῦ Σολομῶντος βίβλους, ἀφ' ὧν καὶ οἱ τῶν ἰατρῶν παῖδες τὰς ἀφορμὰς ἔλαβον. μετὰ γὰρ τὸ λαβεῖν ἐκ θεοῦ τὴν σοφίαν τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων καὶ πάντων τῶν ζώων. ἐπὶ γὰρ τούτῳ καὶ ὁ συγγραφεύς φησιν ὅτι ἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης ἐκ τοῦ τοίχου. παρὰ δὲ Ἐζεκίου κεκαῦθαί φησιν ὁ πολυμαθὴς καὶ πολυΐστωρ Εὐσέβιος. ὅσα καὶ γὰρ ἐν γῇ καὶ θαλάσσῃ, ἐν ἀέρι, ἀφορμαὶ της ἐκείνου φιλοσοφίας ἐγένοντο. οὕτω μὲν οὖν ὁ Ἐζεκίας καὶ ἐπὶ τοῦ ∆αβὶδ ἐποίησε ψαλμοῖς. τούτων καὶ γὰρ ἐν ταῖς αἰχμαλωσίαις ὰπολωλότων, Ἔσδρας τις ἀνὴρ εἰς ἄκρον τῆς Ἑβραΐδος δια-λέκτου ἐληλακὼς τʹ ὅλους ἀπηριθμήσατο ἢ καὶ πλείους συλλέξας. ἀλλ' ὁ Ἐζεκίας τοὺς πλείους τῶν ψαλμῶν ἀθετήσας ὡς μὴ τοῦ ∆αβὶδ εἶναι ὡμολογημένους, τοὺς ρνʹ καὶ μόνους ἀπέκρινεν, ὡς ὁ σοφώτατος Ψελλὸς ἱστορεῖ. ἐφυσιολόγησε δὲ Σολομὼν καὶ περὶ λίθων, οὐχ ὅπως ἐχρώσθησαν μόνον ἢ 342 συνεπάγησαν, αλλὰ καὶ οπου ἑκάστη συντελεῖ. τὴν μὲν σωφροσύνης ἔφησε φυλακτήριον, τὴν δὲ πρὸς τὰ θειώδη ἀντέχειν πυρσά, ἑτέραν δὲ φυγαδεύειν πνεύματα πονηρά. ἀλλὰ καὶ περὶ δαιμόνων ἐτέθη βιβλίον αὐτοῦ, ὅπως τε κατάγοντα καὶ ἐν οἵοις εἴδεσι φαίνονται. φύσεις δὲ τούτων καὶ ἰδιότητας ἔγραψε, πῶς τε δεσμοῦνται καὶ πῶς ἐμφιλοχωροῦντες ἀπολύονται. ὅθεν ἔργα τούτοις ἀχθοφόρα ἐπέταττεν, ὑλοτομεῖν τε, ὡς λόγος, ἠνάγκαζε, καὶ κατωμαδὸν τὰ ἄχθη φέρειν παρεβιάζετο. ᾠδηκότα τε σπλάγχνα ἢ ἐπῳδαῖς ἢ βοτάναις περιτιθεὶς ἐθεράπευεν. ἀλλ' ὅ γε θεῖος Ἐζεκίας θεῷ ἑαυτὸν ἀνατιθείς, καὶ πάντα τῆς ἐκεῖθεν προνοίας ἐξαρτήσας, τῶν ὑπὲρ φύσιν τῷ Σολομῶντι φιλοσοφηθέντων ὠλιγώρησεν. ὧν δὲ ἱστόρησεν ὁ Ψελλός, καὶ ὁ Ἰώσηπος μάρτυς ἐστὶ λέγων καὶ ἐπῳδὰς κατὰ δαιμόνων καὶ ἐξορκισμοὺς ἐπενόησεν, αἷς» φησίν οἶδα χρώμενον Ἐλεάζαρ τὸν Ἰουδαῖον, δακτύλιον ἐντιθέντα τῇ ῥινὶ τοῦ πάσχοντος, καθὰ Σολομὼν ὑπέδειξε· καὶ ὀσφραινόμενον τὸ δαιμόνιον εὐθέως