τοῖς ἐν δεσμοῖς ἐξέλθετε καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύπτεσθε. καὶ κατὰ μὲν τὴν ἕκτην ὥραν, ὥς φασιν αἱ γραφαί, σταυροῦται ὁ κύριος, κατὰ δὲ τὴν ἐννάτην τὸ πνεῦμα ταῖς πατρικαῖς χερσὶ παρατίθησιν. Εἰ δὲ καὶ πρὸς ᾅδην ἀκούεις τὴν αὐτοῦ κατιέναι ἁγίαν ψυχήν, μὴ θαύμαζε τούτου ἕνεκεν, ἀδύνατον εἶναι λέγων καὶ πρὸς ᾅδην αὐτὴν κατελθεῖν καὶ ταῖς τοῦ πατρὸς παρατεθῆναι χερσίν. ἡ γὰρ τοῦ θεοῦ χείρ, ἡ τὰ πάντα δηλαδὴ συγκρατοῦσα δύναμις, καὶ ἄνω ἐστὶν ἐν οὐρανῷ καὶ κάτω ἐπὶ τῆς γῆς, καὶ τῶν τοῦ ᾅδου μυχῶν οὐ διαλείπει ποτέ. ὥστε εἰ καὶ πρὸς ᾅδην ἡ ἁγία τοῦ Χριστοῦ ψυχὴ τηνικαῦτα κατήρχετο, ἀλλὰ τῆς τὰ πάντα συγκρατούσης δυνάμεως, καθάπερ εἴπομεν, οὐ κατελιμπάνετο, εἴγε καὶ μᾶλλον δύναμις τοῦ πατρὸς αὐτός ἐστιν ὁ Χριστός, ὡς ὁ Παῦλός φησι. παρατίθησι μὲν οὖν ταῖς πατρικαῖς χερσὶ τὴν ψυχήν, ὡς ἐντεῦθεν καὶ πάσαις ταῖς τῶν δικαίων ψυχαῖς τὴν ἐπὶ τὰ ἄνω πορείαν χαρίσασθαι (οὐδὲ γὰρ ἀπέθανε δωρεὰν ὑπὲρ αὐτῶν), 412 κάτεισι δὲ πρὸς τὸν ᾅδην, ἵνα καὶ τοῖς ἐκεῖσε κατεχομένοις κηρύξῃ καὶ διδάξῃ πάντας ἣν ἠγνοήκασι θεοσέβειαν. καὶ πείθου τῷ κορυφαίῳ Πέτρῳ περὶ τούτων οὕτω διεξιόντι καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθήσασί ποτε.» ἀλλὰ καὶ ὁ θεολόγος Γρηγόριος ἐντεῦθεν ὁρμώμενος περὶ τούτων οὕτω φησίν ἆρα πάντας ἔσωσεν ἐπιφανεὶς ἐν ᾅδῃ ὁ κύριος, ἢ κἀκεῖ τοὺς πιστεύσαντας;» μὴ οὖν ἀμφίβαλλε· καθάπερ γὰρ τοῖς ἐν γῇ εὐαγγελίσατο εἰρήνην, καὶ τοῖς μὲν πιστεύσασι σωτηρίας γέγονε πρόξενος τοῖς δὲ ἀπειθήσασιν ἀπιστίας ἔλεγχος, ὡς ὁ ∆αμασκηνὸς Ἰωάννης φησίν, οὕτω καὶ τοῖς ἐν ᾅδῃ. μὴ θαύμαζε δέ, ἀγαπητέ, εἴγε καὶ ψυχαί τινες ἐν ᾅδῃ κατεχόμεναι τὸ κατὰ Χριστὸν οὐκ ἠθέλησαν δέξασθαι κήρυγμα· καθάπερ ἐπὶ τοῦ μακαρίου Παύλου, ἡνίκα τὰ τῆς φυλακῆς ἔσεισε θεμέλια, ὁ μὲν δεσμοφύλαξ εὐθέως ἐπίστευσεν, οἱ δὲ δεσμῶται τῇ ἀπιστίᾳ ἐναπέμειναν, καὶ ταῦτα τὰς σιδηρᾶς αὐτῷ χειροπέδας ἑωρακότες ἄφνω διαρραγείσας, οὕτω κἀν τοῖς ἐν ᾅδου γενήσεσθαι πίστευε. Εἰ δὲ καὶ τὴν αἰτίαν βούλει μαθεῖν δι' ἣν ἐκήρυξε καὶ ταῖς ἐν ᾅδου ψυχαῖς ὁ σωτήρ, αὕτη ἐστίν. ἐν τῷ εφʹ ἔτει γέγονεν ἡ τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησις. τίνος ἕνεκεν; 413 ὅτι κατ' ἐκεῖνον καιρὸν προήχθη εἰς φῶς ἡ τῷ κατὰ Χριστόν μυστηρίῳ ὑπηρετοῦσα, ὡς ὁ μέγας ἔφη Βασίλειος, ὅτι τῆς κακίας ἡ νόσος, ὡς ὁ Νυσσαεὺς ἔφη θεῖος Γρηγόριος, τηνικαῦτα παρήκμαζεν, ἡ ἀρχῆθεν ἐνσκήψασα τῇ φύσει τῆς ἀνθρωπότητος, ὅτι τὰ ἔθνη καλούμενα τότε πείθεσθαι ἔμελλον· καὶ τοῦτό ἐστιν ὅπερ ὁ πάμμεγας ἔλεγε Παῦλος ὅτι ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ. καλῶς οὖν ἐν τῷ διαληφθέντι ἔτει σαρκοῦται ὁ κύριος, ὅτι καὶ κατὰ πάντα τὸ τοιοῦτον εὔθετον ἦν. ἀλλ' ἐπειδὴ καί τινες τῶν ἐν ἀσεβείᾳ τὴν ζωὴν καταλυσάντων ἀγαθῆς τοσοῦτον ὑπῆρχον ψυχῆς ὥστε καὶ προσελθεῖν καλουμένους αὐτοὺς καὶ τὸ κατὰ Χριστὸν ἑτοίμως εὐαγγέλιον δέξασθαι, εἴπερ εἶδον αὐτὸν ἐν τοῖς ἔμπροσθεν χρόνοις μετὰ σαρκὸς ἐπὶ γῆς διατρίβοντα, τούτου χάριν οὐ παραιτεῖται καὶ πρὸς ᾅδην αὐτὸν κατελθεῖν καὶ ταῖς ἐκεῖσε κηρῦξαι ψυχαῖς, ὡς ἐντεῦθεν ἀναπολογήτους εἶναι ἅπαντας, καὶ μήτε τοὺς ἀγαθοὺς ἀπολέσαι τὴν ἑαυτῶν ἀγαθότητα, μήτε τοὺς οὐκ ἀγαθοὺς ἀντιλέγειν δύνασθαι ὡς εἴπερ εἴδομεν ἐπιστεύσαμεν ἄν. καὶ περὶ μὲν τούτων οὕτως. Οἱ δὲ Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν (ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνη τοῦ σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον, καὶ τὰ ἑξῆς. 414 κατάγουσιν οὖν ἀπὸ τοῦ ξύλου τὸν Ἰησοῦν, καὶ μνήματι καινῷ κατατίθενται. ἀλλ' ὅρα κἀνταῦθ' τὴν τοῦ θεοῦ σοφίαν, ἀγαπητέ, ἵνα μὴ τὸν σταυρὸν αὐτὸν ζημιωθῶμεν, ἵνα μὴ τὸ πανάγιον τοῦ κυρίου σῶμα πυρὸς ἢ θαλάσσης ἔργον ποιήσωσι, τῇ συνήθει κἀν τούτῳ μανίᾳ χρησάμενοι, τὸν Αὔγουστον ἤγειρε Καίσαρα τὴν οἰκουμένην ἅπασαν ἀπογράψασθαι. γίνεται ταῦτα, καὶ τὸ τῶν Ἑβραίων