μεταλαμβάνουσι τῆς γῆς καὶ τῆς ποιότητος τῶν τόπων δι' ὧν παρέρχονται, καὶ διὰ τοῦτο παρηλλαγμένην ἔχουσι τήν τε γεῦσιν αὐτῶν καὶ ποιότητα. ὅρα γὰρ ὅτι καὶ αὐτὸ τὸ ὕδωρ μίαν μὲν ἔχει τὴν φύσιν καὶ τὴν ποιότητα, ἀλλ' ἐὰν ἐμβληθῇ αὐτῷ ἀψίνθιον, ἄλλην ποιότητα ποιεῖ, ἐὰν ἄνηθον, ἄλλην, καὶ ἑτέραν αὖθις, ἐὰν πήγανον. διέρχεσθαι δὲ τοὺς ποταμοὺς διά τινων ὑπονόμων τόπων ᾠκονόμησεν ὁ θεός, καὶ ἐξ ἑτέρων ἀρχῶν αὐτοὺς ἀναφαίνεσθαι, ἵνα μὴ ταῖς ὄχθαις αὐτῶν ἀκολουθοῦντές τινες αὐτὸν ἐπιχειρῶσι καταλαβεῖν τὸν παράδεισον. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τοῦτο μετὰ τῶν ἄλλων ζητεῖς, τί δή ποτε περὶ οὐρανοῦ καὶ γῆς καὶ πάντων ἐφεξῆς διεξιὼν Μωσῆς τῆς τῶν ἀγγέλων δημιουργίας οὐδαμοῦ μεμνημένος 145 φαίνεται. γίνωσκε οὖν ὅτι οὐδὲν στερεὸν οὐδὲ βέβαιον εἶχον οἱ νομοθετούμενοι. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκεῖνοι καὶ τοσαῦτα θεασάμενοι θαύματα τὴν εἰκόνα τοῦ μόσχου θεὸν ἀνηγόρευσαν. οἱ δὲ ῥᾳδίως οὕτω τὰ τῶν κτηνῶν ἰνδάλματα θεοποιήσαντες τί οὐκ ἂν ἔδρασαν, εἰ τῶν ἀοράτων φύσεων τὴν γνῶσιν ἐδέξαντο; τοῦ Μωσέως λοιπὸν τὰ περὶ τούτων πάντῃ σιωπήσαντος ὁ προφήτης ∆αβὶδ μετὰ χρόνους ὕστερον ἱκανοὺς μνήμην ποιεῖται τῆς δημιουργίας αὐτῶν, εἰ καὶ παροδευτικῶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν, καί φησιν αὐτὸς εἶπεν, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» ὁ δέ γε θεοφάντωρ καὶ μέγας ∆ιονύσιος πλατύτερον περὶ τῶν ἀοράτων διέξεισι φύσεων, ἅτε πρὸς αὐτοὺς ἐκείνους τὴν διδασκαλίαν ποιούμενος τοὺς τοιαῦτα δεδυνημένους χωρεῖν. τήν τε γὰρ στάσιν αὐτῶν, τὴν τάξιν, τὴν γνῶσιν, τὸν φωτισμόν, τὴν πρὸς ἀλλήλας διαφορὰν καὶ τὴν ἑκάστῃ προσοῦσαν ἐνέργειαν θαυμασίως διείληφεν, ὃ τοὺς ἀγνοοῦντας ἐδίδαξεν. Ἔτι δὲ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰδέναι σε βούλομαι, ὅτι τὰ τῶν ἄνω διακοσμήσεων τάγματα ἐννέα τυγχάνει τὸν ἀριθμόν, ἃ καί εἰσι ταῦτα, Χερουβίμ, Σεραφίμ, θρόνοι, κυριότητες, δυνάμεις, ἐξουσίαι, ἀρχαί, ἀρχάγγελοι, ἄγγελοι. εἰ δὲ καὶ ἕτερα τάγματα ἐν οὐρανοῖς ἐστίν, περὶ ὧν ἐν τῷ μέλλοντι αἰῶνι καὶ ἀκοῦσαι καὶ μαθεῖν μέλλομεν, ὁ μα146 κάριος οἶδε Παῦλος οὕτως εἰπών ἐκάθισεν ὁ Χριστὸς ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου μὴ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» τὰ μέντοι διαληφθέντα ἐννέα τάγματα εἰς τρεῖς ἀφορίζει διακοσμήσεις ὁ θεῖος ∆ιονύσιος, καὶ πρώτην μὲν εἶναί φησι τὰ Σεραφὶμ τὰ Χερουβὶμ καὶ τοὺς θρόνους, ἀμέσως καὶ προσεχῶς παριστάμενα τῷ θεῷ, δευτέραν δὲ τὴν τῶν κυριοτήτων καὶ τῶν δυνάμεων καὶ τῶν ἐξουσιῶν, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων. τὸ μέντοι ἐν αὐτοῖς ὕστατον τάγμα, ὡς προείρηται, ἰδίως ἄγγελοι καλεῖται ὡς τὰς θείας ἐκφαντορίας ἀγγέλλον τε καὶ διαβιβάζον πρὸς ἡμᾶς. τῆς τοιαύτης δὲ ἀγγελικῆς ἐπωνυμίας καὶ πᾶσαι αἱ νοεραὶ φύσεις ἠξίωνται διὰ τὸ πρώτως αὐτοῖς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν, καὶ οὕτω δι' αὐτῶν εἰς ἡμᾶς διαπορθμεύεσθαι τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας· καὶ ὁ νόμος γὰρ αὐτὸς δι' ἀγγέλων ἡμῖν ἐδωρήθη, καὶ τοὺς κλεινοὺς καὶ πρὸ νόμου καὶ μετὰ νόμον πατέρας ἄγγελοι πρὸς τὸ θεῖον ἀνῆγον· καὶ γὰρ διὰ τὸν πρῶτον τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγονται. οὐ μόνον δὲ αἱ περὶ ἡμᾶς νοεραὶ φύσεις εἰσίν, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ὁμοταγέσιν ἱεραρχίαις πρῶται καὶ μέσαι καὶ τελευταῖαι τάξεις εἰσί, καὶ τῶν ἡττόνων οἱ θειότεροι χειραγωγοὶ ἐπὶ τὴν θείαν προσαγωγὴν καὶ 147 ἔλλαμψιν γίνονται. καὶ τὰ μὲν ἁγιώτατα τῶν ὑπερτάτων οὐσιῶν τάγματα καὶ ἀγγέλους καλοῦσιν οἱ θεολόγοι, ὡς εἴρηται (καὶ γάρ εἰσιν ἐκφαντορικὰ καὶ αὐτὰ τῆς θεαρχικῆς ἐλλάμψεως)· τὴν δὲ τελευταίαν τάξιν τῶν οὐρανίων νοῶν, τουτέστι τοὺς ἀγγέλους, οὐκ ἔχει λόγον Χερουβὶμ ἢ Σεραφὶμ ἢ θρόνους ὀνομάζειν· οὐδὲ γάρ ἐστιν ἐν μετουσίᾳ τῶν ὑπερτάτων δυνάμεων. πρὸς ἐπὶ τούτοις καὶ δυνάμεις καλοῦσι τὰς νοερὰς πάσας φύσεις ὡς τῶν σωματικῶν παθῶν ἐλευθέρας κἀντεῦθεν πληροῦν τὰ