ἠλείψατο, καὶ βαλανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι καὶ δέεσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς ἐντεῦθεν ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου, γονυπετοῦντος καὶ δεομένου ἄφεσιν τῷ λαῷ. ἀπέκτειναν δὲ αὐτὸν οἱ Ἰουδαῖοι μετὰ τὴν τελευτὴν Φήστου ἀναρχίαν εὑρόντες. Καὶ ὁ μὲν Ἰάκωβος οὗτος, ὁ ἀδελφόθεος δηλαδή, τῇ δωδεκάδι τῶν μαθητῶν οὐκ ἦν ἐναρίθμιος, τὰ πρῶτα δὲ ὅμως παρ' αὐτοῖς ἔφερε. καὶ γὰρ ἀναστὰς ἐκ νεκρῶν ὁ κύριος, ὡς ὁ Κλήμης φησί, Πέτρῳ καὶ Ἰωάννῃ καὶ Ἰακώβῳ τῷ ἀδελ-φοθέῳ τὴν γνῶσιν ἔδωκεν, οὗτοι δὲ τοῖς λοιποῖς. πρὸ γὰρ τῆς ἀναστάσεως καὶ ἐνεκότουν τῷ κυρίῳ καὶ ἠπίστουν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς ὁ εὐαγγελιστὴς Ἰωάννης φησί. πρόσεχε δέ, ἀγαπητέ. εἰ γὰρ καὶ πρώτους ἐκείνους ὁ κύριος 427 τοὺς δώδεκα ἐξελέξατο, εἰ καὶ τιμῆς ἠξίωσε πλείονος, εἰ καὶ ἐπὶ̀ ιβʹ θρόνων ὑπέσχετο καθίσαι αὐτοὺς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ κρίνοντας, εἰ καὶ σύνδειπνοι αὐτῷ ἔσονται κατ' ἐκείνην τὴν ἡμέραν, ἐπειδὴ μεμενήκασι μετ' αὐτοῦ, ἀλλ' ἔχομεν ἀλλαχοῦ τὸν κύριον αὐτὸν πρὸς τοὺς ἐκ Ζεβεδαίου, ἡνίκα δεξιὰν ᾐτήσαντο καὶ ἀριστερὰν καθέδραν, οὕτω λέγοντα οὐκ ἐμόν ἐστι τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου». οὐκοῦν εἰ τὰ τῆς τιμῆς ἐκείνης οὐ δίδοται κατὰ χάριν ἀλλὰ κατὰ τοὺς ἀγῶνας οὓς ὁ καθ' ἕνα ἐνδείξεται, μὴ θαύμαζε εἴγε καὶ οἱ κατὰ τὸν Παῦλον, ναὶ μὴν καὶ Ἰάκωβον τὸν ἀδελφόθεον ἀγωνισάμενοι κοινωνοὶ καὶ συμμέτοχοι τῆς τῶν δώδεκα τιμῆς εὑρεθήσονται. καὶ γὰρ τοῦτο καὶ ὁ τὴν γλῶτταν χρυσοῦς ἔλεγε, Παύλου μείζονα στῆναι τότε μηδέτερον. Ὅτι δὲ οἱ μαθηταὶ τοῦ Χριστοῦ δώδεκα τὸν ἀριθμὸν καὶ οὐ πλείους ἢ ἐλάσσους εἶναι ἔμελλον, ἀρχῆθεν τοῦτο δεδήλωται. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. ὃν γὰρ τρόπον ὁ αἰσθητὸς οὗτος ἥλιος ἀπὸ τοῦ πρώτου σημείου ἀρξάμενος, καὶ διὰ τῶν ιβʹ ζωδίων τὴν αὐτοῦ ποιήσας περίοδον, κἀν τούτοις τὰ αὐτοῦ πάντα πληρώσας, ἐκεῖσε πάλιν ὑποστρέφει ὅθεν τοῦ δρόμου κατήρξατο, οὕτω καὶ ὁ νοητὸς ἥλιος τῆς δικαιοσύνης, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ καὶ θεός, ἐξανατείλας τῷ κόσμῳ καθὼς αὐτὸς ηὐδό428 κησε, καὶ διὰ τῶν ιβʹ μαθητῶν τὴν ὑπ' οὐρανὸν διαδραμών, πᾶσαν τὴν αὐτοῦ βούλησιν δι' αὐτῶν ἐκτελέσας ἐκεῖσε πάλιν ὅθεν ἦλθεν ὑπέστρεψεν. ὅτι δὲ οἱ παρὰ κυρίου ἐκλεγέντες ιβʹ μαθηταί, ναὶ μὴν καὶ οἱ κατ' αὐτοὺς ἀγωνισάμενοι κρείττονα τόπον ἐσχήκασι τῶν προπατόρων ἐκείνων, ὁ χρυσορρήμων Ἰωάννης ἀριδηλότερον ἔδειξεν. ἐπὶ ιβʹ γὰρ ἔφη θρόνων καθίσαι αὐτούς, καὶ κρῖναι τὰς ιβʹ φυλὰς τοῦ Ἰσραήλ, ἣν δὴ τιμὴν οὐκ ἔδωκε τοῖς προπάτορσι. καὶ ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἐλεύσονται, καὶ μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ ἀνακλιθήσονται· τοῖς δέ γε ἀποστόλοις οὐδεὶς ἕτερος ἐσεῖται συγκάθεδρος. καὶ ὅτι ὑπὸ σκιὰν ἐκεῖνοι τότε φανέντες ἐλάττονές εἰσι τῶν ἐνακμασάντων τῇ ἀληθείᾳ. καὶ ταῦτα μὲν ὁ τὴν γλῶτταν χρυσοῦς, ὁ δὲ Θεοδώρητος σφάλλεσθαι λέγει τοὺς οὕτω περὶ τῶν προπατόρων καὶ φρονοῦντας καὶ λέγοντας. εἰ γὰρ καὶ μὴ αἰσθητῶς ἐκεῖνοι τὸν κύριον εἶδον, ἀλλὰ νοητῶς εἶδον αὑτόν. πῶς δὲ καὶ ἐλάσσων ὁ τοὺς ἁγίους εἰς τὸν κόλπον αὐτοῦ δεχόμενος, καὶ ὁ τῇ τοῦ κυρίου μεταμορφώσει συμμεταμορφωθεὶς Μωϋσῆς ἅμα τῷ Ἠλίᾳ μετὰ τοσαύτης δόξης ὥστε συλλαβεῖν αὐτῷ περί τε σταυροῦ καὶ θανάτου; καὶ ὁ μὲν Θεοδώρητος οὕτω· σὺ δέ, ἀγαπητέ, τοῖς τοῦ χρυσορρήμονος ἐπὶ πλέον πρόσκεισο. τίνος 429 ἓνεκεν; ὅτι τοῖς τοῦ κυρίου λόγοις τὰ τοιαῦτα συνᾴδουσιν. ἐπὶ γὰρ τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ καὶ τάδε τοῖς ἀποστόλοις ἔλεγε μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.» τίνα δὲ ταῦτα; τὰ κατὰ τὴν ἔνσαρκον πάντως οἰκονομίαν, ὧν οἱ ἀπόστολοι μόνοι κατηξιώθησαν. κατὰ δύο λοιπὸν ὑπερέχουσι τῶν προφητῶν οἱ ἀπόστολοι, καὶ κατὰ τὸ σωματικῶς ἰδεῖν καὶ