1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

28

συζύγου, τόπῳ ἐντυχὼν κρημνώδει σὺν ἵππῳ ὤλετο. συνεστάλησαν οὖν μέχρι τῶν Πυρρηναίων ὀρῶν, ἃ δὴ διο ρίζει τὴν παλαιάν τε καὶ νέαν Ἤπειρον τῆς Ἑλληνίδος καὶ ἡμετέρας γῆς. ἐπεὶ δὲ οὕτω συνέβη, ἄδειαν ὁ σεβαστοκρά τωρ δραξάμενος κατὰ τῶν ἄστεων ὥρμησεν. εἷλεν οὖν Ἀχρίδαν, ∆εάβολιν, καὶ πᾶσα δὲ ἡ περὶ τούτων χώρα, εἴτ ουν Πρέσπα Πελαγονία Σωσκὸς Μολυσκὸς ὑπὸ τὴν Ῥω μαϊκὴν ἐγεγόνεισαν ἐπικράτειαν.

81 Ὁ δ' ἀποστάτης πάντα κάλων κινήσας τοὺς οἰκείους συνέλεξε καὶ συμμαχίαν παρὰ τοῦ ῥηγὸς τοῦ γαμβροῦ αὐ τοῦ προσελάβετο εἰς τετρακοσίους ἱππότας. ἅτερος δὲ τού του γαμβρὸς ὁ Ἀχαΐας πρίγγιψ τὴν πᾶσαν αὐτοῦ στρατιὰν συλλεξάμενος δι' ἑαυτοῦ τὴν πρὸς τὸν αὐτοῦ πενθερὸν συμμαχίαν πεποίητο, ἄγων πλῆθος ἱππέων τε καὶ πεζῶν. συνήθροιστο γοῦν παμπληθὴς στρατιά, καὶ κατὰ τοῦ σεβα στοκράτορος Ἰωάννου τὴν ὁρμὴν ἐποιοῦντο. ὁ δὲ στρατηγικῶς τοὺς ἀντιπάλους μετήρχετο. ἐκεῖνος μὲν γὰρ μετὰ τῶν καταφράκτων καὶ θώραξι κεχρημένων δυνάμεων τὰ ἐχυρώτατα τῶν τόπων ἐκράτει, τοὺς δ' ἐλαφροτέρους κατὰ τῆς πεδιάδος πρὸς τοὺς ἀντιπάλους ἀνθίστασθαι προσετε τάχει. ἦσαν δὲ οὗτοι οἱ μὲν ἐκ Σκυθῶν, οἱ δὲ ἐκ Τούρ κων, ἕτεροι δ' ἐκ Ῥωμαίων, οἷς μᾶλλον ἡ τοξεία τὸ ἐπιτή δευμα, οἳ καὶ μακρόθεν τούτους τοῖς βέλεσιν ἔπληττον. ἤρξαντο μὲν οὖν ἐκ τόπου, οὗ Βορίλα Λόγγος τοὔνομα, καὶ οὔθ' ἡμέρας ἀνέτως βαδίζειν αὐτοὺς παρεχώρουν οὔτε νυκτός. συνερρήγνυντο γὰρ αὐτοῖς ἡμέρας μὲν ἐν τοῖς τῶν ἵππων ποτοῖς, συνέπιπτον δὲ τούτοις καὶ καθ' ὁδόν, καὶ ταῖς ἁμάξαις καὶ τοῖς φορταγωγοῖς ὑποζυγίοις προσπε λάζοντες ἐκ τῶν παρ' αὐτοῖς φορτίων ἐσκύλευον ὑποχω ρούντων τῶν φυλασσόντων. τοῦτο δὲ πολλάκις πεποιηκότες εἰς θάρσος κατὰ τῶν ἐναντίων οὐ μέτριον ἐληλάκασιν, ὥστε καὶ χερσὶ χεῖρας ἐμβαλεῖν κἀξ αὐτῶν σκυλεύειν τὰ προσ τυχόντα. οὕτω τὸ τοῦ ἀντάρτου Μιχαὴλ συνέσταλται στρά τευμα, βίᾳ καὶ μόγις Στανὸν καὶ Σωσκὸν καὶ Μολυσκὸν παραμείψαντες· ἔσπευδε γὰρ ἐς τὸ τοῦ Πριλάπου ἄστυ γενέσθαι, ὅπως αὐτὸ διασώσειαν. ἐκεῖ δὲ γεγονότες, εἰς οἰκείαν ἕκαστος διασκεδασθέντες βουλὴν τὸν περὶ ψυχῆς τρέχειν βεβούλευται. καὶ ὁ μὲν ἀποστάτης μετὰ τοῦ υἱοῦ Νικηφόρου καί τινων νυκτὸς ἐποχηθέντες ἀπέδρασαν· ὡς δ' ἔγνωστο τοῖς λοιποῖς, καὶ αὐτοὶ πρὸς φυγὴν ἐτράποντο. τὸ μὲν οὖν Ῥωμαϊκὸν στράτευμα καὶ ὁ νόθος τοῦ ἀποστά του υἱὸς Ἰωάννης τῷ σεβαστοκράτορι Ἰωάννῃ προσῆλθον καὶ τῷ βασιλεῖ τοὺς ὅρκους ἀπέδοντο, ὁ δὲ πρίγγιψ Ἀχαΐας καὶ οἱ μετ' αὐτοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. καὶ ὁ μὲν πρίγγιψ κατὰ τὴν Καστορίαν ἑάλω ὑπ' ἀχυρμιᾷ τινι κρυ βεὶς κἀκ τῶν ὀδόντων γνωρισθείς-εἶχε γὰρ τοὺς ἐμπρο σθίους εὐμεγέθεις-καὶ δέσμιος ἀπήχθη τῷ βασιλεῖ· οἱ δὲ κρείττους τῶν πραγμάτων αὐτοῦ καὶ προσγενεῖς, οἵ τε Ἀσὲλ δε Τουσί, ὁ τῆς Καρυταίνης Ἰοφρὲ καὶ ἄλλοι τῶν ὀνομαστῶν, οἱ μὲν κατὰ τὸν Πλαταμῶνα οἱ δὲ κατ' ἄλλο μέρος ἑάλωσαν. καὶ τὸ συμμαχικὸν στράτευμα τὸ ἐκ τοῦ ῥηγὸς Σικελίας Μαφρὲ σταλὲν ὑπὸ τεσσάρων κατεσχέθησαν, ὧν μὲν εἷς ἦν ὁ μέγας δομέστικος ὁ Στρατηγόπουλος, ὁ Ῥιμψᾶς Νικηφόρος, οἱ δὲ δύο τῶν ἀνωνύμων. καὶ τού τους ὡς δεσμώτας πρὸς τὸν βασιλέα ἐξέπεμψαν.

82 Ὁ μὲν οὖν σεβαστοκράτωρ Ἰωάννης τὴν Θετταλίαν παραμείψας περὶ τὴν νέαν Πάτραν ἐστρατοπεδεύσατο, ὁ δὲ Στρατηγόπουλος σὺν ἑτέροις τὰ Πυρρηναῖα ὑπερβάντες ὄρη καὶ καταλιπόντες ἐν τοῖς Ἰωαννίνοις στράτευμα εἰς τούτων πολιορκίαν περὶ τὴν Ἄρταν ἧκον. κατέλιπον δὲ τὸν ἐκεῖσε λαὸν οὐκέτι εὐνοϊκῶς περὶ αὐτοὺς ἔχοντα· οὐ γὰρ καλῶς ἐχρήσαντο τούτοις. διὰ ταῦτα καὶ ἡ περιφανεστάτη ἐκείνη νίκη πρὸς τοὐναντίον κεχώρηκεν. ὁ δὲ νόθος υἱὸς τοῦ Μιχαὴλ Ἰωάννης κατὰ τῶν Λατίνων κεχώρηκε, καὶ τὴν Λεβαδίαν παραμείψας τὰς Θήβας ἐσκύλευσε, τὴν δ' ἣν ὤδινεν ἀπιστίαν εἰς προὖπτον ἐξέφηνε, καὶ μετ' ἄλλων ἀποδρὰς πρὸς τὸν ἀποστάτην πατέρα ἧκε, μεθ' οὗ πλοια ρίοις ἐμβάντες τὰς διατριβὰς