1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

15

34 Ὁ δὲ ῥὴξ Ἰωάννης μικρὸν ἐπιβιώσας ἐξ ἀνθρώπων ἐγένετο, τῷ γαμβρῷ Βαλδουίνῳ τὴν Κωνσταντίνου ὡς κλῆρον καταλιπών. ὁ δὲ Ἀσὰν μετάμελος ἐπὶ ταῖς συνθήκαις τοῦ βασιλέως φανεὶς τρόπον ἐζήτει, δι' οὗ τὸ θυγάτριον τοῦ συζύγου ἀποσπάσει. τῶν γὰρ Ῥωμαίων ἐδεδίει πάνυ τὴν προκοπήν. σκέπτεται γοῦν αἰτίαν καὶ στέλλει πρὸς τὴν βασιλίδα, ὡς ἐπεὶ πλησιάσειε τῇ Ἀδριανοῦ, βούλεται αὐτὸς καὶ ἡ σύζυγος τὸ θυγάτριον ἰδεῖν καὶ πατρικῶς περιπτύ ξασθαι. οἱ οὖν βασιλεῖς καίτοι ἐπιγνόντες τὴν σκευωρίαν, ὅμως πέμπουσι πρὸς τὸν Ἀσὰν τὴν θυγατέρα, τοῦτ' εἰρη κότες, ὡς εἰ τὴν θυγατέρα κατάσχοι, ἔσται θεὸς τιμωρός. καὶ ὁ Βούλγαρος λαβὼν τὴν θυγατέρα ᾤχετο, τοὺς ἑπομέ νους αὐτῇ πάντας ὀπισθορμήτους ποιήσας. καὶ τὸν Αἷμον διαβὰς ἐχώρει περὶ τὸν Τρίνοβον, κλαιούσης μὲν τῆς αὐ τοῦ θυγατέρος καὶ ὀλοφυρομένης· ὅτε φασὶ τὸν Ἀσὰν προσλαβόμενον αὐτὴν τύψαι κατὰ κόρρης καὶ ἐπαπειλῆσαι δεινῶς.

35 Κατ' ἐκεῖνο καιροῦ καὶ τὸ τῶν Σκυθῶν γένος, τῶν Ταρτάρων καταδραμόντων αὐτῶν, ὁπόσοι τὸ ξίφος ἐκείνων ἐξέφυγον, ἀσκοῖς τὸν Ἴστρον διαπεράσαντες καὶ τὸν Αἷμον ὑπερπηδήσαντες τέκνοις ἅμα καὶ γυναιξί, καὶ ἀκόντων Βουλγάρων-πολλαὶ γὰρ ὑπῆρχον χιλιοστύες-τοὺς τῆς Μακεδονίας χώρους κατέλαβον, οἱ μὲν περὶ τὸν Ἕβρον καὶ τὰ ἐκεῖσε πεδία τὰς νομὰς ποιούμενοι, οἱ δὲ περὶ τὴν Μαρίτζαν. ἐλήιζον γοῦν τὰ ἐν Μακεδονίᾳ ἅπαντα, καὶ πολιχνίων δὲ ὁπόσα ὑπῆρχον εὐχείρωτα, πολέμῳ περιεγέ νοντο, καὶ ἐφονεύοντο μὲν πολλοί, ἐσκυλεύοντο δὲ πάντες, καὶ ᾐχμαλωτίζοντο καὶ ἀπεμπολοῦντο ἐν Ἀδριανουπόλει ∆ιδυμοτοίχῳ Βιζύῃ Καλλιουπόλει καὶ τοῖς μείζοσιν ἄστεσιν.

36 Ἐπεὶ γοῦν οὕτω ταῦτα συνέβη, τὸ τῶν Λατίνων γένος πρῶτα μὲν τὸν Ἀσὰν ὑποποιοῦνται καὶ σπένδονται, ἔπειτα δὲ σὺν αὐτῷ καὶ τοὺς Σκύθας βαρβάρους, ἀλήτας τε καὶ ἐπήλυδας, μικροῖς τισι τοῖς χαρίσμασι, μείζοσι δ' ὑποσχέ σεσιν εἰς ἑαυτοὺς ἕλκουσι καὶ συμπράκτορας τῶν ἔργων ποιοῦσι. καὶ δὴ συμμαχίαν τοσαύτην συνηθροικότες ὁμόσε κατὰ τοῦ βασιλέως χωροῦσιν. ἐπεὶ δὲ σφίσιν ἐκ τοῦ σχε δὸν τὸ τῆς Τζουρουλῶ ἄστυ ἐτύγχανε, κατ' ἐκείνου τὴν μάχην ἱστῶσι, παρόντος καὶ τοῦ Ἀσὰν μετὰ τοσούτων χιλιο στύων τῶν Σκυθικῶν καὶ Βουλγαρικῶν καὶ τῶν Ἰταλικῶν μηχανημάτων. ἐφρούρει δὲ τὴν Τζουρουλὼ ὁ Ταρχανειώτης Νικηφόρος, ὁ ἐπὶ τῆς τραπέζης τότε καὶ ὕστερον μέγας δομέστικος· γαμβρὸς δὲ ἦν τοῦ μεγάλου δομεστίκου τοῦ Παλαιολόγου, ἀνὴρ στρατιώτης καλὸς καὶ πολλῆς ἀπολαύων τῆς παρὰ θεοῦ ἀντιλήψεως. ἐπεὶ δὲ τῷ ἄστει παρεκαθί σαντο, μηχανήματα μὲν καὶ ἑλεπόλεις ἐγεγόνεισαν πολλαί τε καὶ ἰσχυραί, ὡς μὴ μόνον τηλικοῦδε ἄστεος περιγενέσθαι ἰσχύουσαι, ἀλλὰ καὶ ὑψηλοτέρων τειχῶν καὶ εὐμεγεθεστέρων πόλεων. τότε τὸ γενναῖον φρόνημα καὶ τὴν στρατηγικὴν μεθοδείαν μετὰ τῶν σὺν αὐτῷ ὁ ἐπὶ τῆς τραπέζης λαμπρῶς ἐνεδείξατο· ἦν δὲ τὸ ὅλον τῆς τοῦ θεοῦ ἀντιλήψεως. ἀντε μηχανᾶτο γὰρ ἔνδον ὁ Ταρχανειώτης τοῖς ἔξωθεν μηχανή μασι, καὶ τῇ τοσαύτῃ πληθύι τῆς στρατιᾶς. ἐν ἀμηχανίᾳ δὲ ἦν ὁ βασιλεὺς Ἰωάννης εἰδώς, ὡς εἰ τὸ ἄστυ τοῦτο ἁλῴη, φροῦδα πάντα τὰ ἐν τῇ δύσει τούτῳ τυγχάνοντα. τέως οὖν ἠγάπα ἐν τούτῳ μᾶλλον ἐπτοῆσθαι τοὺς πολεμίους, καὶ τὸ πολὺ τῆς ῥύμης σφίσιν ἐναποκόπτεσθαι. ἔμελε γὰρ αὐτῷ μᾶλλον τὰ ἐν τῇ ἕῳ, ὧν ἐλευθέρων ὑπαρχόντων τῆς μάχης πλεῖον αὐτῷ τὰ τῆς εὐφροσύνης ὑπῆν. Πολιορκουμένου γοῦν τοῦ ἄστεος Τζουρουλοῦ ἐπῄει μνή νυμα τῷ Ἀσάν, ὡς ἡ σύζυγος αὐτοῦ ἡ ἐξ Οὔγγρων ἐξ ἀνθρώ πων ἐγένετο· τετελεύτηκε δὲ κατ' αὐτὸ καὶ τὸ παιδίον αὐτοῦ καὶ ὁ Τρινόβου ἐπίσκοπος. θεομηνίαν τοίνυν ἡγησάμενος ταῦτα πυρὶ ἀφανίζει τὰς ἑλεπόλεις, καὶ ὡς εἶχε δρόμου περὶ τὸν Τρίνοβον ἵκετο. μόνοι γοῦν ἀπολελειμμένοι οἱ Ἰταλοί, ἐπεὶ μὴ ἀποχρώντως εἶχον εἰς τὴν τοῦ ἄστεος πολιόρκησιν, κᾀκεῖνοι τὴν κατ' αὐτῶν μάχην ἀπολελοιπότες ἐς τὴν Κωνσταντίνου ᾤχοντο. ἠλευθέρωτο γοῦν τὸ ἄστυ τῆς τῶν