1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

14

ἀντιστρατηγῶν αὐτοῖς βασιλεὺς ἐπηκολούθει. ὁ μὲν οὖν βασιλεὺς περὶ τὰς τῶν βουνῶν ὑπωρείας ἐποιεῖτο τὰς πο ρείας, περὶ δὲ τὰς ἠιόνας οἱ Ἰταλοί. ὀλίγον οὖν χρόνον διαβιβάσαντες ἐν τῇ τοῦ βασιλέως παραιγιαλίῳ χώρᾳ-οὔπω γὰρ παρέδραμον τέσσαρες μῆνες-καὶ ὀλίγον τόπον πατή σαντες-ἀπὸ γὰρ τῆς Λαμψάκου μέχρι καὶ τῶν Κεγχρεῶν ἀφίκοντο-μικρὸν ἢ μηδὲν λυμήναντες-προύφθασε γὰρ ὁ βασιλεὺς τὰ χρειώδη πάντα τοῖς ὑψηλοτέροις τόποις δια σώσασθαι-περὶ τὸ τῶν Πηγῶν ἐχώρησαν ἄστυ, ἓν μόνον φρούριον χειρωσάμενοι, ὃ Κεραμιδᾶς ὀνομάζεται, περί που τοὺς βουνοὺς διακείμενον τῆς Κυζίκου. εἶχον δὲ καὶ τὰς ναῦς αὐτῶν ἑτοίμους εἰς τὴν Κωνσταντίνου παλινοστῆσαι, καὶ ᾤχοντο ἂν αἰσχύνης καὶ ζημίας πεπληρωμένοι, εἰ μὴ τοῦ τῶν Πηγῶν ἄστεος περιεγένοντο τῇ κλοπῇ. ἀνὴρ γάρ τις δεινὸς ἀναρριχᾶσθαι πρὸς ἀκρονυχίαν πετρῶν ὁδὸν ἐφεῦρε, δι' ἧς ὡπλισμένους Λατίνους εἰς τὴν ἀκρόπολιν νυκτὸς ἀνεβίβασεν. οἳ καὶ τοῖς φύλαξιν αἴφνης ἐπεισπε σόντες αὐτούς τε ἐφόνευσαν καὶ εἷλον τὸ ἄστυ. τοῦτο πρὸς βραχὺ μὲν εἰς δειλίαν Ῥωμαίους ἐνέβαλε. πλήρης γὰρ ἦν ἡ πόλις ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν. ἀλλ' ἡ τοῦ βασιλέως στρατηγία τὴν δειλίαν ἀπετινάξατο.

31-32 Οὗτος γὰρ οἷα δεινὸς ἐφευρεῖν μεθόδους ἐν περιστάσεσι σῶσαί τε τὸ οἰκεῖον καὶ ἀναχαιτίσαι τὸ ὑπε ναντίον, ὡς ἂν δι' ἀμφοῖν τὰ οἰκεῖα κρατύνοιτο, εὑρίσκει τρόπον ἀποπληρωτικὸν τοῖν δυοῖν. ἐγεννήθη γὰρ αὐτῷ υἱὸς ἐκ τῆς βασιλίδος Εἰρήνης, ὧ καὶ κλῆσις τοῦ πάππου Θεοδώρου ἐπετέθειτο. ἑνδέκατον δέ οἱ τότε ἔτος ἠνύετο. καὶ ὁ Ἀσὰν παρὰ τῆς ἐξ Οὔγγρων γαμηθείσης αὐτῷ θυ γάτριον ἔσχεν, Ἑλένῃ αὐτῇ τοὔνομα. στέλλει οὖν πρὸς τοῦτον ὁ βασιλεὺς ὑπὲρ μνηστείας τῶν παίδων, καὶ δέχεται ὁ Ἀσὰν τὴν πρεσβείαν.

33 Ἐπεὶ δὲ αἱ σπονδαὶ γένοιντο, διαπεραιοῦται ἐκ Λαμ ψάκου μετὰ τῶν οἰκείων ὁ βασιλεὺς εἰς Καλλιούπολιν καὶ πολεμεῖ τῷ ἄστει ἑλεπόλεις στήσας, καὶ ἐν οὐ πολλῷ χρόνῳ χειροῦται τοῦτο, τῆς τῶν Βενετίκων ἀνασώσας χειρός. κατα λαμβάνει τὴν Καλλιούπολιν καὶ ὁ Ἀσὰν σὺν τῇ οἰκείᾳ γαμετῇ καὶ τῇ θυγατρὶ καὶ συνέρχεται τῷ βασιλεῖ, καὶ τὰ εἰς φιλίαν ἀμφότεροι διαπράττονται. ὁ οὖν Ἀσὰν τὴν αὐ τοῦ γαμετὴν καὶ τὸ θυγάτριον λαβὼν διαπεραιοῦται εἰς Λάμψακον, ἔνθα ἦν ἡ βασιλὶς Εἰρήνη, καὶ πληροῦται τὰ τοῦ κήδους τῶν παίδων τοῦ πατριάρχου Γερμανοῦ τὰ τῆς ἱεροτελεστίας τελέσαντος. τότε καὶ ὁ Τρινόβου ἀρχιερεὺς ὑπὸ τὸν τῆς Κωνσταντίνου τελῶν αὐτονομίᾳ τετίμητο, βασιλικῷ καὶ συνοδικῷ τῷ θεσπίσματι. ἔπειτα ἡ μὲν βασιλὶς Εἰρήνη τὸν υἱὸν μετὰ τῆς νύμφης λαβοῦσα τοῖς ἑῴοις διῃ τᾶτο χωρίοις, ἡ δὲ τοῦ Ἀσὰν σύζυγος ἐν τοῖς οἰκείοις ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς Ἰωάννης καὶ ὁ Ἀσὰν τὰς οἰκείας δυνάμεις διειληφότες, τὴν δυτικὴν κατέδραμον χώραν, ὁπόση ἦν Λατίνοις δουλεύουσα, καὶ Σκυθῶν ἐρημίαν, ὡς ἔπος εἰπεῖν, τὴν πᾶσαν εἰργάσαντο. σφίσι δὲ αὐτοῖς καὶ τὴν χώραν καὶ τὰ ἄστη διεμερίσαντο· καὶ Καλλιούπολις μέν, ἐπεὶ καὶ πρὸ τῆς συνελεύσεως τοῦ Ἀσὰν ἑάλω, ὑπὸ τὸν βασιλέα ἐγένετο, ὁμοίως καὶ Μάδυτα καὶ πᾶσα ἡ ὀνομαζο μένη Χερρόνησος· εἷλε δὲ ὁ βασιλεὺς καὶ τὸ τοῦ Κισσοῦ φρούριον, καὶ μέχρι τοῦ ποταμοῦ Μαρίτζας τὰ σύνορα ἔθετο· ἐκράτησε δὲ τοῦ ὄρους Γάνου καὶ ἐν αὐτῷ ἐδείματο πολίχνιον, ἔνθα καὶ τὸν Κοτέρτζην Νικόλαον φυλάττειν ἐξ έπεμψε καὶ πράγματα παρέχειν Λατίνοις τοῖς ἐν τῇ Τζου ρουλῷ· τοῦτο δὲ τὸ τῆς Τζουρουλῶ οὐ μετὰ πολὺν χρόνον ὑπὸ τῶν Ῥωμαϊκῶν ἑάλω δυνάμεων. ὁ δὲ Ἀσὰν τὰ ὑπεράνω τῶν εἰρημένων χώρων καὶ πρὸς βορρᾶν νεύοντα ὑφ' ἑαυτὸν ἔσχε. μέχρι μὲν οὖν καὶ αὐτῶν τῶν τειχῶν τῆς Κωνσταντίνου καὶ ἀμφότεροι κατηντήκεσαν, τοῦ ῥηγὸς Ἰωάννου ἐπ' αὐτῶν καθεζομένου καὶ καθορῶντος, καὶ πτοίαν πολλὴν τοῖς Λατίνοις ἐνέβαλον, καὶ ἐν στενῷ κο μιδῆ τὰ κατ' αὐτοὺς ἔθεντο. ἐπεὶ δ' ὁ χειμὼν ἤγγιζεν ἀλλήλοις συνταξάμενοι ὁ μὲν Ἀσὰν εἰς τὰ οἴκοι, ὁ δὲ βασι λεὺς εἰς ἕω διεπέρασεν.