1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

24

ἐς Σέρρας ἀπῄεσαν, οὗ καὶ γραφὰς ἐδέξατο ὁ βασι λεὺς πρὸς τοῦ Μουζάλωνος, ὡς τὰ τῶν Ταχαρίων αὖθις κυμαίνεται. ἀπάρας ἐκεῖθεν ἐς Ἀδριανοῦ μολεῖ. καὶ ἐπεὶ μηδὲν τῶν παρὰ Βουλγάρων κρατηθέντων ἐναπελέλειπτο πάρεξ φρουρίων σμικροτάτων Ἀχριδοῦ καὶ Πάτμου καλου μένων, ἃ καὶ εὐχερῶς πάνυ ὁ Φιλανθρωπηνὸς εἷλεν Ἀλέξιος, καὶ ἄστεος ἄλλου Τζεπαίνης, μᾶλλον ἐδυσφόρει ὁ βασιλεύς. διὸ καὶ τῆς Ἀδριανοῦ ἀπάρας κατὰ Τζεπαίνης χωρεῖ. καὶ χειμὼν μέγας γέγονε χιόνι τε πολλῇ τῆς γῆς ἐπηλυγάσας τὸ πρόσωπον κατὰ τόπον, ὃν Μακρολιβάδα φασί, σκηνοῦντι τῷ βασιλεῖ. ἐκεῖθεν δ' ἄρας ἐς Στενίμαχον ἵκετο, καὶ κατευθὺ Τζεπαίνης χωρεῖ καὶ περὶ Βατκούνιον. καὶ ἀπε στάλκει κατοπτεῦσαι τὸν τόπον, εἰ εὐχερεστέραν τὴν εἰς αὐ τὸν πορείαν σχοίη τὸ στράτευμα. τέως ἧκεν ἐκεῖσε, καὶ ἰδὼν τὸ φρούριον δυσάλωτον καὶ τὸν χειμῶνα βαρὺν τὴν μὲν στρατιὰν ἐς τὸ πεδίον ἀνῆκε, μόνος δὲ μετὰ τριῶν οὐράγει.

60 Ἐκεῖ δὲ δύο ἀνύσας ἡμέρας, καὶ λείαν τὴν πόλιν πεποιηκὼς τὸ Βατκούνιον, ἐς Ἀδριανοῦ ἧκε κἀκεῖθεν ἐς ∆ιδυμότοιχον. καὶ διαπεραιωθεὶς τὸν Ἑλλήσποντον περὶ τὴν Λάμψακον σκηνοῖ, καὶ Γεώργιον τὸν Μουζάλωνα πρω τοσεβαστὸν καὶ πρωτοβεστιάριον καὶ μέγαν στρατοπεδάρχην ποιεῖ, τὸν δὲ αὐτοῦ ἀδελφὸν Ἀνδρόνικον μέγαν δομέστικον, τὸν δὲ Ἄγγελον Ἰωάννην πρωτοστράτορα, πρωτοβεστιαρίτην δὲ τὸν Καρυανίτην πεποίηκεν. αὐτοῦ δὲ τὰς ἑορτὰς τῶν Χριστοῦ γέννων καὶ φώτων διαβιβάσας εἰσῄει τὸ Νύμφαιον.

61 Ἔαρος δ' ἐπιόντος κατευθὺ τῆς δυσμῆς ἐχώρει, ἐλπί ζων τοὺς περὶ τὸ ∆ιδυμότοιχον καταλελειμμένους σώους εὑρεῖν. ἀλλὰ τούτους κακοβουλία ἔσφαλεν. ἐπεὶ γὰρ ὁ τῶν Βουλ γάρων ἄρχων μακρότερον διάγειν τὸν βασιλέα ἐγίνωσκε, Σκυθικὸν στράτευμα εἰς σφετέραν συμμαχίαν προσκαλεσάμε νος κατὰ Μακεδονίαν ἐκπέπομφεν· ἠρίθμηντο δὲ περί που τὰς τέσσαρας χιλιάδας. οἳ τὴν Ἀδριανοῦ παραμείψαντες τὰ περὶ τὸν ποταμὸν Ῥηγῖνα ἐληΐζοντο καὶ τὰ περὶ τὸ ∆ιδυμότοιχον. οἱ δ' ἐκεῖσε στρατάρχαι τῶν βασιλιῶν ἐπι λελησμένοι προστάξεων κατὰ τούτων ἐξώρμησαν. καὶ ἦσαν ὅπλοις κατάφρακτοι, οἱ δὲ Σκύθαι κοῦφοι ὁπλῖται καὶ τό ξοις χρώμενοι. μακρόθεν οὖν οὗτοι βέλεσι Ῥωμαίους ἔβαλ λον, καὶ πεζοὺς τοὺς ἱππότας ῥᾳδίως ἐποίουν, καὶ τέλος τρέπουσιν. ὁ μὲν οὖν Λάσκαρις ταχύτατον ἔχων τὸν ἵππον φυγὰς εἰς Ἀδριανοῦ ᾤχετο, ὁ δὲ Μαργαρίτης ἑάλω καὶ ἄλλοι πλεῖστοι, οὓς καὶ ἀπεμπόλησαν Βουλγάροις. ὃ μα θὼν ὁ βασιλεὺς ἔσπευσε διὰ τάχους περὶ τὸν τοῦ Βουλγα ροφύγου χῶρον ἐλθεῖν. ὡς δ' οἱ Βούλγαροι τὴν βασιλικὴν ἔγνωσαν ἔφοδον, ἔφυγον ὡς εἶχον ποδῶν. οἱ πλείους δὲ τούτων περὶ τὰ μέρη Βιζύης ξίφους ἔργον ἐγένοντο. περὶ τὸν ποταμὸν οὖν Ῥηγίνα τὴν σκηνὴν ἔπηξεν.

62 Ὁ γοῦν τῶν Βουλγάρων ἄρχων πτοίᾳ ληφθεὶς ἐς σπονδὰς ἐτράπετο, καὶ τὸν πενθερὸν αὐτοῦ τὸν Ῥῶσον Οὖρον, τοῦ ῥηγὸς Οὐγγρίας ἐπὶ τῇ θυγατρὶ τελοῦντα γαμ βρόν, μεσιτεῦσαι τὰ εἰς εἰρήνην βεβούλευται. καὶ ὁ Οὖρος ἐς τὸν βασιλέα ἀφίκετο καὶ ἐδέχθη προσηκόντως καὶ τὴν εἰρήνην πεποίηκε, καὶ ὤμοσεν ἀπολυθῆναι τὴν Τζέπαιναν καὶ ἑκάτερα τὰ μέρη τοῖς παλαιτέροις ὁρίοις ἀρκεῖσθαι. καὶ ἐς εἴκοσι χιλιάδας βασιλικῶν χαρισμάτων ὁ Οὖρος τυχὼν ἐξῄει. ὁ δὲ βασιλεὺς διεκαρτέρει τὴν τῆς Τζεπαίνης περι μένων ἀπόλυσιν.

63 Ἀφίκετο δὲ καὶ ἡ τοῦ δεσπότου Μιχαὴλ γυνὴ Θεο δώρα μετὰ τοῦ υἱοῦ αὐτῆς Νικηφόρου τὸ πρὸς τὸν βασιλέα κῆδος ἀποπληρώσοντες. ὁ μὲν οὖν βασιλεὺς ἔσπευδε τὴν Θεσσαλονίκην καταλαβεῖν, συνείποντο δὲ τούτῳ καὶ ἡ τοῦ δεσπότου γυνὴ μετὰ τοῦ υἱοῦ, καὶ καθ' ὁδὸν τὰς συμβι βάσεις ἐποίουν, καὶ συμπεφώνηκε καὶ ἄκουσα δοῦναι πρὸς τὸν βασιλέα τὰ Σέρβια καὶ τὸ ∆υρράχιον. ἐπὶ τούτοις καὶ ὅρκοι προύβησαν καὶ ἀπεστάλησαν πρὸς τὸν Μιχαήλ· καὶ ὃς ἑκὼν ἀέκοντί γε θυμῷ ξυνῆλθεν. 64 Ἐπεὶ δὲ ὁ βασιλεὺς τὴν Θεσσαλονίκην κατέλαβε, τοὺς γάμους πληροῖ,