1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

21

καὶ τοὺς Λατίνους ἔξω καταλαβόντες ἄρδην πάντας σπάθης ἔργον ἐποίησαν. οἱ δὲ Γενουῖται παρέδωκαν τὸ ἄστυ καὶ αὐτοὶ πρὸς βασιλέα ἀφίκοντο.

49 Ὁ δὲ βασιλεὺς μετὰ τοῦ δεσπότου Μιχαὴλ συνθήκας ἐποίησε καὶ εἰς κήδους κοινωνίαν συνῆλθε, τὸν υἱὸν τού του τὸν Νικηφόρον γαμβρὸν λαβὼν ἐπὶ τῇ τοῦ υἱοῦ αὐτοῦ θυγατρὶ Μαρίᾳ, καὶ περὶ Πηγὰς τὴν μνηστείαν ποιεῖ. ἀλλὰ τὸ τῆς παροιμίας κἀπὶ τῷ Μιχαὴλ ἐπαληθεῦον ἦν, στρεβλὸν ξύλον οὐδέποτ' ὀρθόν, καὶ Αἰθίοψ οὐκ οἶδε λευκαίνεσθαι. εἶτα εἰς ἀποστασίαν ἐχώρησεν ὁ Μιχαὴλ τῷ θείῳ αὐτοῦ Θεοδώρῳ συμβούλῳ χρησάμενος. ὃ γνοὺς ὁ βασιλεὺς δια περαιοῦται τὸν Ἑλλήσποντον, καὶ καταλαβὼν Θεσσαλονίκην ἐν τοῖς Βοδηνοῖς ἐστρατοπεδεύσατο. ἀπέδρα δ' ἐκεῖθεν ὁ Ἄγγελος Θεόδωρος. εἰς δὲ πολιορκίαν Βοδηνῶν καταστὰς τὸ ἄστυ παρεστήσατο. καὶ ἐν λίμνῃ Ὀστροβῷ παραστρατο πεδεύσας πέμπει τὸν Κομνηνὸν Ἀλέξιον τὸν Στρατηγόπουλον Μιχαὴλ τὸν Παλαιολόγον, τὸν Μακρηνὸν Ἰωάννην, τὸν Τύραννον Γουδέλην, ἵνα ληίζοντο τὰ τοῦ Μιχαήλ. ὁ δὲ βασιλεὺς ἐκεῖ σκηνῶν ἠθύμει, ὅτι μὴ ἄξιόν τι εἰργάσατο. τὴν δὲ τῶν χρειωδῶν σπάνιν ἡμιόνοις καὶ καμήλοις ἐκ Βερροίας ἐθεράπευσεν. ἧκε δ' αὐτῷ πρόσφυξ ὁ Γλαβᾶς Ἰωάννης ἐκ Καστορίας, καὶ συνεχῶς ὁ Πετραλίφας Θεόδω ρος ὁ γυναικαδελφὸς τοῦ Μιχαήλ. ὃς ἐπεὶ προσέλθοι τῷ βασιλεῖ, αἱ ∆εαβόλεις, ἥ τε μικρὰ καὶ μεγάλη, τοῦ βασιλέως ἐγένοντο. καὶ ὁ ἀπὸ Ἀλβάνου Γουλάμος μετὰ στρατοῦ πρὸς Καστορίαν διάγων, σύζυγον ἔχων καὶ τὴν αὐτοῦ ἀνεψιὰν τῆς βασιλίδος Εἰρήνης πρωτεξαδέλφης αὐτῆς θυγατέρα, προσῄει τῷ βασιλεῖ. ὁ δὲ Μιχαὴλ ἐν στενῷ ὁρῶν τὰ περὶ αὐτὸν πρεσβείαν πρὸς τὸν βασιλέα ἐστείλατο, καὶ ἀπέλυσε πρὸς τὸν βασιλέα ὁ Μιχαὴλ Πρίλαπον καὶ Βελεσὸν καὶ τὸ ἐν τῷ Ἀλβάνῳ φρούριον τὰς Κροάς. καὶ προέβησαν παρὰ τοῦ βασιλέως ἔγγραφοι ὅρκοι, καὶ δεσπότην τὸν αὐτοῦ υἱὸν τιμήσας ὁ βασιλεὺς διὰ τὴν ἐγγόνην. ὁ δὲ βασιλεὺς ἐν Βοδηνοῖς παραχειμάσας μετὰ μετρίου στρατεύματος ἀπῆλθεν εἰς Ἀχρίδαν καὶ εἰς ∆εάβολιν καὶ εἰς Καστορίαν.

50 Καὶ παραμείψας Θεσσαλονίκην καὶ Βισαλτίαν εἰς Φιλίππους ἐπήξατο τὴν σκηνήν. ὁ γὰρ Μαγκλαβίτης Νικόλαος κατεῖπε Μιχαὴλ τοῦ Παλαιολόγου, ὃν καὶ ἤθελεν ἐξετάσαι ὁ βασιλεύς. ἐτασθέντων οὖν τῶν εἰρημένων ὁ μὲν ἤλεγχε τὸν εἰπόντα, ὁ δὲ ὡμολόγει εἰπεῖν, ἀλλ' οὐκ εἰδήσει τοῦ Παλαιολόγου Μιχαήλ. καὶ ὁπλισθέντες καὶ συμβαλόντες ἥττηται ὁ κατηγορούμενος, καὶ συλληφθεὶς ζωὸς αὖθις ἠρ νεῖτο. κατεκρίθη θανεῖν, καὶ αὖθις μεθ' ὅρκων μὴ εἰδέναι τὸν Κομνηνὸν Μιχαὴλ ἔλεγεν. ἡ οὖν ἐξέτασις πρὸς τὸν Κομνηνὸν Μιχαὴλ καὶ ἡ διὰ μύδρου ἀπόδειξις. ὁ δὲ «εἰ μὲν κατηγορεῖ μέ τις, πρὸς ἐκεῖνον ἂν ἐμαχεσάμην, τὸ δὲ μύδρου κρατῆσαι τερατουργοῦ τινος, οἷος ἦν Φειδίας καὶ Πραξιτέλης.» ὁ δὲ Φιλαδελφείας Φωκᾶς συνεβούλευε τούτῳ τὸ τοιοῦτον. ὁ δὲ «οὐκ οἶδ' ὅπως τὸ τοιοῦτον κέκληται ἅγιον» ἔφη, «ἀλλ' ἐγὼ ἁμαρτωλός εἰμι ἄνθρωπος καὶ τερα τουργεῖν τοιαῦτα οὐ δύναμαι. εἰ δέ μοι συμβουλεύῃ μητρο πολίτης ὢν καὶ θεοῦ ἄνθρωπος τουτὶ διαπράξασθαι, ἔνδυσαι μὲν αὐτὸς τὴν ἱεράν σου στολήν, εἶτα ταῖς σαῖς χερσὶν ἐκπύρωσόν μοι τὸν σίδηρον καὶ ταύταις ἐπίθες τῇ χειρί μου τοῦτον. καὶ εἰ οὕτω γένηται, τεθάρρηκα τῷ δεσπότῃ μου Χριστῷ, ὡς τὴν μὲν ἁμαρτίαν μου παροράσεται, θαυ ματουργήσει δὲ τὴν ἀλήθειαν.» καὶ ὁ μητροπολίτης «οὐκ ἔστι τοῦτο τῆς ἡμετέρας καὶ Ῥωμαϊκῆς καταστάσεως οὐδὲ τῆς ἐκκλησιαστικῆς παραδόσεως, βαρβαρικῇ δὲ παραδόσει παρῆκται.» καὶ ὃς «εἰ μὲν ἐκ βαρβάρων γεγένημαι, βαρ βαρικῶς ἂν ἐκτισάμην τὴν δίκην μου.» καὶ ὁ μητροπολίτης πρὸς τὸν βασιλέα ἐλθὼν ταῦτ' εἶπε. καὶ ὁ βασιλεὺς «αἲ τὸ ἐλεεινόν, οἵας δόξης ἐξέπεσε.»

51 Καὶ εἰς ἕω διαπεραιοῦται καὶ συζεύγνυσι τῷ Μιχαὴλ Κομνηνῷ εἰς γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ σεβαστοκράτο ρος Ἰσαακίου ἐγγόνην τὴν Θεοδώραν, ἣν