1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

6

οἱ Μουσουλμάνοι μετὰ Ῥωμαίων ἐποίησαν. ἐντεῦθεν τῆς ἐκεῖσε μάχης ἐκεχειρίαν ἔσχεν ὁ βασιλεύς, τοῖς δ' Ἰταλῶν πολέμοις ἐσχόλαζε. προσελάβετο δὲ καὶ τὸν πενθερὸν αὐτοῦ ἐν τῇ μάχῃ εὑρών, καὶ τὰ εἰ κότα τιμήσας ἀπήγαγέ τε εἰς Νίκαιαν καὶ τῶν βασιλικῶν παρασήμων ἐκδύσας ἐν τῇ τοῦ Ὑακίνθου μονῇ διάγειν ἐκέλευσεν. ἔνθα καὶ θνήσκει. ἡ γὰρ σύζυγος αὐτοῦ Εὐ φροσύνη ἐν τῇ τῆς Ἄρτης ἐτελεύτησε χώρᾳ, ἔνθα καὶ ὁ νεκρὸς αὐτῆς κατετέθη.

11 Περιεγένετο δὲ ὁ βασιλεὺς Θεόδωρος καὶ τοῦ τῆς Παφλαγονίας κρατοῦντος ∆αυίδ, καὶ Ἡράκλειαν παρεστήσατο καὶ Ἄμαστριν καὶ τὴν πᾶσαν πέριξ χώραν καὶ τὰ πολίχνια. πάλιν δέ μοι τὰ τῆς ἱστορίας βούλεται τὰ ἐν τῇ ἑσπέρᾳ συμβάντα ξυγγράψασθαι. ἵνα δέ μοι ἡ ἱστορία τοῖς πᾶσιν εὔγνωστος εἴη, δέον ὀλίγα ἄττα προεξειπεῖν. τοῦ βασιλέως Ἰσαακίου τῆς Κωνσταντίνου κατάρχοντος καὶ τῆς γαμετῆς θανούσης αὐτοῦ, ἠγάγετο εἰς γυναῖκα τὴν ἣν προειρήκειν ἐξ Οὐγγρίας ὡρμημένην, θυγατέρα οὖσαν τοῦ τῶν Οὔγγρων ἄρχοντος. ἐπεὶ δὲ ἔμελλε τὸν γάμον ποιεῖν, καὶ ὑπῆρχεν οὗτος βασιλικός, ἀξιόλογα ἔδει γενέσθαι τούτου τὰ ἀναλώ ματα. ἐντεῦθεν ἐξ ἁπάσης τῆς Ῥωμαίων ἐπαρχίας πρό βατά τε καὶ χοῖροι καὶ βόες συνήγοντο· ἐπεὶ δὲ πλείω τῶν ἄλλων ἡ Βουλγάρων τρέφει ταῦτα, καὶ πλείω παρὰ ταύτης· ἀπῃτοῦντο. τὸ δὲ Βουλγάρων φῦλον ἔκσπονδον μὲν τὰ πρῶτα Ῥωμαίοις τελοῦν καὶ πολέμων πολλῶν πρόξενον γε γονὸς αὐτοῖς ἀνδραποδισμῶν τε καὶ ἁλώσεων πόλεων καὶ μυρίων ἄλλων δεινῶν, καὶ ταῦτα ἐν πολλοῖς ἔτεσιν, ὕστατα παρὰ τοῦ βασιλέως Βασιλείου χειροῦνται, ὃν διὰ ταῦτα Βουλγαροκτόνον ἡ φήμη ἐκάλεσε. μέχρι γοῦν τοῦ βασιλέως Ἰσαακίου ὑπόφορον τὸ γένος ἐτέλει Ῥωμαίοις, διὰ δὲ τὴν τοιαύτην πρόφασιν μεμελέτηκεν ἀνταρσίαν. καὶ ἀνίσταταί τις Ἀσὰν τοὔνομα καὶ βασιλεύει τῆς χώρας, ἅπαντα τὰ ἐν τὸς τοῦ Αἵμου μέχρι καὶ τοῦ Ἴστρου ὑφ' ἑαυτὸν ποιησά μενος. ἐκ τούτου οὐκ ὀλίγα πράγματα Ῥωμαίοις συνέβη· ἔχοντες γὰρ οἱ Βούλγαροι τὸ Σκυθικὸν σύμμαχον, πολλὰ ἐποίουν τῇ Ῥωμαίων δεινά. τότε καὶ ὁ βασιλεὺς ἀγανα κτήσας Ἰσαάκιος τὸ τῶν Ῥωμαίων ἅπαν συναγαγὼν στράτευμα, κατ' αὐτῶν ἐχώρει. τὴν γοῦν παράλιον παριὼν καὶ διὰ τῆς Μεσημβρίας πόλεως τὴν δίοδον ποιούμενος, ἔσω τοῦ Αἵμου γίνεται. ὁ δὲ Ἀσὰν μετὰ τοῦ ὑπ' αὐτὸν στρα τεύματος ἐντὸς τοῦ πολιχνίου οὗ δὴ τὸ ὄνομα Στρίναβος εἰσέρχεται, ἔνθα καὶ τὰς σκηνὰς ποιησάμενος ὁ βασιλεὺς Ἰσαάκιος τοὺς Βουλγάρους ἐπολιόρκει. καταστρατηγεῖται δὲ παρ' αὐτῶν· τῶν γὰρ Βουλγάρων τις, προσωπεῖον ὑπενδὺς φυγάδος, ἀφικνεῖται παρὰ τὸν βασιλέα καὶ μηνύει αὐτῷ Σκυθῶν ἔφοδον, ὁ δὲ βασιλεὺς τῷ λόγῳ θροηθείς, καὶ ταῦτα τὴν ἐπιοῦσαν τὸ πολίχνιον χειρώσασθαι μέλλων, ἀπ ανίσταται τοῦ τόπου. οὐκ ἐξῆλθεν οὖν τὴν ἣν εἰσῆλθεν ὁδόν, ἀλλ' ἀπατηθεὶς ὑπὸ τοῦ Βουλγάρου τὴν ταχυτέραν τάχα διεξιέναι βεβούλευται. ἐπεισπίπτουσιν οὖν αὐτῷ διερ χομένῳ οἱ Βούλγαροι ἐπί τινι στενωπῷ γενομένῳ, καὶ κατα λύουσι τὸ ὑπ' αὐτὸν ἅπαν στράτευμα, καὶ σκυλεύουσι πᾶσαν τὴν τῆς στρατιᾶς ἀποσκευήν, ἀλλὰ δὴ καὶ τὴν τοῦ βασιλέως αὐτοῦ. πίπτουσι δὲ πολλοὶ τῶν Ῥωμαίων, οἱ δὲ διασωθέντες μετὰ τοῦ βασιλέως γυμνοί τε ἦσαν καὶ ὀλίγοι πάνυ. ἐντεῦθεν ἐφυσιώθη τὸ τῶν Βουλγάρων φῦλον, λείαν πολλὴν ἐκ τῶν Ῥωμαίων εἰληφός, ἀλλὰ δὴ καὶ ἐκ τῶν βασιλικῶν παρασήμων τὰ τιμιώτερα. τάς τε γὰρ τοῦ βασι λέως πυραμίδας ἀνελάβοντο καὶ φιάλας τῶν ἐπισήμων καὶ χρῆμα εἰς πλῆθος καὶ αὐτὸν δὴ τὸν βασιλικὸν σταυρόν. τῶν τινος γὰρ αὐτὸν ἱερέων ῥίψαντος μετὰ μικρὸν ἐφεῦρον αὐτὸν ἐν τῷ ποταμῷ, ἐκ χρυσοῦ μὲν κατεσκευασμένον, φέ ροντα δὲ μέσον ἐκ τοῦ ἁγίου ξύλου εἰς σταυροῦ σχῆμα τετυπωμένον, θήκας δὲ μικρὰς παμπόλλας ἔχοντα, ἐν οἷς προσῆσαν λείψανα ἁγίων μαρτύρων τὸ γάλα τε τῆς θεο μήτορος καὶ μέρος τι τῆς ζώνης αὐτῆς. ὁ μὲν οὖν βασι λεὺς Ἰσαάκιος εἰς τὴν Κωνσταντίνου ᾤχετο.