1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

18

ἡμέραι, καὶ τὸ τῶν Ταχαρίων ἔθνος κατὰ τῶν Μουσουλμάνων χωρῆσαν καὶ πόλεμον κατ' αὐτῶν συρρῆξαν νενίκηκε. καὶ ὁ λόγος φθάνει πρὸς τὸν βασιλέα. ὁ δὲ σιωπὴν παραγγείλας εἰς συμβάσεις μετὰ τοῦ ἐντὸς Ἰωάννου χωρεῖ, πρέσβιν ἐν τούτοις λαβὼν τὸν πατέρα Ἰωάννου τὸν Ἄγγελον Θεόδωρον. πληρουμένων γοῦν ἡμερῶν τεσσαρά κοντα ἐγένοντο αἱ σπονδαὶ καὶ οἱ ὅρκοι προέβησαν. τὰ μὲν γὰρ ἐρυθρὰ πέδιλα ἀπεβάλλετο καὶ τὴν περιμάργαρον πυραμίδα, εἰς ἣν καὶ λίθος ὑπερκάθηται κόκκινος, βασιλικὰ ταῦτα σύμβολα. τετίμηται δὲ πρὸς τοῦ βασιλέως τῷ δεσπο τικῷ ἀξιώματι καὶ εὔνους ἀνεφάνη τῷ βασιλεῖ. ταῦτα δια πραξάμενος ὁ βασιλεὺς παλινοστεῖ πρὸς τὴν ἕω, καταλιπὼν δεσπότην τὸν βασιλέα καὶ ὑποχείριον, ὅρκοις συνδήσας τοῖς εἰωθόσι καὶ δώροις εἰκόσι δεξιωσάμενος, καὶ πάντας τοὺς ὑπ' ἐκεῖνον φιλοφρονησάμενος χρήμασι. καταλελοίπει δὲ μετ' αὐτοῦ καὶ τὸν βασιλέα Θεόδωρον.

41 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης κατειλήφει τὴν ἕω. τὴν γοῦν χειμερινὴν τότε παραμείψας ὥραν ἐν τῷ Νυμφαίῳ, ὡς ἔθος ἦν αὐτῷ, ἀπάρας ἐκεῖθεν περὶ τὴν Λάμψακον ᾔει, καὶ τὸ ἐπιὸν ἔτος περὶ Πηγὰς χωρεῖ. μεγίστου δὲ χειμῶνος πεπείραται καθ' ὁδόν, ἀρξαμένου μέν, ἐπὰν ὁ βασιλεὺς εἰς τὴν γῆν ἐσκήνωσεν. ἡμέρας δὲ δύο τῇ δρι μύτητι τούτου καὶ τῇ σφοδροτάτῃ φορᾷ τῆς χιόνος τεταλαι πώρηκε, μέχρις ἂν κατηντήκει ἐς τὸ τῶν Πηγῶν ἄστυ. πολλοὶ δὲ καθ' ὁδὸν ἐτεθνήκεισαν, καὶ μέχρι τριακοσίων, ὡς ἔφασκον, ὑπὸ τῆς χιόνος κατεχώσθησαν, μὴ δυνάμενοι ἀντωπῆσαι τῇ τοῦ πνεύματος φορᾷ. οὐδεὶς γοῦν τῶν ἰδόν των ἔλεγε γινώσκειν τοιοῦτον χειμῶνα. ὁ δὲ βασιλεὺς ἐν τῷ τῶν Πηγῶν ἄστει διημερεύσας, μέχρις ἂν τὸ πολὺ τοῦ χειμῶνος λωφήσῃ, ἐξιὼν δ' ἐκεῖθεν εἰς τὸ Νύμφαιον ἀπῄει. Ὡς οὖν ἡ τῶν Μουσουλμάνων παρὰ τῶν Ταχαρίων κατα λέλυται στρατιά, σουλτάνος δὲ ἦρχεν αὐτῶν Ἰαθατίνης, υἱὸς Ἀζατίνη, φαῦλος ἐξ ἀγαθοῦ ἀρχὸς γεγονώς· πότοις γὰρ ἔχαιρε καὶ ἀσελγείαις καὶ κοίταις ἀλλοκότοις τε καὶ ἀτόποις, καὶ συνῆν ἀεὶ ἀνθρωπίσκοις οὐκέτι λόγον εἰδόσιν οὐδ' ἀν θρωπίνην φύσιν τὸ συνόλον. πεπείραται γοῦν μάχης Τα χαρικῆς καὶ ἥττηται. πρέσβεις οὖν ἐκπέμπει πρὸς τὸν βασιλέα Ἰωάννην, βουλῆς ἀξιῶν τυχεῖν, ὡς ἀποτρέψαιτο τὸν ἀντίπαλον καὶ μικρὸν κουφισθείη, σωτηριῶδες τοῦτο φάσκων τυγχάνον ἀμφοῖν. τοῦ γὰρ γένους τῶν Μουσουλ μάνων παρὰ τῶν Ταχαρίων ἀπολωλότος, ἄνετος, ἄνετος γίνεται τοῖς ἐναντίοις ἡ κατὰ τῶν Ῥωμαϊκῶν χωρῶν ἔφοδος. ὁ γοῦν βασιλεὺς Ἰωάννης ἀποδέχεται τὴν πρεσβείαν καὶ συνηλθέ την ἄμφω, ὅ τε βασιλεὺς καὶ ὁ σουλτάν, ἐν Τριπόλει, ὅπου ὁ Μαίανδρος ῥεῖ. εἶτα διελύθησαν. ἠρέμησαν δὲ καὶ οἱ Ταχάριοι.

42 Ὁ δὲ Ἱωάννης ὁ Ἄγγελος ὁ δεσπότης Θεσσαλονίκηςτῷ χρεὼν ἐλειτούργησε, καὶ ὁ ἀδελφὸς αὐτοῦ ∆ημήτριος πέμψας τὸ δεσποτικὸν ἐκ βασιλέως εἰλήφει ἀξίωμα. ἐγένετο δὲ ἐξώλης καὶ περὶ ταῖς ὑπὸ ζυγὸν ἐφοίτα. ὃς ἐκ θυρίδος τοῦ ἀνδρὸς τῆς μοιχευομένης ἐπεισελθόντος βουληθεὶς ἀπο δράσαι καὶ πεσὼν τὸν γλουτὸν ἐπλήγη. ἱκανὰς δὲ ἡμέρας νοσηλευθεὶς ἰάθη μέν, ὑπέσκαζε δὲ τῶν ποδῶν θάτερον. ἀλλ' οὐκ εἰς μακρὸν ἀπώνατο τῆς ἀρχῆς. ὁ γὰρ βασιλεὺς ἀδείας δραξάμενος ** τοῦ πατριάρχου Γερμανοῦ τῶν τῇδε ἀπάραντος καὶ Μεθοδίου τινὸς μοναχοῦ ἡγουμένου τῆς Ὑακίνθου πατριάρχου γεγονότος καὶ μετὰ τρεῖς μῆνας τετε λευτηκότος καὶ τότε τῆς ἐκκλησίας χηρευούσης.

43 Ὁ δὲ βασιλεὺς εἰς τὴν ἀντίπεραν ἐποιεῖτο τὸν βάδον ἕως τοῦ Ζίχνα ἄστεος. ἦρχε μὲν οὖν τότε Βουλγάρων ὁ τοῦ Ἀσὰν υἱὸς Καλλιμάνος δωδεκέτης ὤν. ἐπεὶ γοῦν περὶ τὰ μέρη τοῦ Κισσοῦ ὁ βασιλεὺς γένοιτο, διημερεύσας τῆς πορείας εἴχετο. καὶ πεφθάκει περὶ τὸν Ἕβρον τὸν πλησίον τῆς μονῆς τοῦ Βηρὸς ποιούμενον τὰς ῥοάς, Μαρίτζαν δὲ καλούμενον, καὶ ἐκεῖ δέχεται ἀναφορὰν παρὰ τοῦ τῆς Ἀχρι δοῦ δημοσίαν κρατοῦντος, ὡς ὁ Καλλιμάνος τὸν βιοτὸν ἐξεμέτρησε. καὶ τάχος τοῦ πρόσω εἴχετο καὶ φθάνει τὴν Φιλίππους, κἀκεῖσε σκέψιν ἐποιεῖτο, εἰ δεῖ προσβαλεῖν