1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

3

προσαρμόσασθαι, ἅμα τε τοῦ Ἰσαακίου υἱὸν πεφόνευκε καὶ ἅμα τὴν τοῦ βασιλέως Ἀλεξίου θυγατέρα Εὐδοκίαν προσηγάγετο εἰς γυναῖκα, ὑστάτην οὖσαν τῶν θυγατέρων ἐκείνου. τρεῖς γὰρ ὑπῆρχον αὐτῷ, καὶ ἡ μὲν πρώτη Εἰρήνη κατωνομάζετο, ἣν καὶ ἀνδρὶ συνέζευξεν Ἀλεξίῳ τῷ Παλαιολόγῳ, ὃν καὶ δεσπότην τετίμηκεν, ἀλλὰ προῴχετο οὗτος τῆς Κωνσταντίνου ἁλώσεως· ἡ δὲ δευτέρα ἐκαλεῖτο Ἄννα, εἰς ἣν Θεόδωρον τὸν Λάσκαριν ἐπεγάμβρευσεν· ἡ δὲ τρίτη Εὐδοκία, ἣν πρὸ καιροῦ ὁ πατὴρ αὐτῆς τῷ κράλῃ Σερβίας συνέζευξεν, ἐπί τινι δὲ πάθει, ὡς ἔφασκον, ταύτην οὗτος φωράσας ἐπὶ τὸν πατέρα πάλιν ἐκ πέμπει· καὶ ἦν οὕτως. ταύτην εἰλήφει ὁ εἰρημένος Ἀλέξιος ∆ούκας ὁ Μούρτζουφλος, τὴν οἰκείαν καταλιπὼν γαμετήν. ὡς γοῦν παρὰ τῶν Ἰταλῶν ἑάλω ἡ Κωνσταντίνου, ἀπέδρα καὶ οὗτος ἐκεῖθεν, ἐπιφερόμενος καὶ τὴν σύζυγον Εὐδοκίαν. μαθὼν δὲ ὡς ἐν Μοσυνουπόλει τὰς διατριβὰς ποιεῖται ὁ πενθερὸς αὐτοῦ βασιλεὺς Ἀλέξιος θαρρούντως πρὸς αὐτὸν ἀπῄει. ὁ δὲ τοῦτον πολλῶν τε ἄλλων χάριν καὶ οὐδὲν ἧττον τῆς θυγατρὸς ἐμυσάττετο. κηδεστείας γοῦν ὑποδὺς προσωπεῖον ὑποδέχεται τὸν Ἀλέξιον, καὶ λουτρὸν εὐτρεπίσας ἅμα τῇ θυγατρὶ λουθῆναι τοῦτον προστέταχεν. ἐντὸς οὖν γενομένου τοῦ λουτῆρος τοῦ Ἀλεξίου ἐπεισπίπτουσιν ἀθρόως αὐτῷ οἱ τοῦ βασιλέως Ἀλεξίου ὑπηρέται κἀκεῖσε τοὺς ὀφθαλ μοὺς αὐτοῦ ἐξορύττουσιν. ἔφασκον δὲ οἱ ξυντυχόντες ὡς ἡ θυγάτηρ ἑστῶσα παρὰ τὴν θύραν τοῦ λουτροῦ τὸν πα τέρα ὕβρεσιν ἔπλυνε, κἀκεῖνος ταύτην τῆς ἀναιδείας καὶ τῆς ἀσελγοῦς ἀγαπήσεως ἐλοιδόρει. τυφλὸς οὖν γεγονὼς ὁ ∆ούκας Ἀλέξιος περὶ τὰ τῆς Μοσυνουπόλεως ἐπλανᾶτο μέρη, ἀλήτης διερχόμενος τὰ ἐκεῖσε. ὁ δὲ βασιλεὺς Ἀλέξιος ἀπάρας ἐκεῖθεν περὶ τὰ μέρη τῆς Θεσσαλονίκης ἐχώρει. ἐπεὶ δὲ ἐξώρμησαν τῆς Κωνσταντίνου οἱ Ἰταλοὶ καὶ ἀπῆλ θον περὶ τὴν Μοσυνούπολιν, εὑρόντες ἐκεῖσε τὸν Μούρ τζουφλον εἰς τὴν Κωνσταντίνου ἀπήγαγον· τοῦ δὲ μιάσματος ἀμυνόμενοι, ὃ εἰς τὸν Ἰσαακίου πεποίηκεν υἱόν, ἐκ Ταύρου κρημνίζουσι κίονος.

6 Τῆς οὖν Μοσυνουπόλεως κυριεύσαντες οἱ Ἰταλοὶ ἄδειαν δεδώκασι τοῖς ταύτης οἰκήτορσι τοὺς θέλοντας μένειν τε καὶ ὑπὸ χεῖρα εἶναι αὐτῶν, τοὺς δὲ ἀκωλύτως ἀπέρχεσθαι ὅπῃ ἂν βούλοιντο. ἐξήρχοντο τοίνυν οἱ μὲν φανερῶς οἱ δὲ καὶ κρύφα, ὅσοι τῶν περιφανεστέρων ἐτύγχανον. ὁ δὲ Λάσκαρις Θεόδωρος ἅμα τῇ γαμετῇ Ἄννῃ προεξελθεῖν πέφθακε Κωνσταντίνου, δεσπότης ὑπ' ἐκείνου τετιμημένος. ἀπελθὼν τοίνυν μετὰ καὶ τῶν θυγατρίων Εἰρήνης Μαρίας καὶ Εὐδοκίας εἰς Νίκαιαν παρεκάλει τοὺς Νικαεῖς, εἴσω τῆς πόλεως δέξασθαι τοῦτον. οἱ δὲ οὐκ ἐδέχοντο. ὁ δὲ καὶ κἂν τὴν γυναῖκα δέξασθαι δυσωπῶν, μόλις ἔπεισεν. ἀφεὶς οὖν τὴν γυναῖκα διήρχετο τὰ πέριξ, Προῦσάν τε καὶ τὰ περὶ αὐτήν, ὅπως ὑπὸ χεῖρα ταῦτα ποιήσαιτο καὶ ὡς βασιλεὺς ἀντὶ τοῦ πενθεροῦ Ἀλεξίου τούτων κατάρξειεν. οὗ δὴ καὶ τετύχηκεν. καὶ γὰρ ἐν τῷ μεταξὺ καὶ περὶ τὸν περσάρχην ἀφίκετο, συνήθη τούτῳ τελοῦντα, καὶ συμμαχίαν προσείληφε, καὶ τὰ πρὸς σκοπὸν διεπράξατο.

7 ∆ύο γοῦν παραδραμόντων ἐνιαυτῶν καὶ ὡς δεσπότου φημιζομένου παρὰ πᾶσι τοῦ Λασκάριος, ἐπεὶ συνδρομὴ γέγονε κατὰ Νίκαιαν ἀπό τε περιφανῶν ἀνδρῶν καὶ τῶν λογάδων τῆς ἐκκλησίας, σκέψις τούτοις ἐγένετο, ὅπως βασιλεὺς φημισθείη ὁ δεσπότης Θεόδωρος. πατριάρχου δὲ μὴ παρόντος ἐκεῖσε -ὁ γὰρ Καματηρὸς Ἰωάννης, ὃς τὸν πατριαρχικὸν ἐκόσμει θρόνον, ἡνίκα τῆς Κωνσταντίνου ἐκράτησαν Ἰταλοί, περὶ τὸ ∆ιδυμότειχον ἀπῆρε κἀκεῖσε τὰς διατριβὰς ἐποιεῖτο, καὶ διαμηνυθεὶς παρὰ τοῦ Λασκάριος καὶ τῶν λοιπῶν ἀπηνή νατο τὴν πρὸς αὐτοὺς ἄφιξιν, ἔγγραφον τὴν παραίτησιν ποιησάμενος. ψηφίζεται γοῦν πατριάρχης Μιχαὴλ ὁ Αὐτω ρειανός, λόγιος τυγχάνων καὶ πάσης γραφῆς ἔμπειρος, τῆς τε ἡμετέρας καὶ τῆς θύραθεν, ὃς καὶ τὸν δεσπότην Θεό δωρον τῷ τῆς βασιλείας διαδήματι ταινιοῖ. Ἐντεῦθεν βασιλεὺς ὁ Λάσκαρις ἀναγορευθεὶς συντονώ τερον ἐφήψατο τῶν πραγμάτων, μάχαις δὲ