1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

9

οὗ τὸ τῶν Νεοκάστρων ἄρχεται θέμα-μένειν ἄοικον, τὰ δ' ἐντεῦθεν, [τάδε] Νεόκαστρα Κελβιανὸν Χλιαρά τε καὶ Πέργαμος καὶ τὰ πλαγίως ἐγκείμενα Μαλδία τε καὶ Ὀψίκια παρὰ τοῦ βασιλέως Θεοδώρου δεσπόζεσθαι. ὑπῆρχε δὲ τούτῳ καὶ ἄλλη χώρα, ἡ ἀπὸ τοῦ Λοπαδίου ἀρχομένη καὶ Προῦσαν περιλαμβάνουσα καὶ Νίκαιαν.

16 Ὁ δ' εἰρημένος Ἐρρῆς εἰ καὶ Φράγγος τὸ γένος ἦν, ἀλλ' οὖν τοῖς Ῥωμαίοις καὶ ἰθαγενέσι τοῖς Κωνσταντίνου ἱλαρώτερον προσεφέρετο. καὶ πολλοὺς εἶχε τοὺς μὲν τοῖς μείζοσιν αὐτοῦ συντεταγμένους, τοὺς δὲ τοῖς στρατιώταις, τὸ δὲ κοινὸν ὡς οἰκεῖον περιεῖπε λαόν. καὶ γὰρ περιγενό μενος τῶν λοιπῶν ἄστεων, Λεντιανῶν καὶ Ποιμανηνοῦ, καὶ ἄνδρας τὸν Ἄρην πνέοντας καὶ ψυχῆς γενναίας ἔργα ἐν δειξαμένους ὡς ἕρμαιόν τι ἐδέξατο ἐφευρών. ἐν γὰρ τῷ τῶν Λεντιανῶν ἄστει οὐ μόνον σπάνις ὕδατος τοὺς φυλάσ σοντας ἐξέκαυσεν, οὐδ' ὅτι ὁ λιμὸς καὶ σκύτη αὐτοὺς φα γεῖν κατηνάγκασεν ἀπ' ἀσπίδος καὶ ἐφεστρίδων αὐτῶν, ἀλλὰ καὶ τεῖχος οὐ μακροδιάστατον ταῖς ἑλεπόλεσι καταπεσὸν μετὰ μεγίστης πυρκαϊᾶς τεσσαράκοντα ἡμέρας ἐφύλαττον τοῦτο ἀμοιβαδὸν τῇ πυρκαϊᾷ προσεπισωρεύοντες ξύλα. κρα τηθέντος γοῦν τοῦ ἄστεος οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ μόνον ὁ τοῦ βασιλέως αὐτάδελφος καὶ ὁ εἰς ἡγεμόνα τοῦ στρατεύματος τεταγμένος ∆ερμοκαΐτης, καὶ ὁ Παλαιολόγος Ἀνδρόνικος, ὅν, ὡς ἔφην, καὶ εἰς τὴν θυγατέρα αὐτοῦ ὁ βασιλεὺς προσελάβετο γαμβρόν. πάντας δὲ τοὺς ἄλλους ὁ Ἐρρῆς συλλεξάμενος καὶ κατ' ἴλας συντάξας καὶ ὁμογενεῖς αὐτοῖς παραδοὺς ἡγεμόνας, ὑπερέχειν δὲ πάντων τὸν Θεο φιλόπουλον Γεώργιον παρακελεύσας, τὴν τῶν ἀνατολικῶν μερῶν αὐτοῖς φυλακὴν ἐνεπίστευσε.

17 Τοῦ δὲ Ἐρρῆ τῆς Κωνσταντίνου κατάρχοντος, ἀπε στάλη πρὸς τὴν Κωνσταντίνου ἀρχιερεύς, ὃν καὶ λεγάτον αὐ τοί φασι, τοὔνομα Πελάγιος, ἅπαντα τὰ προνόμια τοῦ πάπα φέροντα. ἐρυθροβαφῆ καὶ γὰρ ὑπεδέδετο πέδιλα, ἐκ τῆς αὐτῆς δὲ χροιᾶς καὶ τὰ ἐνδύματα εἶχε, καὶ ἡ ἐφεστρὶς τοῦ ἵππου καὶ τὰ χαλινὰ τῷ τοιούτῳ ἐβάπτοντο χρώματι. ἤθους δὲ τυχὼν ἀγριωτέρου καὶ ἀλαζονείᾳ χρώμενος πολλὰ δεινὰ τοῖς Κωνσταντινουπολίταις παρέσχεν. καὶ ἡ σκῆψις ὡς εὔλογος· ἠνάγκαζε γὰρ τοὺς πάντας τῇ τῆς πρεσβυτέρας Ῥώμης ὑποκύψαι ὑποταγῇ. ἐντεῦθεν καθείργνυντο μοναχοί, ἱερεῖς ἐδεσμοῦντο, καὶ ναὸς ἅπας ἐκέκλειστο. καὶ ἦν ἐν αὐτῷ δυοῖν θάτερον, ἢ ὁμολογῆσαι τὸν πάπαν πρῶτον ἀρχιερέα, καὶ τούτου τὴν μνήμην ἐν ἱεροτελεστίαις ἐκφω νεῖν, ἢ θάνατον εἶναι τῷ μὴ διαπραξαμένῳ τὸ ἐπιτίμιον. τοῦτο εἰς βαρυθυμίαν ἦγε τοὺς οἰκήτορας τῆς Κωνσταντίνου, καὶ μάλιστα τῶν ἄλλων τοὺς προύχοντας. οἳ καὶ πρὸς τὸν βασιλεύοντα Ἐρρῆν ἀφιγμένοι «ἡμεῖς μέν,» ἔφασαν, «ἄλλου γεγονότες γένους καὶ ἄλλον ἀρχιερέα ἔχοντες ἑαυτοὺς τῷ κράτει σου ὑπετάξαμεν, ὥστε σωματικῶς κατάρχειν ἡμῶν, οὐ μήν γε ψυχικῶς ἢ πνευματικῶς· σοῦ μὲν γὰρ ἐν πολέμῳ ὑπερμαχεῖσθαι τῶν ἀναγκαίων, τῶν δ' ἡμετέρων ἐκστῆναι σεβασμάτων καὶ θρησκευμάτων τῶν ἀδυνάτων πάντῃ καθέ στηκεν. ἢ γοῦν λῦσον ἡμῖν τὰ ἐπελθόντα δεινά, ἢ ἄφες ὡς ἐλευθέρους ἐν τοῖς ἰθαγενέσιν ἀφῖχθαι.» ταῦτ' εἶπον, κἀκεῖνος μὴ βουλόμενος ἐν στερήσει γενέσθαι τοσούτων καλῶν κἀγαθῶν ἀνθρώπων, καὶ ἄκοντος τοῦ εἰρημένου λεγάτου τούς τε ναοὺς ἀνέῳξε καὶ τοὺς ὅσοι ταῖς εἱρκταῖς ἦσαν κατισχημένοι μοναχούς τε καὶ ἱερεῖς ἀπολέλυκε. πολ λοὶ δὲ τῶν μοναχῶν προεξιόντες τῆς Κωνσταντίνου τῷ βασιλεῖ Θεοδώρῳ προσῄεσαν, καὶ αὐτοῖς προστάξει τούτου μοναὶ ἐπεδίδοντο. καὶ πρεσβύτεροι δὲ πρὸς τὴν Νίκαιαν ἀπιόντες οἱ μὲν τῷ πατριαρχικῷ κλήρῳ συγκατελέγησαν, οἱ δὲ θείοις ναοῖς ἐνασμενίσαντες ἐλευθέρως ἐβίωσαν.

18 Τοῦ Ἐρρῆ δὲ τελευτήσαντος ὁ ἀδελφὸς αὐτοῦ Ῥομπέρ τος μαλακώτερον ἐχρᾶτο τοῖς πράγμασι. τούτου τὴν ἀδελφὴν εἰς γαμετὴν εἰλήφει ὁ βασιλεύς. οὐ πολλοὶ παρῆλθον ἐνιαυ τοί, καὶ ἐπεὶ ὁ τῆς Κωνσταντίνου βασιλεὺς Ῥομπέρτος οὐκ