1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

2

προσώκειλαν εὐτυχῶς ἐν πνεύμασι φοροῖς, γνω ρίζουσι τοῖς ἐκεῖσε τὸν παῖδα, τὴν ἀδικίαν, τὰ διὰ ταῦτα τοῦ Ῥώμης ἐντάλματα. μέχρι μὲν οὖν τινὸς λόγοι τε ἐξ ἀμφοτέρων ἐγεγόνεισαν καὶ μάχαι. ἐπεὶ δὲ ὁ βασιλεὺς Ἀλέξιος τοῖς τοιούτοις ἀπώκνησε πράγμασι, μάλιστα δὲ ἀπεί ρηκε τοῖς ἐντὸς εἰς σύγχυσιν ἀποβλέπουσι καὶ νοσοῦσι τὸ ἄστατον, τὰ πάντα χαίρειν ἐάσας φυγῇ ἐχρήσατο, τοῦτο προσειπὼν τό· «∆αυὶδ φυγὼν ἐσώθη.»

3 Πρεσβεύουσι πρὸς τοὺς Ἰταλοὺς οἱ οἰκήτορες, ὡς ἂν ὁ τοῦ Ἰσαακίου υἱὸς Ἀλέξιος ἐντὸς εἰσαχθείη καὶ βασιλεὺς ἀναγορευθείη. εἰσάγεται γοῦν ἐπὶ ταῖς συνθήκαις, αἷς ὑπέσχετο τοῖς ἀναβιβάσασιν αὐτὸν Ἰταλοῖς, καὶ βασιλεὺς παρὰ παντὸς ἀναγορεύεται τοῦ λαοῦ. ἦσαν οὖν τὸ ἀπὸ τοῦδε οἵ τε πολῖ ται καὶ οἱ Ἰταλοὶ τῷ δοκεῖν εἰρηνεύοντες, τῶν μὲν Ἰταλῶν τὰς ὑποσχέσεις ἀπαιτούντων καὶ τὰ ἀναλώματα, τῶν δὲ οἰκη τόρων τῆς πόλεως ὑπὲρ ἀριθμὸν ἡγουμένων τὸ χρῆμα καὶ διισχυριζομένων, ὡς οὐκ ἂν ἔχοιεν τοσαῦτα τοῖς Ἰταλοῖς ἐπιδοῦναι. συνέβη δὲ τῷ τότε καὶ τούτου χάριν γογγυσμὸν ἐν τῇ πόλει γενέσθαι. ὁ γὰρ πατὴρ Ἀλεξίου ὁ Ἄγγελος Ἰσαάκιος, μήπω ἁλούσης τῆς πόλεως, γνώμην δέδωκεν, ὡς τῶν ἱερῶν κειμηλίων συνάθροισιν γεγονέναι τὰ πρῶτα ἐκεῖθέν τε ἄρξασθαι τοῦ πρὸς Ἰταλοὺς χρέους, τὸ δ' ἐλλεῖ πον ἐκ τῶν βασιλικῶν ταμιείων δοθῆναι καὶ τῶν οἰκητόρων τῆς πόλεως. ἐν τῷ μεταξὺ δὲ τῆς ἀμφισβητήσεως οὔσης καὶ ἐξ ἑκατέρων τῶν μερῶν ἀφικνουμένων τῶν πρέσβεων, φονεύεται ὁ παῖς τοῦ Ἰσαακίου Ἀλέξιος παρὰ Ἀλεξίου τοῦ ∆ούκα, ὃν πρωτοβεστιάριον οὗτος τετίμηκεν, οἱ δὲ τῆς πόλεως εἴς τι τῶν αὐτοῦ ἐπιμεμφόμενοι Μούρτζουφλον ἐκάλουν. ἀνηγορεύθη γοῦν παρὰ τῶν πολιτῶν ὁ ῥηθεὶς Ἀλέξιος Μούρτζουφλος βασιλέυς. τούτου γοῦν χάριν ἐπὶ πλέον μανέντες οἱ Ἰταλοὶ ἄσπονδον τὴν ἔχθραν κατὰ τῶν Κωνσταντινουπολιτῶν πεποιήκασι. συνέβη δὲ καὶ ἕτερόν τι γενέσθαι τοῖς πολίταις βούλευμα ἐπαίνου ἄξιον. τοὺς γὰρ Λατίνους, οὓς οἰκήτορας εἶχεν ἡ Κωνσταντίνου, οἱ προύχοντες καὶ τῶν ἐν τέλει συνεβουλεύσαντο ἀποπέμψαι τῆς πόλεως, ὡς μὴ ἐπιβούλους αὐτοὺς ἐντὸς ἔχοιεν. οἱ δὲ αὐτόμολοι πρὸς τοὺς πολεμίους χωροῦσι χιλιοστύες πολ λαί, ὅρκοις ἀρρήκτοις τὸ πρῶτον τοὺς πολίτας πληροφο ροῦντες μὴ ἄν ποτε μελετῆσαι κατ' αὐτῶν προδοσίαν, συν αποθανεῖν δὲ εἰ συμβαίη αὐτοῖς ὡς ἰθαγενεῖς καὶ αὐ τόχθονας. καίτοι καὶ γυναῖκας καὶ παιδία διδόντες ἐν ἀσφαλεστέροις τόποις ἀπαγαγεῖν οὐκ ἔπεισαν. ἐξελθόντες δὲ πολλὰ τοῖς ἐναντίοις συνήραντο ἅτε πλῆθος πολὺ ὄντες καὶ εἰδήμονες τῶν πραγμάτων.

4 Τεσσαράκοντα παρῆλθον γοῦν ἡμέραι καὶ ἑάλω παρὰ τούτων ἡ Κωνσταντίνου, δωδεκάτην τοῦ Ἀπριλλίου ἄγοντος. τῷ γὰρ δεκάτῳ ἔτει Μαΐου ὄντος τῇ πόλει προσώρμισαν, ἐν ἕνδεκα δὲ μησὶ συνέβη γενέσθαι τὴν πόρθησιν. καὶ ἡ μεγίστη πόλις ἑάλω, ἑάλω, ἑνὸς ὥς φασιν ἢ καὶ δύο ἐπιπηδησάν των τῷ τείχει ἀπὸ κλίμακος εἰς ἱστὸν κειμένης μεγίστης κοίλης νηός. ὅσα μὲν οὖν συνέβη τῇ πόλει μακροτέρων ἂν εἴη λόγων καὶ οὐ πρὸς τὴν παροῦσαν ὑπόθεσιν· πάν τως δὲ νοεῖν ἔξεστι πᾶσιν, ὁπόσα ταῖς αἰχμαλωτιζομέναις πόλεσιν ἐπιπέπτωκε πάθη, φόνοι ἀνδρῶν, γυναικῶν ἀνδρα ποδισμοί, σκυλεύσεις, οἰκιῶν κατασκάψεις, τἆλλά τε πάντα ὁπόσα μαχαίρας ἔργον καθέστηκεν. ἐπεὶ γοῦν ἐγκρατεῖς τῆς πόλεως γεγόνασιν Ἰταλοί, ὡς ἐξ ὑπερδεξίων ὁρμώμενοι τήν τε δυσμὴν πᾶσαν κατέδραμον, ἀλλὰ δὴ καὶ τῆς ἑῴας μέρος οὐκ ἔλαττον. πρῶτον μὲν οὖν χειροῦνται τὰ τῆς δυσμῆς, πάντων ὑποφευγόντων αὐτοὺς ὑπό τινος θεηλάτου ἐλαυνομένων πληγῆς.

5 Ὁ μὲν οὖν βασιλεὺς Ἀλέξιος ὁ Ἄγγελος, ὃν ἀποδρᾶναι λόγος εἰρήκει τῆς Κωνσταντίνου, περὶ τὴν Φιλιππού πολιν ἀφικόμενος καὶ μὴ πρὸς τῶν οἰκητόρων δεχθεὶς περὶ τὴν Μοσυνούπολιν ἀφικνεῖται κἀκεῖσε τὰς διατριβὰς ἐποιεῖτο. Ἀλέξιος δὲ ὁ ∆ούκας, ὃς τὸν υἱὸν τοῦ Ἰσαακίου ἀπέκτεινε, βουλόμενος ἐκδήμους αὐτῷ