1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

8

καὶ τρόπου μετασχὼν θηριω δεστέρου, φόνοις ἐνετρύφα Ῥωμαίων. ὡς γοῦν οὑτωσὶ ἐτεθνήκει, ὁ τῆς ἀδελφῆς αὐτοῦ παῖς Βορίλας τοὔνομα, τὴν Σκυτίδα θείαν γαμετὴν εἰληφὼς τῆς ἀρχῆς τῶν Βουλγάρων γέγονεν ἐγκρατής, τὸν δὲ τοῦ Ἀσὰν παῖδα τὸν Ἰωάννην ἀφήλικα ἔτι ὄντα κρύφα τις λαβὼν περὶ τοὺς Σκύθας κεχώρηκεν.

14 Ὁ Μιχαὴλ δέ, ὃν τῆς Ἠπείρου κατάρξαι εἰρήκαμεν, τρεῖς κασιγνήτους ἐκέκτητο, Κωνσταντῖνον Θεόδωρον καὶ Μανουήλ· ὧν ὁ μὲν Θεόδωρος τῷ βασιλεῖ Ῥωμαίων συνῆν Θεοδώρῳ τῷ Λάσκαρι. καὶ παρακαλεῖ τὸν βασιλέα Θεόδωρον ὁ Μιχαήλ, ἵνα τοῦτον πρὸς αὐτὸν ἐκπέμψῃ, διὰ τὸ μὴ ἔχειν ἔτι παῖδα ἔνηβον ἀλλ' οὐδὲ γνήσιον-ὁ γὰρ αὐτῷ γεν νηθεὶς Μιχαὴλ ἐκ παλλακῆς ἐκείνῳ γεγέννητο-καὶ τοῦ θανάτου δεδιέναι τὸ ἄωρον. καὶ πέμπει τοῦτον τῷ ἀδελφῷ, ὅρκοις πρῶτον ἐμπεδωσάμενος πίστιν δουλείας εἰς τοῦτον φυλάττειν καὶ εἰς τοὺς μετ' αὐτοῦ. ὃς καὶ ἀφικόμενος συνῆν τῷ ἀδελφῷ Μιχαήλ. μετ' οὐ πολὺ δὲ φονεύεται παρά του τῶν ὑπηρετῶν ὁ Μιχαήλ· Ῥωμαῖος δὲ ἦν τῷ φο νευτῇ τοὔνομα. ἐπιλαμβάνεται γοῦν τῆς ἐξουσίας ἐκείνου ὁ ἀδελφὸς Θεόδωρος ἔχων καὶ τοὺς ἀδελφοὺς Κωνσταντῖνον καὶ Μανουήλ. καὶ ηὔξησε τὴν αὐτοῦ ἀρχήν. προσεκτή σατο γὰρ οὐκ ὀλίγην χώραν ἔκ τε Ἰταλῶν καὶ Βουλγάρων, καὶ τὴν Θεσσαλίαν ὑφ' ἑαυτὸν ἐποιήσατο, Ἀχρίδαν τε καὶ Πρίλαπον, Ἄλβανόν τε καὶ αὐτὸ τὸ ∆υρράχιον· ἔνθα καὶ Πέτρον μετὰ μεγίστης στρατιᾶς ἐξ Ἰταλίας ὁρμώμενον καὶ πρὸς τὴν Κωνσταντίνου διοδεύοντα, ἀνηγορευμένον πρὸς τοῦ πάπα βασιλέα, καὶ προχειρωσάμενον τὸ ∆υρράχιον [ἐκ τοῦ Λατίνων μέρους Βαλδουίνου, καὶ τοῦ μετ' αὐτὸν Ἐρρῆ] γενναίως κατετροπώσατο. γαμβρὸς δὲ ἦν ὁ Πέτρος Βαλ δουίνου ἐπ' ἀδελφῇ Ἰολέντᾳ, ἐξ ἧς παῖδες αὐτῷ Φίλιππος Ῥομπέρτος καὶ Βαλδουῖνος. ὧν ὁ μὲν Ῥομπέρτος καὶ ὁ Βαλδουῖνος τῆς Κωνσταντίνου βεβασιλεύκασι, τοῦ πρώτου αὐτῶν ἀδελφοῦ τοῦ Φιλίππου τῷ ἀδελφῷ Ῥομπέρτῳ τῆς βασιλείας παραχωρήσαντος. ὑπῆρχον σφίσι καὶ ἀδελφαί, ὧν μία Μαρία, ᾗ συνεζύγη ὁ βασιλεὺς Θεόδωρος. ὁ δὲ τῆς Ἠπείρου Θεόδωρος, τὸ οἰκεῖον παραλαβὼν στράτευμα, ἀντιτάττεται τῷ Πέτρῳ μικρὸν ὑπερπηδήσαντι τὸ ∆υρράχιον καὶ ἐν ταῖς τοῦ Ἀλβανοῦ δυσχωρίαις γεγενημένῳ. νικῶσι γοῦν οἱ τοῦ Κομνηνοῦ Θεοδώρου τὸ τῶν Λατίνων στρά τευμα, ὡς πάντας ἄρδην δεσμώτας ποιῆσαι σὺν πᾶσι σκεύεσι, καὶ αὐτὸν δὲ τὸν βασιλέα Πέτρον ἔργον μαχαί ρας γενέσθαι. τοῦτο δὴ τότε μέγα Ῥωμαίοις ἐγεγόνει βοήθημα.

15 Ὁ δὲ βασιλεὺς Θεόδωρος ὁ Λάσκαρις ἐκ τῆς αὐτοῦ γαμετῆς Ἄννης τρεῖς ἐποιήσατο θυγατέρας, Εἰρήνην Μαρίαν καὶ Εὐδοκίαν. τὴν γοῦν Μαρίαν δευτέραν τῇ ῥηγὶ Οὐγ γρίας διερχομένῳ τὴν αὐτοῦ χώραν ἐξ Ἱεροσολύμων εἰς κῆδος ἐπὶ τῷ υἱῷ παραδίδωσι, τὴν δὲ πρώτην συζεύγνυσι τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ὃν καὶ δεσπότην τετίμηκε. μετ' οὐ πολὺ δὲ ὁ δεσπότης Παλαιολόγος θνήσκει, ὡς μέν τινες ἔφασκον ἐξ ἐρωτικῶν διαθέσεων, καὶ προσλαμβάνεται ὁ βασιλεὺς εἰς γαμβρὸν Ἰωάννην τὸν ∆ούκαν, οὗ Βατάτζης τοὐπίκλην, ἐκ ∆ιδυμοτοίχου δὲ πρωτοβεστιάριον ὄντα. ἡ μὲν οὖν βασιλὶς Ἄννα προτετελευτήκει. ἤγετο δὲ ἐξ Ἀρμενίων γυναῖκα ὁ βασιλεύς· δυσαρεστήσας δὲ πρὸς αὐτὴν ἐπὶ τὴν οἰκείαν πατρίδα ἐκπέμπει, ἐπιφέρει δ' αὐτῷ γαμε τὴν τὴν τοῦ βασιλέως Ἰταλῶν Ῥομπέρτου ἀδελφήν. καὶ τὸν θεῖον γὰρ Ἐρρῆν ὁ Ῥομπέρτος διεδέξατο πολλὰ Ῥωμαίους ἡττήσαντα, μάλιστα ἐξ ὅτου τὸν σουλτὰν πεφόνευκεν ὁ βασιλεὺς Θεόδωρος. τότε γὰρ τὸ ἐκ Φράγγων παρὸν αὐτῷ ἀπολώλεκε στράτευμα, διὸ καὶ τὴν τοῦ βασιλέως νίκην ἀκηκοὼς ὁ Ἐρρῆς «νενίκηται» ἔφη «ὁ Λάσκαρις, οὐ νενί κηκε.» καὶ μέχρι καὶ αὐτοῦ Νυμφαίου τὰς σκηνὰς ὁ Ἐρρῆς ἐπήξατο, ἐκεῖθέν τε ὑποστρέψας εἰς ξυμβάσεις ἦλθε μετὰ τοῦ βασιλέως Θεοδώρου. καὶ συνεφωνήθη τὰ μὲν τοῦ Κιμινᾶ πάντα-οὕτω γὰρ τὸ ὄρος καλεῖται τὸ ἐγγὺς τῆς Ἀχυράους τυγχάνον-μετὰ καὶ αὐτῆς τῆς Ἀχυράους παρὰ τοῦ τῶν Φράγγων γένους δεσπόζεσθαι, τὸν δὲ Κάλα μον-κῶμος δέ ἐστιν ὁ Κάλαμος, ἐξ