1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

16

Χαναὰν γενέσθαι, ἢ ἐν τῷ οἴκῳ Φαραώ; Ἤγαγον δὲ τὰ κτήνη αὐτῶν πρὸς Ἰωσὴφ, καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων, καὶ ἀντὶ τῶν προβάτων, καὶ ἀντὶ τῶν βοῶν, καὶ ἀντὶ τῶν ὄνων. Οὐκ ὠμῶς τοῦτο ποιεῖ Ἰωσὴφ, ἀλλ' ἵνα μὴ κάμωσι τὰ κτήνη τρέφοντες, καὶ ἵνα μετὰ ταῦτα χάριν αὐτὰ δέξωνται παρὰ τοῦ Φαραώ. Καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ Κυρίου ἡμῶν ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν. Ἐπεὶ περὶ τῶν ἁμαρτωλῶν λέγεται τὸ, ∆ιὰ τὸ εἶναι αὐτοὺς σάρκας· διὰ τοῦτο καὶ νῦν Αἰγύπτιοι, ὡς σάρκες, ὑπολελεῖφθαί φασιν αὑτοῖς οὐχὶ ψυχὴν, ἀλλὰ τὸ ἴδιον σῶμα καὶ τὴν γῆν αὑτῶν. Τοῦτο δὲ νομιστέον ὑπὸ πάντων τῶν ἀλλοτρίων τοῦ Θεοῦ λέγεσθαι. Ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου, καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν. Ἐναντίον τοῦ Φαραὼ θέλουσιν οἱ Αἰγύπτιοι ζῇν, οὐκ ἐναντίον Θεοῦ. Τοῦ αὐτοῦ. Κτῆμα βούλονται οἱ Αἰγύπτιοι γενέσθαι τοῦ Φαραὼ, ὡς οἱ ἅγιοι τοῦ Θεοῦ. Ἐπεκράτησε γὰρ αὐτῶν ὁ λιμός. ∆ηλονότι τῶν Αἰγυπτίων· οὐ γὰρ ἂν εἴρηται περὶ τοῦ Ἰσραὴλ, ὅτι ἐπεκράτησεν αὑτῶν ὁ λιμός. Καὶ ἐνισχύσας Ἰακὼβ ἐκάθισεν ἐπὶ τὴν κοίτην. Ἐνισχύσας ἐκάθισεν, ἵνα τοὺς ἐνθέους εἴπῃ λόγους Οἶμαι γὰρ τὸν μὲν Ἰακὼβ ἠνωχλῆσθαι, τὸν δὲ Ἰσραὴλἐνισχυκέναι, ὃς καὶ εὐλόγησε τοὺς υἱοὺς Ἰωσὴφ, καὶ τὰ ἑξῆς, ἐν οἷς οὐκ ὀνομάζεται ἐπὶ τῶν παιδίων Ἰακώβ. Καὶ εἶπέ μοι· Ἰδοὺ ἐγὼ αὐξανῶ σε, καὶ πλη θυνῶ σε. Ἤτοι οὐκ αὔξει ὁ ἀσεβὴς, ἢ οὐκ ἀπὸ Θεοῦ αὔξει. Τὸ δ' ὅμοιον ἐρεῖς καὶ διὰ τὸ, Πληθυνῶ. Θεὸς γὰρ εὐλογῶν ταῦτά φησιν. Ἐμοί εἰσιν Ἐφραῒμ καὶ Μανασσῆς· ὡς Ῥουβὴμ καὶ Συμεὼν ἔσονταί μοι. Ὡς Ῥουβὴμ, καὶ Ἐφραΐμ· ἀμφότεροι γὰρ πρωτότοκοι· ὡς Μανασσῆς, καὶ Συμεών· ἑκάτερος γὰρ τῇ μητρὶ αὐτῶν δεύτερος. Τὰ δὲ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὑτῶν· κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. Οἱ ἐσόμενοι, φησὶν, ἕτεροι παῖδές σου ταῖς ἐπωνύμοις φυλαῖς τῶν ἀδελφῶν αὑτῶν ταχθήσονται ἐν τῇ κληροδοσίᾳ. Ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε· Τίνες σοι οὗτοι; καὶ τὰ ἑξῆς. ∆όξει ἐναντίον τῷ, Ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, τὸ, Οἱ ὀφθαλμοὶ Ἰακὼβ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους· εἰ μή πού ἐστι ταὐτὸν τῷ, τοὺς ὀφθαλμοὺς μὴ δύνασθαι βλέπειν, τὸ ἰδεῖν τὸν Ἰσραὴλ τὸ σπέρμα τοῦ Ἰωσὴφ, τοῦ Θεοῦ δείξαντος αὐτῷ τὰ γενησόμενα. 12.145 Ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ. Ὅτι παρηκολούθουν οἱ προφῆται νοοῦντες περὶ ὧν προεφήτευον. Ἀμέλει μετὰ ταῦτα τῶν δέκα φυλῶν ἐξῆρχεν ἡ τοῦ Ἐφραῒμ φυλή. Ἐξ αὐτοῦ γὰρ ὁ μακάριος Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀληθινὸς τύπος ὢν τοῦ Χριστοῦ, κατήγετο ἐν τοῖς Ἀριθμοῖς. ∆ιὸ καὶ τοῦ Ἰωσὴφ ἡ εὐλογία ἐπ' αὐτὸν ἀναφέρεται. Ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραῒμ, καὶ ὡς Μα- νασσῆ· καὶ ἔθηκε τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ. Εὐκαίρως χρήσῃ τῷ ῥητῷ περὶ τοῦ ἐν προσευχῇ ἔμπροσθεν ἑστάναι τὸν τιμιώτερον. Κάμψας κατεκλίθης ὡς λέων, καὶ ὡς σκύμνος. Τὸν κατ' οἰκονομίαν θάνατον σημαίνει τὸ, κατεκλίθης. Λέων ἐστὶν ὁ Χριστὸς τοῖς τελείως ἀποθηριωθεῖσι· τοῖς δὲ ἔτι εἰσαγωγικοῖς σκύμνος.