1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

10

ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύριος. Σαφῶς οὐκ αἰσθητὴ ἦν ἡ ὀσμή. Ποία γὰρ ἂν ὀσμὴ δύναται εἶναι ὀσμῇ ἀγροῦ παραβαλλομένη; ἀλλὰ μήποτε τοιαύτη ἦν αὕτη, ὁποίαν ὁ Ἀπόστολος ἔχων ἔφασκε· Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν παντὶ τόπῳ. Ἐγὼ δὲ ἡγοῦμαι καὶ ἑκάστην ἀρετὴν ἰδίαν ἔχειν εὐωδίαν, ἥτις ἐστὶ συμπληρωτικὴ τῶν ἀρετῶν. Καὶ ἐκ τοῦ ἐναντίου δὲ αἱ κακίαι δυσώδεις εἰσὶ κατὰ τὸν εἰπόντα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Πρέπει δὲ τῷ Κυρίῳ τὸν αὐτῷ εὐώδη τῶν ἀρε τῶν ἀγρὸν εὐλογεῖν. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ Ἠσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε· νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν. Μανθάνομεν ἀπὸ τού των, ὅτι δεῖ ἀποδιδράσκειν τοὺς ἐπιβουλεύοντας, καὶ διωγμοὺς φεύγειν, εἰ καὶ ὀπτασιῶν καταξιωθῶμεν ὡς ὁ Ἰακώβ. Παρακληθείη δ' ἄν τις ἰδὼν τὰ παρα κολουθήσαντα τῷ Ἰακὼβ φεύγοντι ἀπὸ τοῦ Ἠσαῦ· ὀπτασιῶν τε γὰρ ἠξιώθη, καὶ πατὴρ γεγένηται δώ δεκα φυλῶν· καὶ ἐπανερχόμενος ἀπὸ τῆς διὰ τὸν διω γμὸν φυγῆς, γίνεται ἀντὶ Ἰακὼβ Ἰσραήλ. Οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χαναάν. Αἱ θυγατέρες Χαναὰν πονηραί εἰσιν, οὐκ ἐναντίον Ἠσαῦ, ἀλλ' ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ. Ἰδὼν δὲ Κύριος ὁ Θεὸς, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς. Ἀνοίγει μήτραν ἐπὶ ἁγίων γεννήσει· κατὰ δὲ τὸν πνευματικὸν νόμον ψυ χῆς ἀνοίγει μήτραν, ἵνα γεννήσῃ Θεοῦ Λόγον ἡ ἐσο μένη αὐτοῦ μήτηρ. Τοῦ αὐτοῦ. Πρώτη γὰρ ἐτέκνωσε τῷ Θεῷ τὴν Ἰουδαίων συναγωγὴν καὶ πληθὺν ἡ ἐν χρόνῳ πρε σβυτέρα. Εἶπε δὲ αὐτῷ Λάβαν· Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Οὐκ ἔστι μὲν οἰωνισμὸς ἐν Ἰα κώβ· ὁ δὲ Λάβαν φησὶν, οἰωνισάμην ἂν, ὡς ἀλλό τριος τῆς τοῦ Ἰακὼβ προαιρέσεως, ἧς οὐ τέλεον ἀλ λότριος ἦν, προστιθεὶς τῷ, οἰωνισάμην, καὶ τὸ, Εὐ λόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. 12.125 Ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν, καὶ καρυΐνην, καὶ πλατάνου. Αἱ τρεῖς ῥάβδοι συμβολικῶς ἤτοι αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς εἰσι, τὸ λογικὸν, τὸ θυμικὸν, τὸ ἐπιθυμητι κόν· ἤτοι αἱ τρεῖς θεωρίαι τῶν σωμάτων, τῶν ἀσωμά των, τῆς ἁγίας Τριάδος· ἤτοι γενικῶς ἡ πρακτικὴ διὰ τῆς καρυΐνης, ἡ θεωρητικὴ διὰ τῆς στυρακίνης, διὰ δὲ τῆς πλατάνου τὸν κόσμον τοῦτον καὶ τὴν θεω ρίαν αὐτοῦ ᾐνίξατο. Τὸ περισύρειν τὸ χλωρὸν τούτου, τὴν ἀποταξίαν αὐτοῦ σημαίνει· καὶ τῆς μὲν πρακτι κῆς τὸ χλωρόν ἐστι τὸ ἡδυπαθές· τῆς δὲ θεωρίας, τὸ περὶ τὰ σώματα ἀσχολεῖσθαι· τὸ δὲ χλωρὸν τῶν δύο ἄλλων ἐκδοχῶν βασάνιζε. Εἶπε δὲ Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου· καὶ ἔσομαι μετὰ σοῦ. Ὅτε ἐκαρποφόρησεν Ἰα- κὼβ, καὶ ἐπλούτησεν ἔξω τῆς γενεᾶς αὐτοῦ τυγχά νων, τότε εἶπεν αὐτῷ Κύριος· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου. Τοιοῦτον δέ τι νοητέον ὑπὸ Κυρίου λέγεσθαι, ὅτε πρὸς τῇ ἐξόδῳ γενώμεθα ἀπε λευσόμενοι πρὸς τοὺς πατέρας ἡμῶν. Καὶ ἆθλον δὲ δίδωσι τῷ ἀποστρέφοντι εἰς τὴν γῆν τοῦ πατρὸς αὐ τοῦ, καὶ εἰς τὴν γενεὰν αὐτοῦ. Οἶμαι δὲ, ὅτι ἐν ὕπνοις παρῆν αὐτῷ ὁ Κύριος. Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλ λαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν. Ἀκύλας δέκα ἀριθμοὺς εἴρηκε· Σύμμαχος δεκάκις ἀρι θμῷ. Ἔλεγεν οὖν, ὥς φησιν ὁ Ἑβραῖος, ∆εκάκις ἠθέτησεν τὰς συνθήκας πρὸς τὸν Ἰακὼβ ὁ Λάβαν, διὰ τὸ τὰ γεννώμενα ἐπ' ὀνόματι τοῦ Ἰακὼβ πλεῖστα ὅσα ὑπάρχειν, κἀκεῖνον ἐποφθαλμιᾷν αὐτόν· ὅπερ ἐδήλωσαν αἱ δύο ἐκδόσεις· Καὶ παρηλογίσω τὸν μισθόν μου δέκα ἀμνάδας· ἀμνῶν δὲ ὅλως οὐκ ἔχει μνήμην, οὓς συνέθετό μοι δοῦναι· οὐδαμοῦ φαίνεται, ὅτι συνέθετο· ἀλλ' ἀφ' ὧν αὐτὸς λέγει, φανερόν ἐστιν. Ὥσπερ γὰρ ἀποκτείνοντα τὸν Λάμεχ οὐκ εἰσάγει, ἐκζητούμενον δὲ, ὡς ἀπὸ τῆς ἐξηγή σεως εἶναι φανερὸν καὶ τὸ γενόμενον· οὕτω καὶ ἐνταῦθα. Πολλάκις οὖν ἡ Γραφὴ, ἃ ἐν τῷ πράτ τεσθαι οὐκ ἐξηγήσατο, διά τινος ἐξηγουμένου ἐδή λωσεν. Τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώ θησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον. Καλοῦ ποιμένος παῤῥησία ἐμφαίνεται ταῖς φω ναῖς ταύταις, ἃς ζηλωτέον. Γεννάτωσαν οὖν καρ ποὺς πνευματικοὺς τὰ ἐν τοῖς